1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

27

τὴν θείαν ἐκείνην ἀγέλην θεάσασθαι ἀφικόμην κοινωνοὺς ἔχων τῆς ἀποδημίας καὶ ἄλλους τὸν αὐτόν μοι βίον ἀσπαζομένους. Ἅπαντα τοίνυν τῆς ἑβδομάδος τὸν κύκλον παρὰ τῷδε τῷ θείῳ διαγαγόντες, ἐθεώμεθα πρόσωπον οὐδεμίαν μεταβολὴν δεχόμενον, οὐδὲ νῦν μὲν διαχεόμενον, νῦν δὲ σκυθρωπότητι συναγόμενον καὶ τὸ ὄμμα δέ γε ὡσαύτως οὐκ ἄλλοτε μὲν βλοσυρόν, χαροπὸν δὲ ἄλλοτε, ἀλλ' ἐπὶ τῆς αὐτῆς ἀεὶ τοὺς ὀφθαλμοὺς μένοντας εὐκοσμίας· ἱκανοὶ δὲ οὗτοι τεκμηριῶσαι τῆς ψυχῆς τὴν γαλήνην. Ἀλλ' εἰκός τινα νομίσαι τοιοῦτον αὐτὸν ἑωρᾶσθαι μηδεμιᾶς παρακινούσης αἰτίας. Οὗ εἵνεκα διηγήσασθαί τι τοιοῦτον συμβὰν ἐφ' ἡμῶν ἀναγκάζομαι. Καθῆστο παρ' ἡμᾶς ὁ θεῖος ἐκεῖνος ἀνὴρ τοὺς περὶ φιλοσοφίας λόγους ἀνακινῶν καὶ τῆς εὐαγγελικῆς πολιτείας τὸ ἄκρον ἐπιζητῶν. Τοιούτων δὲ μεταξὺ γινομένων λόγων Ὀλύμπιός τις τὸ μὲν γένος Ῥωμαῖος, τὸν δὲ τρόπον καὶ αὐτὸς ἀξιάγαστος, ἱερωσύνῃ τετιμημένος καὶ τῆς ἡγεμονίας ἐκείνης τὰ δεύτερα διέπων, ἧκε παρ' ἡμᾶς τοῦ θείου ∆αυΐδου καταβοῶν καὶ λώβην κοινὴν τὴν ἐπιείκειαν ὀνομάζων ἐκείνην καὶ λυμαίνεσθαι πᾶσιν τὴν πρᾳότητα λέγων καὶ ἄνοιαν ἀλλ' οὐκ ἐπιείκειαν τὴν ἄκραν ἐκείνην φιλοσοφίαν καλῶν. Ὁ δὲ καθάπερ ἀδαμαντίνην ἔχων ψυχὴν ἐδέχετο μὲν τοὺς λόγους, οὐκ ἐκεντεῖτο δὲ ὑπὸ τῶν κεντεῖν πεφυκό των, οὐδὲ μετέβαλλε τὸ πρόσωπον, οὐδὲ τὴν προκειμένην ἠφίει διάλεξιν ἀλλά, μετὰ πρᾳείας φωνῆς καὶ λόγων τὴν ψυχικὴν μηνυόντων αἰθρίαν, τὸν πρεσβύτην ἐκεῖνον ἀπέπεμπε, παρακαλῶν αὐτὸν ἐπιμεληθῆναι ὧν βούλεται· "Ἐγὼ δέ, ἔφη, τοῖσδε τοῖς πρὸς ἡμᾶς ἀφιγμένοις, ὡς ὁρᾷς, διαλέγομαι, ἀναγκαίαν εἶναι νομίζων ταύτην τὴν θεραπείαν". 