1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

2

τῇ ζωγραφίᾳ γεραίρουσιν. Καὶ ἐπειδὴ θνητὴν οὖσαν ὁ θάνατος τὴν φύσιν ληΐζεται, χρώματα κεραννύντες καὶ τὰ ἐκείνων ταῖς σανίσιν ἐντιθέντες ἰνδάλματα, πολλῷ τῆς ζωῆς μακροτέραν γενέσθαι τὴν μνήμην σοφίζονται. Ἡμεῖς δὲ βίον μὲν συγγράφομεν φιλοσοφίας διδάσκαλον καὶ τὴν ἐν οὐρανοῖς πολιτείαν ἐζηλωκότα· ζωγραφοῦμεν δὲ οὐ τῶν σωμάτων τοὺς χαρακτῆρας, οὐδὲ τὰ τούτων ἐκτυπώματα τοῖς ἀγνοοῦσιν ἐπιδείκνυμεν, ἀλλὰ τῶν ἀοράτων ψυχῶν τὰς ἰδέας σκιογραφοῦμεν, καὶ πολέμους ἀθεάτους καὶ συμπλοκὰς ἀφανεῖς ἐπιδείκνυμεν. p.4 Τοιαύτην γὰρ αὐτοῖς καὶ τὴν παντευχίαν ὁ τῆς φάλαγγος αὐτῶν στρατηγὸς καὶ πρόμαχος περιτέθηκε Παῦλος· "Ἀναλάβετε γάρ, φησι, τὴν πανοπλίαν τοῦ θεοῦ ἵνα δυνηθῆτε ἀντιστῆναι ἐν τῇ ἡμέρᾳ τῇ πονηρᾷ καὶ ἅπαντα κατεργασάμενοι στῆναι". Καὶ πάλιν· "Στῆτε οὖν περιζωσάμενοι τὴν ὀσφὺν ἐν ἀληθείᾳ, καὶ ἐνδυσάμενοι τὸν θώρακα τῆς δικαιοσύνης, καὶ ὑποδησάμενοι τοὺς πόδας ἐν ἑτοιμασίᾳ τοῦ εὐαγγελίου τῆς εἰρήνης, ἐπὶ πᾶσιν ἀναλα βόντες τὸν θυρεὸν τῆς πίστεως, ἐν ᾧ δυνήσεσθε πάντα τὰ βέλη τοῦ πονηροῦ τὰ πεπυρωμένα σβέσαι, καὶ τὴν περικεφαλαίαν τοῦ σωτηρίου δέξασθαι, καὶ τὴν μάχαιραν τοῦ πνεύματος, ὅ ἐστι ῥῆμα θεοῦ." Ταύτην αὐτοὺς τὴν πανοπλίαν ἐνδύσας εἰς τοὺς ἀγῶνας εἰσήγαγεν. Τοιαύτη γὰρ καὶ τῶν πολεμίων ἡ φύσις, ἀσώματος, ἀόρατος, ἀφανῶς ἐπιοῦσα, κρύβδην ἐπιβουλεύουσα, λοχῶσα καὶ ἐξαπιναίως προσβάλλουσα. Καὶ τοῦτο διδάσκων αὐτὸς οὗτος ὁ στρατηγὸς ἔλεγεν· "Οὐκ ἔστιν ἡμῖν ἡ πάλη πρὸς αἷμα καὶ σάρκα, ἀλλὰ πρὸς τὰς ἀρχὰς, πρὸς τὰς ἐξουσίας, πρὸς τοὺς κοσμο κράτορας τοῦ σκότους τοῦ αἰῶνος τούτου, πρὸς τὰ πνευματικὰ τῆς πονηρίας ἐν τοῖς ἐπουρανίοις." Ἀλλ' ὅμως καὶ τοιούτους ἔχουσα τοὺς ἀντιπάλους ἡ τῶν ἁγίων τούτων συμμορία, μᾶλλον δὲ τούτων ἕκαστος ὑπὸ τοσούτων καὶ τοιούτων πολεμίων κυκλούμενος-οὔτε γὰρ κοινῇ πᾶσιν