δυσφημοῦντες αὐτῶν τὴν ζώην, ἕξειν τὴν παρὰ τοῦ Θεοῦ ἀντίληψιν ἀναμένοντες. Πρὸς ταῦτα ὁ Θεόδωρος ἐκπληττόμενος ἔλεγε· {Ο ∆ΙΑΚ.} Παρὰ φύσιν ὁρῶ τῶν λόγων τὰ πράγματα, πάτερ. ὡς γὰρ ἐπὶ τὸ πλεῖστον οἱ κενόδοξοι, ἀνθρωπάρεσκοι ὄντες, καὶ κόλακες εὑρίσκονται καὶ τραπέζας πολυτελεῖς ἐπιτεχνῶνται, τοῦ ἀγαπηθῆναι χάριν καὶ καλοὶ ἀκοῦσαι, καὶ ἐμπτυσμάτων ἀνεχόμενοι πολλάκις. πῶς τοίνυν ὁ Πορφύριος, ἢ ἄλλος τις, τὰς ἀπειλὰς καὶ τὰς τιμωρίας καὶ τὰς ἐξορίας ἐξήσκησαν, ἀπορῶ. {Ο ΕΠΙΣΚ.} Τοῦτο γάρ ἐστι τὸ θαυμαστόν, Θεόδωρε, ὅτι εἰς τοσοῦτον κακίας ἠλάκασι μέτρον, ὡς οὐ μόνον μὴ σπεύδειν ἀρέσκειν ἀνθρώποις, ἀλλὰ καὶ τῆς ὑπὲρ τῶν πραττομένων αἰσχύνης μηδ' ὅλως φροντίζειν· κακία γὰρ κακίας ἐν κακίᾳ 98 προάγει. τότε γὰρ ἡ κακία προβάλλεται τὴν κενοδοξίαν, ὅτε ἐλπίζει κρατεῖν διὰ τῆς κολακείας τῶν ἀνοήτων· ὅταν δὲ ἀνώ τεροι εὑρεθῶσιν καὶ κολακείας καὶ τραπέζης οἱ θηρευόμενοι, τὰς ἀπειλὰς καὶ τὰς τιμωρίας προφέρει, ἵν' οὓς οὐκ ἐδελέασεν τραπέζῃ ἢ κολακείᾳ, καταπτήξῃ ἀπανθρωπίᾳ καὶ δέει, ὡς ἐπὶ τῶν μαρτύρων. ἐκεῖ γὰρ ἀμφότερα ἐτεκταίνετο, καὶ ἡ διὰ δώρων καὶ τιμῶν μηχανευομένη παγίς, τοὺς περὶ τὰ δοξάρια κεχηνότας θηρῶσα, καὶ ἡ διὰ κολάσεων ἀπειλή, τήγανα καὶ ἀρθρέμβολα καὶ θηρία καὶ ὅσα περὶ σφοδρὰν ὀδύνην ἐπιτήδεια εὐτρεπίζουσα, τοὺς ἀνδρείους καὶ φιλοθέους ἀναδεικνῦσα. ὁ μέντοι κλῆρος ὁ Ἀντιοχέων ὁ ἐπίσημος κεκρυμμένως συνάγει, μηδὲ πλησιάζων τοῖς τοίχοις τῆς ἐκκλησίας, καὶ πᾶσα ἡ ἐπίσημος γυναικωνῖτις, δι' ἃς μάλιστα ἔκφρονες γεγόνασιν οἱ ἀργυρολόγοι τῶν ἡγου μένων. περὶ δὲ τῶν Κωνσταντινουπόλεως τί δεῖ καὶ λέγειν, ὅσον πλῆθος ἀπέστη τῆς ἐκκλησίας, συνάγον ἐν τῷ ὑπαίθρῳ, ὡς προειρήκαμεν, ὡς μηδὲ τοὺς κρατοῦντας τῶν ἐκκλησιαστικῶν πραγμάτων ἔχειν τοσούτους ἀκροατὰς τῆς σιγῆς; - λόγος γὰρ οὐδαμοῦ παρ' αὐτοῖς. {Ο ∆ΙΑΚ.