Dialogus de vita Joannis Chrysostomi

 τιμήν, ἀλλ' ὁ καλούμενος ὑπὸ τοῦ Θεοῦ. οὕτως 5 καὶ Ἀαρών, φησιν, οὐχ ἑαυτὸν ἐδόξασεν γενέσθαι ἀρχιερέα. ἑξακοσίων γὰρ οὐσῶν χιλιάδων ἀνδρῶν καὶ πολ

 ὁμονοίας φυγήν, οἱ πλεῖστοι τῶν εὐζώνων καὶ γλιχομένων αὐτῆς φυγάδες τῆς χώρας κατέστημεν, ἀκινδύνως καὶ ἀπραγμόνως οἰκεῖν τὴν θρεψαμένην οὐ δυνάμενοι

 συνεγένετο, οὐ λόγων μετέδωκεν, οὐκ εὐχῆς, οὐ κοι νωνίας· ἀλλ' ἀποβὰς τοῦ πλοίου καὶ τὰ πρόθυρα τῆς ἐκκλησίας παραδραμών, ἔξω που τῆς πόλεως ἀπελθὼν η

 συναλγῆσαι καὶ πάντα ποιῆσαι, ὥστε στῆναι ταυτὶ τὰ κακά. οὐδὲν γὰρ ἐνταῦθα τῆς παρανομίας αὐτῶν κατέλυσεν, ἀλλὰ καὶ μετὰ ταῦτα τοῖς προτέροις ἐπαπεδύε

 καὶ θρῆνοι καὶ πηγαὶ δακρύων κατὰ τὰς ἀγορὰς καὶ τὰς οἰκίας καὶ κατὰ τὰς ἐρήμους· καὶ τὸ πᾶν τῆς πόλεως μέρος τῶν συμφορῶν ἐπληροῦτο τούτων. διὰ γὰρ τ

 παρ' ἑαυτῶν εἰσενεγκεῖν σπουδὴν παρακέκλησθε. οὕτω γὰρ οὐχ ἡμῖν μόνοις χαρίσησθε, 16 ἀλλὰ καὶ τῷ κοινῷ τῶν ἐκκλησιῶν, καὶ τὸν παρὰ Θεοῦ λήψησθε μισθόν

 πεφευγέναι διὰ τὴν τοῦ βασιλικοῦ διατάγματος ἀπειλὴν περιέχουσαν, ὅτι Εἴ τις οὐ κοινωνεῖ Θεοφίλῳ καὶ Ἀρσακίῳ καὶ Πορφυρίῳ, ὁ τοιοῦτος τῆς μὲν ἐπισκοπ

 τοῦ ἐπισκόπου Ἰωάννου τῆς Κωνσταντινουπολιτῶν· καί, ὡς ἔοικεν, οὐκ ἤνυσται. ὅθεν πάλιν ἐπέστειλα διὰ τῶν ἐπι σκόπων καὶ πρεσβυτέρων, πάνυ φροντίζων τῆ

 ἀνημερότητα. τοῦτο καὶ τοῦ Σωτῆρος Θεοῦ διαφόροις ἀποκαλύψεσιν αὐτοὺς φωτίσαντος, ὡς καὶ τῷ διακόνῳ τοῦ ἁγίου Αἰμιλίου Παύλῳ, ἀνδρὶ πραϋτάτῳ καὶ σώφρ

 Ὁ λαλῶν τὸ ψεῦδος οὐκ ἔστιν ἐκ τοῦ Θεοῦ, καὶ πάλιν παρὰ τῷ ∆αυείδ, Ὅτι ἐνεφράγη στόμα λαλούντων ἄδικα. ἀδικεῖ γὰρ ἀληθῶς ὁ ψευδόμενος ὃν πείθει· ἀ

 γνώμης ἐξησκήθη τοῖς λόγοις πρὸς διακονίαν τῶν θείων λογίων. ἐκεῖθεν ὀκτωκαιδέκατον ἔτος ἄγων τὴν τοῦ σώματος ἡλικίαν, ἀφηνίασεν τοὺς σοφιστὰς τῶν λεξ

