1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

97

Ἀλλ' ὅμως ταῦτα πάντα, καὶ ἔτι τούτων πολλῷ πλείονα τῆς θυσίας ἐχούσης, οὐκ ἀντέτεινεν ὁ πατριάρχης, οὐδὲ τὰ τῆς φύσεως προὐβάλετο δίκαια, οὐδὲ τὰς ὑποσχέσεις εἰς μέσον παρήγαγεν, οὐδὲ γηρωκομίας καὶ ταφῆς ἀνε μνήσθη· ἀλλὰ πάντα λογισμὸν ἀνθρώπινον ῥίψας, καὶ πόθῳ πόθον ἀντιτάξας, καὶ νόμῳ νόμον ἀντιστήσας, τῷ τῆς φύσεως τὸν θεῖον, ἔδραμεν εἰς τὴν ἱερουργίαν, ἀνενδοιάστως καὶ ἂν ἐπήνεγκε τὴν πληγήν, εἰ μὴ ταχέως ὁ μεγαλόδωρος, τὴν προθυμίαν δεξάμενος, ἐκώλυσε τὴν σφαγήν. Ἀλλὰ γὰρ οὐκ οἶδα εἴ τις ἂν ἀρκέσειε λόγος εἰς τὴν τοῦ ἔρωτος τοῦδε διήγησιν. Ὁ γὰρ μηδὲ μονογενοῦς φεισάμενος παιδός, ἐπειδὴ τοῦτο προσέταξεν ὁ ἐρώμενος, τίνος οὐκ ἂν διὰ τοῦτον ὑπερεφρόνησε; 31.18 Καὶ αὐτὸς δὲ ὁ μέγας Ἰσαὰκ τὴν αὐτὴν ἀγάπην περὶ τὸν δεσπότην ἐκτήσατο. Καὶ ὁ τούτου δὲ υἱός, Ἰακὼβ ὁ πατριάρχης. Ἄιδουσι δὲ ἀμφοτέρων τὸ φιλόθεον αἱ θεῖαι γραφαί· καὶ αὐτὸς δὲ ὁ τῶν ὅλων θεὸς οὐδαμοῦ τῆς ῥίζης διαχωρίζει τοὺς κλάδους, ἀλλὰ "θεὸν ἑαυτὸν Ἀβραὰμ καὶ Ἰσαὰκ καὶ Ἰακὼβ" ὀνομάζει. Τούτων ἐστὶ καρπὸς εὐσεβὴς καὶ Ἰωσήφ, ὁ ἐν νέοις πρεσβύτης καὶ ἐν πρεσβύταις γενναῖος· οὗ τὸ φιλόθεον οὔτε φθόνος ἀνήλωσεν, οὔτε δουλεία κατέσβεσεν, οὐ δεσ ποίνης ἐσύλησε κολακεία, οὐκ ἀπειλὴ καὶ δέος ἐμάρανεν· οὐ συκοφαντία καὶ δεσμωτήριον καὶ χρόνος μακρὸς κατε πάλαισεν· οὐκ ἐξουσία καὶ δυναστεία καὶ τρυφὴ καὶ πλοῦτος τῆς διανοίας ἐξέβαλεν· ἀλλ' ἔμεινεν ὁμοίως καὶ βλέπων τὸν ἐρώμενον, καὶ τοὺς ἐκείνου νόμους πληρῶν. Ταύτην Μωϋσῆς τὴν ἀγάπην κτησάμενος, τῆς ἐν βασιλείοις διαίτης καταφρονήσας, "μᾶλλον εἵλετο συγκακουχεῖσθαι τῷ λαῷ τοῦ θεοῦ ἢ πρόσκαιρον ἔχειν ἁμαρτίας ἀπόλαυσιν". Καὶ τί δεῖ μηκύνειν καὶ πέρα τοῦ μέτρου τὸν λόγον ἐκτείνειν; Τῇ θείᾳ γὰρ ἀγάπῃ πᾶσα τῶν προφητῶν ἡ συμμορία κεχρημένη καὶ κοσμουμένη, καὶ τὴν τελεωτάτην κατώρθωσεν