} Ἠλευθέρωσάς μου τὴν διάνοιαν, πάτερ, τῇ ἀμφι βολίᾳ δεδουλωμένην, τοῖς ὀφθαλμοῖς μου παραστήσας τὰ πράγ ματα. ἡ γὰρ συμφωνία τῶν λόγων καὶ ἡ ἄσκηπτος διήγησις ἐπληροφόρησέν με ἀληθῆ εἶναι τὰ γεγενημένα· ἀδύνατον γὰρ ψευδῆ λόγον ἑαυτῷ συμφωνῆσαι. ἀνεπαχθῶς τοίνυν διήγησαι ἡμῖν καὶ τὰ κατὰ τὴν Ὀλυμπιάδα, εἴ γέ τίς σοι γνῶσις. {Ο ΕΠΙΣΚ.} Ποίαν ταύτην; ἐπειδή εἰσι καὶ ἕτεραι. {Ο ∆ΙΑΚ.} Τὴν διάκονον Κωνσταντινουπόλεως, νύμφην ποτὲ γενομένην Νεβριδίου τοῦ ἀπὸ ἐπάρχων. {Ο ΕΠΙΣΚ.} Καὶ πάνυ γε οἶδα. {Ο ∆ΙΑΚ.} Ποταπὴ γυνὴ τυγχάνει οὖσα; {Ο ΕΠΙΣΚ.} Μὴ λέγε "γυνή," ἀλλ' "οἷος ἄνθρωπος"· ἀνὴρ γάρ ἐστι παρὰ τὸ τοῦ σώματος σχῆμα. 99 {Ο ∆ΙΑΚ.} Ἐν τίνι; {Ο ΕΠΙΣΚ.} Ἔν τε βίῳ καὶ πόνοις καὶ γνώσει καὶ τῇ τῶν περιστάσεων ὑπομονῇ. {Ο ∆ΙΑΚ.} Πῶς οὖν ὁ Θεόφιλος αὐτὴν ἐλοιδόρησεν; {Ο ΕΠΙΣΚ.} Ποῖος οὗτος; {Ο ∆ΙΑΚ.} Ὁ Ἀλεξανδρέων ἡγούμενος. {Ο ΕΠΙΣΚ.} Ἔοικάς μοι, Θεόδωρε, τοὺς τοσούτους διαύλους τῶν λόγων λήθῃ κεκαλυφέναι. {Ο ∆ΙΑΚ.} Ἐν τίνι; {Ο ΕΠΙΣΚ.} Ὁ τῆς ἀληθείας μὴ φεισάμενος, ἀλλὰ ταύτην καταπατήσας, ὡς οἱ προάγοντες λόγοι παρέστησαν, καὶ ὁ τὴν ἐκκλησίαν τὴν ὑπ' οὐρανόν, δι' ἣν ὁ μονογενής, τὸ δὴ λεγόμενον, ἐσκύλη, ἵνα ταύτην ἑνώσῃ, μὴ τιμήσας, ἀλλ' ἐνυβρίσας τῷ σχήματι, γυναικὸς ἔχει φείσασθαι χήρας, ἐν προσευχαῖς τὸ ζῆν ἀναλισκούσης; ἐμπερινόστησον καὶ ἴδε εἴ τινά ποτε τῶν κακῶν ἐλοιδόρησεν, μισευλαβὴς ὑπάρχων ἀεί. διὰ τί δὲ καὶ ἐκ τῶν ἐπιστολῶν αὐτοῦ οὐ στοχάζῃ, πῶς εἰσιν ἐναντίαι ἀλλήλαις; Ἐπιφάνιον γὰρ τὸν μακάριον τὸν Κωνσταντίας τῆς Κύπρου ἐπίσκοπον, τριάκοντα ἓξ ἔτη ἄρξαντα τῆς ἐκκλησίας, δυσφη μήσας, ὡς αἱρετικὸν ἢ σχισματάριν ἐπὶ ∆αμάσου καὶ Σιρικίου τοῦ μακαρίου, ὕστερον ἐν τῇ πρὸς τὸν πάπαν Ἰννοκέντιον ἐπιστολῇ λοιδορῶν τὸν μακάριον Ἰωάννην, εὑρίσκεται ἁγιώ τατον ὀνομάζων τὸν Ἐπιφάνιον. ποσάκις δὲ θέλεις καὶ τὰ γόνατα ταύτης ἐφίλησεν, ἐλπίδι τοῦ ἀργυρίου, ἣν νῦν λοιδορεῖ, ἐκείνης χαμαὶ πιπτούσης ἐπὶ τῷ πράγματι καὶ δάκρυα ῥαι νούσης, ἐπισκόπου ταῦτα ποιοῦντος; πλὴν ἐν τίνι ἐλοιδόρησεν αὐτήν; {Ο ∆ΙΑΚ.} Ὡς ὑποδεξαμένην τοὺς ὑπ' αὐτοῦ ῥιφέντας μοναχούς. {Ο ΕΠΙΣΚ.} Καὶ ἔξεστιν ἐπισκόπῳ