 αὐτῷ πεπιστευκότων δεθήσονται. {Ο ∆ΙΑΚ.} Ποῦ δὲ ἐγνώρισαν τὴν τοῦ Σωτῆρος παρουσίαν; {Ο ΕΠΙΣΚ.} Ἡνίκα ἐβόων· Οἴδαμέν σε τίς εἶ, ὁ ἅγιος τοῦ Θεοῦ· τί

 πλουσίων, τέμνων τὰ τῆς ψυχῆς ἀποστήματα, ἀτυφίαν αὐτοὺς ἐκδιδάσκων, μετριοφρονοῦντας πρὸς τοὺς λοιποὺς ἀνθρώπους, ἀποστολικῷ πειθόμενος λόγῳ, τῷ πρὸς

 δίδωσι χιλίους χρυσίνους, ὁρκώσασα αὐτὸν κατὰ τῆς τοῦ Σωτῆρος τραπέζης συναγοράσαντα ἄμφια ἐνδῦσαι τὰς πτωχοτέρας τῶν Ἀλεξανδρέων, μὴ μεταδόντα γνώσεω

 τῷ τραχήλῳ οἰ κείαις χερσί, καὶ πληγὰς ταῖς σιαγόσιν αὐτοῦ ἐμφορήσας, συνεσπασμένοις δακτύλοις αἱμάξας αὐτοῦ τὰς ῥῖνας, ἐπιψοφῶν 38 τῇ φωνῇ· Αἱρετικέ

 ὑπερβολῇ τῆς οἰήσεως. οἱ δὲ ὑπὸ τῆς πολλῆς ἀνάγκης φερόμενοι διὰ τὸ τόπους ἐκ τόπων ἀμείβειν, κατα λαμβάνουσι τὸ στρατόπεδον, ἔνθα ἐνεθρόνιστο ὁ ἐπίσκ

 ἐκκλησίας, ∆ιόσκορον τὸν ἐπίσκοπον, γεγηρακότα ἐν τῇ ἐκκλησίᾳ· τῷ δ' ἐπισκόπῳ Ἰωάννῃ γράφει· Οἶμαι μέν σε μὴ ἀγνοεῖν τὸ διάταγμα τῶν κανόνων τῶν ἐν Ν

 Ἰωάννου ἐπὶ πλημμελήμασι παρανόμοις, ἀπεχρήσατο τῇ κουφότητι καὶ πείθει αὐτοὺς ἐπιδοῦναι λιβέλλους κατὰ τοῦ Ἰωάννου, ὑποσχόμενος αὐτοῖς ἀποκαταστῆσαι

 ἀνελήφθη Ἠλίας· οὐ προεφήτευσεν Ἐλισσαῖος; ἐκαρατομήθη Παῦλος· οὐ κατέλιπεν Τιμόθεον, Τίτον, Ἀπολλὼ καὶ ἄλλους μυρίους; μετὰ τούτους τοὺς λόγους λέγε

 τούτους τοῦ συνεδρίου· εἰ δὲ ὡς κατηγόρους, στήσατε εἰς τὴν κρίσιν, ἵνα γνῶ ὅπως κονίζωμαι, πότερον ὡς πρὸς ἀντιδίκους ἢ ὡς δικαστάς· καὶ πάντως ἐλεύσ

 (ὁρμητικὸς γάρ ἐστιν ἐκ φύσεως, καὶ προπετὴς καὶ θρασὺς καὶ διαφερόντως φιλόνεικος-οὐδὲν γάρ ἐστι τοῦ φανέντος αὐτῷ ὑπὸ τῆς ὄψεως, <πρὸς> ὃ οὐχὶ θᾶττο