ἀρετήν, καὶ ἀείμνηστον τὸ κλέος κατέλιπε. Καὶ μέντοι καὶ τῶν ἀποστόλων ὁ χορὸς καὶ τῶν μαρτύρων οἱ δῆμοι, τοῦτο τὸ πῦρ εἰσδεξάμενοι, πάντων μὲν ὑπερεῖδον τῶν ὁρωμένων, πάσης δὲ ζωῆς ἡδίστης τὰ μυρία τῶν θανάτων εἴδη προείλοντο. Ἐρασθέντες γὰρ τοῦ θείου κάλλους, καὶ τὸ περὶ ἡμᾶς τοῦ θεοῦ λογισάμενοι φίλτρον, καὶ τὰς μυρίας ἐνθυμηθέντες εὐεργεσίας, αἰσχρὸν ἡγήσαντο μήτε τὸ κάλλος ἐκεῖνο ποθῆσαι τὸ ἄφραστον, καὶ ἀχάριστοι περὶ τὸν εὐεργέτην γενέσθαι. Τούτου χάριν, μέχρι θανάτου τὰς πρὸς αὐτὸν συνθήκας ἐφύλαξαν. 31.19 Τούτου τοῦ κάλλους ἐρασθέντες καὶ οἱ νέοι τῆς ἀρετῆς ἀθληταί, ὧν συνεγράψαμεν ἐν συντόμῳ τὸν βίον, εἰς τοὺς μεγάλους ἐκείνους καὶ τὴν ἀνθρωπείαν φύσιν νικῶντας εἰσεπήδησαν ἄθλους. Τοῦτο δὲ σαφῶς αὐτοὺς ἐξεπαίδευσαν αἱ θεῖαι γραφαί. Ψάλλουσι γὰρ μετὰ τοῦ μεγάλου ∆αβίδ· "Κύριε ὁ θεός μου, ὡς ἐμεγαλύνθης σφόδρα. Ἐξομολόγησιν καὶ μεγαλοπρέπειαν ἐνεδύσω, ἀνα βαλλόμενος φῶς ὡς ἱμάτιον, ἐκτείνων τὸν οὐρανόν, ὡσεὶ δέρριν"· καὶ τὰ ἄλλα ὅσα τὴν σοφίαν αὐτοῦ διδάσκει καὶ δύναμιν. Καὶ πάλιν· "Ὁ κύριος ἐβασίλευσεν, εὐπρέ πειαν ἐνεδύσατο· ἐνεδύσατο κύριος δύναμιν καὶ περιε ζώσατο"· καὶ γὰρ "κατώρθωσε τὴν οἰκουμένην, ἥτις οὐ σαλευθήσεται". Κἀνταῦθα δὲ ὡσαύτως καὶ σοφία καὶ κάλλος ἐκηρύχθη, καὶ δύναμις. Καὶ ἑτέρωθι· "Ὡραῖος κάλλει παρὰ τοὺς υἱοὺς τῶν ἀνθρώπων." Ἐνταῦθα δέ, καὶ τὸ ἀνθρώπινον τοῦ Θεοῦ Λόγου εὐφήμησε κάλλος. Ὑμνεῖ δὲ καὶ τὴν σοφίαν· "Ἐξεχύθη γάρ, φησί, χάρις ἐν χείλεσί σου." Ὑποδείκνυσι καὶ τὴν δύναμιν· "Περί ζωσαι τὴν ῥομφαίαν σου ἐπὶ τὸν μηρόν σου, δυνατέ· τῇ ὡραιότητί σου, καὶ τῷ κάλλει σου, καὶ ἔντεινον, καὶ κατευοδοῦ, καὶ βασίλευε, ἕνεκεν ἀληθείας, καὶ πρᾳότητος, καὶ δικαιοσύνης." Ταῦτα γὰρ αὐτοῦ καὶ πλοῦτος, καὶ κάλλος, καὶ δύναμις. Καὶ Ἡσαΐας δὲ βοᾷ· "Τίς οὗτος ὁ παραγενόμενος ἐξ Ἐδώμ; ἐρύθημα ἱματίων αὐτοῦ ἐκ Βοσόρ; Οὗτος