ἐπῄεσαν, ἀλλὰ νῦν μὲν τούτῳ, νῦν δὲ ἐκείνῳ προσέβαλλον-οὕτω λαμπρὰν ἀνεδήσαντο νίκην ὡς τοὺς μὲν ἀντιπάλους δραπετεῦσαι, τούτους δὲ κατὰ κράτος διῶξαι, καὶ τρόπαιον ἐγεῖραι μηδενὸς ἐμποδὼν γενομένου. p.5 Παρεῖχε δὲ αὐτοῖς τὴν νίκην οὐχ ἡ φύσις-θνητὴ γὰρ αὕτη, καὶ παθῶν μυρίων ἀνάπλεως-, ἀλλ' ἡ γνώμη τὴν θείαν χάριν ἐφελκομένη. Ἐρασταὶ γὰρ θερμοὶ τοῦ θείου κάλλους γενόμενοι, καὶ ἀσπασίως ἅπαντα καὶ δρᾶσαι καὶ παθεῖν ὑπὲρ τοῦ ἐρωμένου ἑλόμενοι, ἤνεγκαν μὲν γενναίως τὴν τῶν παθῶν ἐπανάστασιν, ἀπεκρούσαντο δὲ καρτερῶς τῶν τοῦ διαβόλου βελῶν τὰς νιφάδας, καὶ ἀπο στολικῶς εἰπεῖν, τὸ σῶμα πιέσαντες καὶ δουλαγωγήσαντες τὰς μὲν τοῦ θυμοῦ φλεγμονὰς κατεπράϋναν, τῶν ἐπιθυμιῶν δὲ τὸ λυσσῶδες ἡσυχίαν ἄγειν ἠνάγκασαν. Ἀπαστίᾳ δὲ καὶ χαμευνίᾳ οὕτω τὰ πάθη κοιμήσαντες καὶ τὰ τούτων σκιρτήματα καταπαύσαντες, σπείσασθαι τὸ σῶμα πρὸς τὴν ψυχὴν κατηνάγκασαν, καὶ τὸν ἔμφυτον τούτων κατέ λυσαν πόλεμον. p.6 Οὕτω δὲ αὐτοῖς τὴν εἰρήνην βραβεύσαντες, ἅπαν τῶν ἐναντίων τὸ στῖφος ἐξήλασαν. Τοὺς γὰρ τὰ ἔνδον προϊεμένους λογισμοὺς οὐκ ἔχοντες καὶ τῆς τῶν ἀνθρωπίνων μελῶν συνεργίας ἐστερημένοι, πολεμεῖν οὐκ ἠδύναντο. Βέλεσι γὰρ καθ' ἡμῶν ὁ διάβολος τοῖς ἡμετέροις μέλεσι κέχρηται. Ὀφθαλμῶν γὰρ μὴ δελεαζομένων, μηδὲ ἀκοῶν καταθελγομένων, μηδὲ γαργαλιζομένης ἁφῆς, μηδὲ τοῦ νοῦ τὰ πονηρὰ δεχομένου βουλεύματα, μάταιος τοῖς ἐπι βουλεύουσιν ἡ σπουδή. Ὥσπερ γὰρ πόλιν ἐφ' ὕψους ᾠκοδομημένην καὶ περιβόλοις ὀχυροῖς περιτετειχισμένην καὶ φάραγξι βαθείαις πάντοθεν κυκλουμένην, οὐκ ἄν τις ἕλοι πολέμιος, μή τινος τῶν ἔνδον προϊεμένου καὶ πυλίδας τινὰς ὑπανοίγοντος, οὕτως ἀδύνατον τοῖς ἔξωθεν πολεμοῦσι δαίμοσι τῆς ὑπὸ τῆς θείας χάριτος κυκλουμένης περιγενέσθαι ψυχῆς, εἰ μή τινος λογισμοῦ ῥᾳστώνη πυλίδα τινὰ τῶν ἐν ἡμῖν αἰσθητηρίων ἀνοίξειε καὶ ταύτης εἴσω τὸν πολέμιον δέξαιτο. Ταῦτα σαφῶς ὑπὸ τῆς