 ἀδελφὸν Ἀκάκιον καὶ Ἀντίοχον οὓς προβάλλονται ὡς ὀρθοδόξων κανόνας, ὅτι Τῆς πίστεώς ἐσμεν τῶν ἐκθεμένων αὐτούς, καὶ λέλυται ἡμῖν ἡ ἀμφιβολία. προσσ

 λόγια ἀναγινώσκοντες, οἱ δὲ βαπτίζοντες τοὺς κατηχηθέντας, ὡς εἰκὸς διὰ τὸ Πάσχα. ταῦτα αὐτὰ προσαναφέρουσιν οἱ γνωμοφθόροι καὶ φρεναπάται, οἱ περὶ Ἀν

 διδασκάλων ἐπι μελείας ἀπόδειξις, ἀδιαλείπτως τὸ ἄμαχον τῆς γνώμης ἐπανορ θούντων. Ὁ Θεόδωρος εἶπεν· {Ο ∆ΙΑΚ.} Ἄριστα ἔφης· οὔτε γὰρ ἔπρεπεν τοὺς φρόν

 παρ' αὐτῷ δυτικόν), τῷ δὲ δυτικῷ μέρει, ἔνθα ὁ τῆς ἐκκλησίας πυλών, τὸ ὀνοζύγιον, ἐν ᾧ εἰώθει καθέζεσθαι, πρὸ τῆς πύλης κελεύσας στῆναι εἰς περι σπασμ

 ἀνδρὸς ἱεροφάντου, ἄνθρωπος ἰχθύος ἀφωνότερος καὶ βατράχου ἀπραγότερος (ἔστι γὰρ ὅτε καὶ πρᾶξις λαλεῖ, μάλιστα ὅταν δι' αὐτὸ γένηται τὸ καλόν). διακρα

 διαπτοοῦντα, καθάπερ τοὺς παῖδας τὰ μορμολυκεῖα; βαβαί! οἱ τὰς κοσμικὰς δυναστείας καὶ τὸν ἐκ κλησιαστικὸν ἐνημμένοι πλοῦτον μετ' ἐξουσίας, μετὰ καὶ τ

 μέν, ὅτι μόνος ἤσθιεν· οὐκ ἐβου λόμην δέ σε, Θεόδωρε ἐμμελέστατε, τὰ τῶν γαστριμάργων νηπίων διερωτᾶν. ἀνὴρ γὰρ ὑπάρχων, τὰς ἀνδρῶν ἀρετὰς ἐπι ζητεῖν

 λέγει, παρορ μῶν ἡμᾶς εἰς τὸ μίμημα· Τῆς φιλοξενίας, λέγων, μὴ ἐπι λανθάνεσθε· διὰ ταύτης γὰρ ἔλαθόν τινες ξενίσαντες ἀγγέλους. δεῖ δὲ τὸν ξενοδόχ

 εὐλογίας ἐξέπεσεν; οὐχ ὅτε τῇ κοιλίᾳ ἐδούλευσεν ἀπατηθεὶς τῷ τροφίῳ; πότε Σαοὺλ τῆς βασιλείας ἐξέπεσεν; οὐχ ὅτε τὰ κάλλιστα τῶν προβάτων παρὰ τὸν νόμο

 ἄρτον φαγεῖν καὶ ἱμάτιον περιβαλέσθαι, πᾶν ὃ ἐὰν δῷς μοι, δεκάτην ἀποδεκατώσω αὐτά σοι -οὐκ εἶπεν, τραπέζαις καταναλώσω. ὁ τοῦ Θεοῦ ὑποφήτης καὶ πι

 δόξαν Θεοῦ ποιεῖν <ἐν> τοῖς διωγμοῖς. ἐπὶ τοῖς ἐλέγχοις τῆς πλάνης, μή που τραπέζης μνεία; Τίτῳ δὲ πάλιν τῷ ἐπισκόπῳ Κρήτης ἴδωμεν τί ἐπιστέλλει· περ

 πολυτέλειαν ἐπεζήτουν. ἄτοπον ἦν τὰς τῶν νοσούντων ἢ πτωχευόντων τροφὰς τῇ τῶν ὑγιαινόντων ἀκρασίᾳ προσαναλῶσαι. ποῖος δὲ καὶ νόμος οὗτος, νομοθετεῖν