4.11 Πῶς ἄν τις ἄμεινον ἐπιδείξειε τῆς ψυχῆς τὴν πρᾳ ότητα; Τὸ γὰρ τὴν προστασίαν ἐκείνην πεπιστευμένον τοιαύτην ὑπὸ τοῦ τὰ δευτερεῖα ἔχοντος δέξασθαι παροινίαν, μάλιστα δὲ ξένων παρόντων καὶ τῆς λοιδορίας ἀκροωμένων, καὶ μηδεμίαν ἐκ τοῦ θυμοῦ ζάλην ὑπομεῖναι καὶ ταραχήν, ποίαν ἀν δρείας καὶ καρτερίας ὑπερβολὴν καταλείπει; Ὁ μὲν οὖν θεῖος ἀπόστολος ἀνθρωπείας φύσεως τὴν ἀσθένειαν ἐπεσκεμμένος τῇ φύσει μετρεῖ τὴν νομοθεσίαν· "Ὀργίζεσθε γάρ, φησι, καὶ μὴ ἁμαρτάνετε· ὁ ἥλιος μὴ ἐπιδυέτω ἐπὶ τῷ παρορ γισμῷ ὑμῶν." Τὰ μὲν γὰρ τοῦ θυμοῦ κινήματα τῆς φύσεως εἰδὼς ἀλλ' οὐ τῆς γνωμῆς, ἐπίπονα λίαν, τάχα δὲ καὶ ἀδύνατα νομοθετεῖν οὐκ ἀνέχεται· τῇ κινήσει δὲ τῆς φύσεως καὶ τῇ ζάλῃ τοῦ θυμοῦ μέτρον τὴν ἡμέραν ὁρίζει, ἄγχειν κελεύων τῷ λογισμῷ καὶ τῷ χαλινῷ πιέζειν καὶ περαιτέρω τῶν ὅρων προβαίνειν μὴ συγχωρῶν. Ὁ δὲ θεῖος οὗτος ἀνὴρ ὑπὲρ τοὺς κειμένους ἠγωνίζετο νόμους καὶ ὑπὲρ τὰ σκάμματα ἥλλετο, οὐ μέχρι τῆς ἑσπέρας κινεῖσθαι τῷ θυμῷ παραχωρῶν, ἀλλὰ μηδ' ὅλως ἐπιτρέπων κινεῖσθαι. Τοιαῦτα καὶ οὗτος τῆς Εὐσεβίου τοῦ μεγάλου συνουσίας ἀπώνατο. 4.12 Πολλοὺς δὲ καὶ ἄλλους ἐραστὰς τῆς φιλοσοφίας ταύτης καὶ ζηλωτὰς ἐν ἐκείνῃ τῇ καλύβῃ γεγενημένους τεθέαμαι, τοὺς μὲν ἐν ἀκμῇ τοῦ σώματος, τοὺς δὲ καὶ ἐν γήρᾳ βαθεῖ· πλείονα γὰρ ἢ ἐνενήκοντα ἔτη διαβιώσαντες ἄνθρωποι τὸν ἐπίπονον βίον καταλιπεῖν οὐκ ἠθέλησαν, ἀλλὰ τοῖς τῆς νεότητος ἱδρῶσι διέπρεπον, παννύχιοι μὲν καὶ πανημέριοι τὸν θεὸν ἀντιβολοῦντες καὶ τὰς εὐαγεῖς ἐκείνας λειτουργίας ποιούμενοι, διὰ δύο δὲ ἡμερῶν τῶν εὐτελῶν ἐκείνων σιτίων μεταλαγχάνοντες. Καὶ ἵνα τοὺς ἄλλους καταλίπω οὐ σιγῆς ὄντας ἀξίους, εὐφημίας δὲ καὶ ἐπαίνων παντοίων, ἀλλ' ἵνα μὴ πέρα τοῦ μέτρου μακρὸν ἐργάσωμαι τὸ διήγημα, ἐγένετό τις ἐν ἐκείνῳ τῷ θείῳ χωρίῳ-Ἀββᾶν δὲ αὐτὸν ὀνομάζουσιν- ὃς ἐκ μὲν τῆς Ἰσμαηλίτιδος ἐβλάστησε ῥίζης, οὐκ ἀπῳκίσθη δὲ τῆς Ἀβραμιαίας κατὰ τὸν πρόγονον οἰκίας, ἀλλὰ τῆς πατρῴας κληρονομίας τῷ Ἰσαὰκ ἐκοινώνησε, μᾶλλον δὲ αὐτὴν ἥρπασε τῶν οὐρανῶν τὴν