 τοῦ μὴ ὁρᾶν πονηρά. πολλοὶ γὰρ τῶν λεγομένων ἐπισκόπων τὸ εὔλογον αὐτῶν μῖσος, ὃ μεμίσηνται διὰ τοὺς οἰκείους αὐτῶν τρόπους καὶ τὴν τῶν νοητῶν ἀζηλία

 ἓν μέν, ὅτι κειμήλια χωνεύσας ἀργύριον εἰς ὄνομα τοῦ υἱοῦ κατεσκεύασεν· δεύτερον δέ, ὅτι μάρμαρα τῆς εἰσόδου τοῦ βαπτιστῆρος λαβὼν ἐν τῷ βαλανείῳ τῷ ἰ

 κακῶν ἐστιν ἡ φιλαργυρία. ὁ γὰρ ἐπ' ἀθῴοις δῶρα λαβὼν καὶ τὴν τοῦ Ἁγίου Πνεύματος διανο μὴν ἀργυρίῳ ἀπεμπολῆσαι νομίσας, πῶς φείσεται ἔτι κειμηλίων

 ἀποθνήσκει ὁ Ἀντωνῖνος, μεθ' οὗ εἶχεν ὁ Εὐσέβιος τὴν δίκην. αὖθις ψήφισμα ἔρχεται ἀπὸ Ἀσίας, τοῦτο μὲν τοῦ κλήρου τῆς ἐκκλησίας τῆς Ἐφεσίων, τοῦτο δὲ

 ἀγοράζειν τὴν ἱερωσύνην. φασὶ δὲ τὸν λυμεῶνα καὶ ψευδώνυμον πατριάρχην τῶν Ἰουδαίων κατ' ἔτος ἀμείβειν, ἢ καὶ παρ' ἔτος, τοὺς ἀρχισυναγώγους ἐπὶ συλλο

 καθελόντων καὶ τὴν δίκην περαιωσάντων. <ΚΕΦΑΛΑΙΟΝ Ῑʹ> {Ο ∆ΙΑΚ.} Σύγγνωθί μοι, πάτερ, ὑπερβαίνει μέθην καὶ μανίαν καὶ παίγνιον τὰ τοιαῦτα. οἱ μὲν γὰρ μ

 ἀμφοτεροδεξίου (καὶ ἡ νομιζομένη γὰρ αὐτοῦ ἀριστερὰ τῆς ἄλλων δεξιᾶς ἀμείνων ὑπῆρχεν)· ὃς τὰ μὲν πρῶτα ἐν ἐπιστολαῖς ὑπηρετήσας, ἄμεμπτος ἀπὸ κέρδου

 δυσφημοῦντες αὐτῶν τὴν ζώην, ἕξειν τὴν παρὰ τοῦ Θεοῦ ἀντίληψιν ἀναμένοντες. Πρὸς ταῦτα ὁ Θεόδωρος ἐκπληττόμενος ἔλεγε· {Ο ∆ΙΑΚ.} Παρὰ φύσιν ὁρῶ τῶν λό

 ἢ πρέπον ὅλως ῥίπτειν τὸν τυχόντα μαθητήν, μήτι γε καὶ μονάζοντα; 100 {Ο ∆ΙΑΚ.} Ὡς ἐὰν παρώξυναν αὐτὸν ἢ κακῶς εἶπον. {Ο ΕΠΙΣΚ.} Καὶ τὴν ἰδίαν ὀργὴν ὤ

 κακίας πρὸς ἀρετὴν ἐπαναγαγόντες, δῆλος ἔσται ὁ τούτων διώκτης ἄξιος οὐ διωχθῆναι, ἀλλὰ ἐλεηθῆναι, ὡς τοὺς μὲν καλοὺς ἀεὶ λυμαινόμενος, τοὺς δὲ κακοὺς

 τὸν τῶν ψυχῶν ἰατρὸν καὶ ἐπαοιδὸν παροξύναντες καὶ μεταστήσαντες τοῦ τῆς σωτηρίας ἐργαστηρίου 105 τὸν ὑποφήτην τούτου, τοῖς τῶν σωμάτων ἰατροῖς εἰς αἰ

 μιμησαμένη, ὃς τὸν ὑπὸ λῃστῶν συντριβέντα, ἡμιθανῆ, ἐν τῇ καταβάσει Ἰερειχὼ εὑρών, ἐπὶ τὸ ἴδιον ἐπεβίβασεν ὑποζύγιον μέχρι τοῦ πανδοχείου ἐνηνοχώς, κα

 ἐδωρήσατο; Ὀπτίμου δὲ τελευτῶντος ἐν Κωνσταντι νουπόλει καὶ τοὺς ὀφθαλμοὺς ἰδίαις χερσὶν ἐκάμμυσεν. πρὸς τούτοις καὶ τοὺς ἐλεεινοὺς οὐ μετρίως ἀνέψυξε

 τῶν ἀνθρώπων ἀγέλην ταῖς διαφόροις ἐπιθυμίαις ῥαΐσαι γλιχόμενος ἐπὶ τὸ στεγνότερον μέρος τοῦ βίου, ἑαυτοῦ δικαστὴς καὶ νομοθέτης ἐγίνετο, ἀμετα θέτῳ κ

 πρὸς βοῤῥᾶν, καὶ ἑκάστου πέλυξ ἐν τῇ χειρὶ αὐτοῦ· καὶ ἀνὴρ εἷς ἐν μέσῳ αὐτῶν, ἐνδεδυκὼς ποδήρη, καὶ ζώνη σαπφείρου ἐπὶ τῆς ὀσφύος αὐτοῦ· καὶ εἰσῆλθον

 πολλαχῶς· Τίς καυχήσεται ἁγνὴν ἔχειν τὴν καρδίαν; ἢ τίς παῤῥησιά σεται καθαρὸς εἶναι ἀπὸ ἁμαρτίας; πλὴν ὅμως οὐκ ἔγνω χρήσασθαι τῷ καιρῷ ὁ μακάριος

 ἀνωνύμως καὶ ἐπωφελῶς ἡμῖν γινο μένους; σιτεύοντες τὰς αἰτίας οὐ πειθόμενοι τῷ εἰρηκότι· Πᾶν τὸ ἐν μακέλλῳ πωλούμενον ἐσθίετε, μηδὲν ἀνακρίνοντες. ε

 δύο; {Ο ΕΠΙΣΚ.} Μάλιστα μὲν καὶ εἰ ἀνωφελὴς καὶ ἀγύρτης ὄχλος ἐστίν· οἷος ἦν ὁ εἰπὼν τῷ Ἰησοῦ· ∆ιδάσκαλε, ἀκολουθήσω σοι, ὅπου ἐὰν ἀπέρχῃ. οὐ φυγὼν

 ἀκόλαστον γέροντα καὶ γέροντα φιλομαθῆ ὑπὲρ νεώτερον ἀμαθῆ καὶ ἀκτήμονα ἰδιώτην ὑπὲρ πεπαιδευμένον φιλάργυρον καὶ κοσμικὸν ἐνάρετον ὑπὲρ μοναχὸν ἄπραγ

 αὐτοῦ νοσή ματος ἀπολαύοντες οὔτε ταῖς αὐταῖς ἐπιθυμίαις λυττῶντες. πρέπουσα γὰρ αὕτη διδασκάλῳ διαγωγὴ τὸ μὴ ἐγχρονίζειν τοῖς ὄχλοις, ἀλλ' ἠρεμοῦντα

 ὠμότητι δικαστῶν καθυβρί σαντες αἰκισμοῖς τὸ σῶμα μέχρις ἐκκοπῆς τῶν ὀδόντων, ὡς λόγος, 127 εἰς τὴν ἰδίαν πατρίδα περιώρισαν. Ἱλάριος, ἀνὴρ ἅγιος, γεγ

 πτοντες, τῶν δύο ἡμερῶν τὴν ὁδὸν μίαν ἐποίουν, βαθεῖαν ἑσπέραν εἰσάγοντες καὶ ὄρθρῳ σκοτεινῷ ἐξάγοντες, ὡς μηδὲ τὰς ἀθλίας τροφὰς κατέχειν τὸν στόμαχο

 καὶ δια πράττεσθαι ταῦτα καὶ χρονίζειν καὶ ἰσχύειν, καὶ τοὺς καλοὺς θλί βεσθαι καὶ λεηλατεῖσθαι, εἰς φρίκην με ἄγει τοῦ πλησιάζειν ἐκεῖνον. {Ο ΕΠΙΣΚ.}

 διὰ τί οὐ θυμωθή σομαι; εἰσβλέψαντες εἰς ἐμὲ θαυμάσατε, χεῖρα θέντες ἐπὶ σιαγόνι. ἐάν τε γὰρ μνησθῶ, ἐσπούδακα, ἔχουσι δέ μου τὰς σάρ κας ὀδύναι. διὰ

 λοι δορούμενοι εὐλογοῦμεν· διωκόμενοι ἀνεχόμεθα· βλασφημούμενοι παρακαλοῦμεν· ὡς περικαθάρματα τοῦ κόσμου ἐγενήθημεν, πάν των περίψημα ἕως ἄρτι· τοῦ

 ἀΰπνους ἢ κακοΰπνους, ὑπονοεῖ ἐπιβουλὰς καὶ τῶν γνησίων, οὐ θαῤῥῶν οὐδὲ ἑαυτῷ, ἀπιστῶν τοῖς πᾶσιν ὡς ψεύσταις. τοιοῦτος αὐτὸς ὑπάρχων, δειλός ἐστιν ὡς

 ἀλλήλους, εἰς ἃ καὶ προσῆκεν τί μαθόντες οὐδ' ἡσυχάζειν καὶ καθ' ἑαυτοὺς ἠρεμεῖν ἐκρίνατε κἂν τοῦ λοιποῦ; εἰς τὴν χρείαν οὖν τῆς συναντιλήψεως κτισθέν

 τῷ πατρὶ καὶ τῇ μητρί, Οὐχ ἑόρακά σε, καὶ τοὺς ἀδελφοὺς αὐτοῦ οὐκ ἐπέγνω· ἐφύλαξεν τὰ λόγιά σου, καὶ τὴν διαθήκην σου διετήρησεν. ἐδήλωσεν τὰ δικαιώ

 πεζικαὶ μηχαναὶ εἰς ἐμποδισμὸν τῶν διὰ τὴν ἀλήθειαν ἐκδημούν των). πῶς τοίνυν τολμῶσι λέγειν· Θεοῦ οἰκονομίᾳ ἐκβέβληται ὁ Ἰωάννης; εἰπάτωσαν δέ μοι

ὠμότητι δικαστῶν καθυβρί σαντες αἰκισμοῖς τὸ σῶμα μέχρις ἐκκοπῆς τῶν ὀδόντων, ὡς λόγος, 127 εἰς τὴν ἰδίαν πατρίδα περιώρισαν. Ἱλάριος, ἀνὴρ ἅγιος, γεγη ρακώς, εἰς Πόντον τὴν ἐνδοτάτω ἐξαπεστάλη μετὰ πληγάς, οὐ δικαστοῦ, ἀλλὰ τοῦ κλήρου, ὃς ὀκτωκαιδέκατον ἔτος ἔχει, μὴ γευσάμενος ἄρτου, <ἀλλὰ> ψιλῶν λαχάνων ἢ κολλύβων μετα λαμβάνων. Ἀντώνιος ἐν σπηλαίοις τῆς Παλαιστίνης ἑαυτὸν ἐξώ ρισεν. Τιμόθεος ὁ Μαρωνείας καὶ Ἰωάννης ὁ τῆς Λυδίας λέγονται ἐν Μακεδονίᾳ. Ῥόδων ὁ τῆς Ἀσίας ἐπορεύθη ἐν Μυτιλήνῃ. Γρηγόριος ὁ τῆς Λυδίας λέγεται ἐν Φρυγίᾳ. Βρίσσων δὲ ὁ ἀδελ φὸς Παλλαδίου, ἀποστὰς ἑκουσίως τῆς ἑαυτοῦ ἐκκλησίας, ἐν τῷ ἀγριδίῳ αὐτοῦ διάγει, ταῖς χερσὶν ἑαυτοῦ τὴν γῆν μεταλλεύων. Λαμπέτιος δέ-ὥς φασιν-ἐν χωρίῳ Λυδίας παρά τινος Ἐλευθέρου ἐπικουρούμενος, τοῖς ἀναγνώσμασι προσέχει. Εὐγένιός ἐστιν ἐν τῇ πατρίδι. Ἐλπίδιος, ὁ μέγας Λαοδικείας τῆς Συρίας, ἅμα Πάππῳ τρία πληροῦνται ἔτη, τὴν κλίμακα τῆς οἰκίας οὐ κατῆλθον προσευχαῖς σχολάζοντες. Ἡρακλείδης ὁ Ἐφέσιος ἐν τῇ εἱρκτῇ τῆς Νικομηδείας ἐγκέκλεισται, -τετραετής ἐστι χρόνος. οἱ δὲ λοιποὶ τῶν κοινωνικῶν ἐπισκόπων, οἱ μὲν ἀνέλπιστα ἐνθυ μηθέντες ἐκοινώνησαν Ἀττικῷ, εἰς ἑτέρας μετατεθέντες ἐκκλησίας τῆς Θρᾴκης· οἱ δὲ ἄδηλοί εἰσιν· -Ἀνατόλιον δέ φασιν εἶναι ἐν Γαλλίαις. τῶν δὲ πρεσβυτέρων οἱ μὲν εἰς Ἀραβίαν καὶ Παλαιστίνην περιωρίσθησαν. Τίγριος δὲ εἰς τὴν μέσην τῶν Ποταμῶν 128 περιωρίσθη. Φίλιππος ἐτελεύτησεν φυγὼν ἐν Πόντῳ. Θεόφιλος διάγει ἐν Παφλαγονίᾳ. Ἰωάννης ὁ τοῦ Αἰθρίου μοναστήριον συνε κρότησεν ἐν Καισαρείᾳ. Στέφανον εἰς Ἀραβίαν ἐξορισθέντα τῶν δημίων ἀπέσπασαν οἱ Ἴσαυροι ἀπολύσαντες ἀνὰ τὸν Ταῦρον. Σαλλούστιόν φασιν ἐν τῇ Κρήτῃ. Φίλιππον τὸν ἀσκητὴν καὶ πρεσβύτερον τῶν σχολῶν ἤκουσα ἀῤῥωστοῦντα ἐν Καμπανίᾳ. Σωφρόνιος ὁ διάκονος ἐν φυλακῇ ἐστι τῆς Θηβαΐδος. Παῦλος ὁ διάκονος, ὁ βοηθὸς τοῦ οἰκονόμου, λέγεται ἐν Ἀφρικῇ. ἄλλος Παῦλος, ὁ τῆς Ἀναστασίας, ἐστὶν ἐν Ἱεροσολύμοις. Ἑλλάδιοὁ πρεσβύτερος, ὁ τοῦ παλατίου, διάγει ἐν ἀγριδίῳ τῆς Βιθυνίας ἰδίῳ. πλείους δὲ κρύπτονται ἐν Κωνσταντινουπόλει, ἄλλοι δὲ ἀπῆλθον εἰς τὰς πατρίδας. Σιλβανὸς δὲ ὁ ἅγιος ἐπίσκοπος ἐν Τρῳάδι ἐστίν, ἁλιεύων καὶ ζῶν. Στέφανος ὁ ἀσκητής, ὁ τὰς Ῥωμαίων ἐπιστολὰς διακομίσας, ἐν Κωνσταντινουπόλει, τούτου αὐτοῦ ἕνεκεν τυπτηθείς, ἐπὶ μῆνας δέκα εἰς τὴν εἱρκτὴν ἐβλήθη. προταθείσης δ' αὐτῷ κοινωνίας, ὡς οὐκ ἐπείσθη, ξεσθεὶς εἰσάγαν τάς τε πλευρὰς καὶ τὸ στῆθος (ὧν ἐγὼ αὐτόπτης ἐγενό μην), τῇ τοῦ Χριστοῦ ἐπιμελείᾳ διασωθεὶς ἴσως εἰς δευτέρους ἀγῶνας, μετὰ δέκα μῆνας τῆς θεραπείας ἐξωρίσθη εἰς τὸ Πη λούσιον. Προβιγκάλιός τις στρατιώτης τῶν περὶ τὸν βασιλέα 129 σχολῶν, διαβληθεὶς ὡς φιλητὴς Ἰωάννου, μετὰ πληγὰς πολυ τρόπους καὶ ξεσμὸν ἀφειδῆ ἐξωρίσθη εἰς Πέτρας. οἰκέτης δὲ Ἐλπιδίου τοῦ πρεσβυτέρου μισθωθείς-ὥς φασι-πεντήκοντα νομισμάτων, ἵνα τὸν ἅγιον Ἰωάννην δολοφονήσῃ, φωραθεὶς ἐπὶ τούτῳ τρεῖς ἔχων ῥομφαίας, ἔπαισεν τοὺς κατέχοντας αὐτὸν κατὰ μέρος ἑπτά· ὧν οἱ μὲν τέσσαρες παραυτίκα ἐτάφησαν, οἱ δὲ τρεῖς ἐπὶ ἱκανὸν χρόνον ἐπιμεληθέντες ἐσώθησαν, τοῦ φονέως ἀπολυθέντος. Εὐτρόπιος ὁ μακάριος, ἄφθορος ἀπὸ γυναικῶν, ψάλτης, τυπτηθεὶς καὶ ξεσθεὶς εἰσάγαν τὰς πλευρὰς σὺν τῷ μετώπῳ, ὡς καὶ τὰς ὀφρῦς κατασπασθῆναι, λαμπάδων αὐτῷ τελευταῖον ταῖς πλευραῖς ἀμφοτέρωθεν γυμνοῖς ὀστέοις προσπι ληθεισῶν, ἐλαίῳ κομουσῶν, προσεκπνέει τῷ ξύλῳ, ταφεὶς μεσονυ κτίῳ παρὰ τῶν τοῦτο δρασάντων ἱερατικῶν, συνεπιμαρτυρήσαν τος τοῦ Θεοῦ τῷ θανάτῳ ὀπτασίᾳ ψαλλόντων διὰ τὸ σύμμορφον τοῦ σωτηρίου πάθους. διηγήσατο δὲ ὁ ἀναλύσας διάκονος ἀπὸ τῶν ἐπισκόπων, ὅτι οἱ ἐπαρχικοὶ οἱ διάγοντες αὐτοὺς ἐπὶ τοσοῦ τον ἔθλιψαν κατ' ἐντολάς τινων, ὡς εὔχεσθαι αὐτοὺς θάνατον ἐπελθεῖν καὶ τὸ ζῆν παραιτεῖσθαι. τὰ μὲν γὰρ ἐν ἀργυρίοις ἀναλώματα, ἃ κατὰ τὴν ὁδὸν εἰλήφεισαν, ὑφ' ἓν ἀποσπάσαντες, εἰς ἀλλήλους διεμερίσθησαν, ξηροῖς δὲ τοῖς ὀνοζυγίοις ἐπιῤῥί