Epistula encyclica

 ὁ σωτὴρ ἐνετείλατο τοῖς μαθηταῖς λέγων· πορευθέντες μαθητεύσατε πάντα τὰ ἔθνη βαπτίζοντες αὐτοὺς εἰς τὸ ὄνομα τοῦ πατρὸς καὶ τοῦ υἱοῦ καὶ τοῦ ἁγίου πν

 ἡγεμόνος καὶ τὴν 3.4 βίαν μαρτυρομένων. παρθένοι γὰρ ἅγιαι καὶ ἀμίαντοι ἐγυμνοῦντο καὶ ἔπασχον ἃ μὴ θέμις, μὴ ἀνεχόμεναι δὲ ἐκινδύνευον· μονάζοντες κα

 ᾐδέσθησαν, ἀλλὰ καὶ ἐν αὐτῇ τοὺς τῆς ἐκκλησίας ἀνθρώπους εἰς φυλακὴν καθεῖρξαν· ὅτε ὁ μὲν κύριος τοὺς πάντας ἐκ τῶν τοῦ θανάτου δεσμῶν ἠλευθέρωσεν, ὁ

 καὶ οὕτως ἡμᾶς ἀποκτεῖναι ζητοῦσι καὶ τοῖς γνωρίμοις ἡμῶν φοβεροὺς ἑαυτοὺς δεικνύουσιν, ὡς πάντας φυ6.4 γαδεύεσθαι καὶ θάνατον παρ' αὐτῶν προσδοκᾶν. ἀ

 ἀδελφοὶ προσαγορεύουσιν ὑμᾶς. ἐρρωμένους καὶ μνημονεύοντας ἡμῶν ὁ κύριος ὑμᾶς διαφυλάξειεν, κύριοι ἀληθῶς ποθεινότατοι.

ἡγεμόνος καὶ τὴν 3.4 βίαν μαρτυρομένων. παρθένοι γὰρ ἅγιαι καὶ ἀμίαντοι ἐγυμνοῦντο καὶ ἔπασχον ἃ μὴ θέμις, μὴ ἀνεχόμεναι δὲ ἐκινδύνευον· μονάζοντες κατεπατοῦντο καὶ ἀπέθνησκον, καὶ 3.5 οἱ μὲν ἐδισκεύοντο, οἱ δὲ ξίφεσι καὶ ῥοπάλοις ἀνῃροῦντο, ἄλλοι δὲ ἐτραυματίζοντο. ἐπὶ δὲ τῆς ἁγίας τραπέζης ἡλίκη ἀσέβεια καὶ παρανομία γέγονεν. ὄρνεα καὶ στροβίλους ἐθυ σίαζον εὐφημοῦντες μὲν ἑαυτῶν τὰ εἴδωλα, δυσφημοῦντες δὲ ἐν αὐταῖς ταῖς ἐκκλησίαις τὸν κύριον καὶ σωτῆρα ἡμῶν Ἰησοῦν Χριστὸν τὸν υἱὸν τοῦ θεοῦ τοῦ ζῶντος. τὰς θείας τῶν γραφῶν βίβλους, ἃς εὕρισκον ἐν τῇ ἐκκλησίᾳ, κατέκαιον. εἰς δὲ τὸ ἅγιον βαπτιστήριον, φεῦ τῆς τόλμης, οἱ κυριοκτόνοι Ἰουδαῖοι καὶ οἱ ἄθεοι ἐθνικοὶ ἀφυλάκτως εἰσερχόμενοι τοι αῦτα αἰσχρὰ διεπράττοντο καὶ ἐλάλουν γυμνοῦντες ἑαυτούς, ὡς αἰσχύνεσθαι καὶ λέγειν 3.6 αὐτά. καί τινες ἀσεβεῖς ἄνδρες τὰ πικρὰ τῶν διωγμῶν μιμούμενοι παρθένων καὶ ἐγκρατῶν κρατοῦντες εἷλκον καὶ διασύροντες ἐβιάζοντο βλασφημεῖν καὶ ἀρνεῖσθαι τὸν κύριον καὶ μὴ ἀρνουμένας κατέκοπτον καὶ κατεπάτουν.

4.1 Καὶ πρὸς τούτοις ἡ θαυμαστὴ καὶ λαμπρὰ εἴσοδος Γρηγορίου τοῦ Ἀρειανοῦ ἡδο μένη τοῖς τοιούτοις κακοῖς, ὥσπερ ἔπαθλον καὶ μισθὸν τῆς τοιαύτης παρανόμου νίκης παρέχουσα τοῖς ἐθνικοῖς καὶ τοῖς Ἰουδαίοις καὶ τοῖς τὰ τοιαῦτα καθ' ἡμῶν ἐργασαμένοις εἰς πρέδαν δέδωκε τὴν ἐκκλησίαν. καὶ τῆς τοιαύτης παρανομίας καὶ ἀταξίας συγχωρη 4.2 θείσης τὰ πολέμων λοιπὸν χείρονα καὶ λῃστῶν ὠμότερα ἐγίνετο. οἱ μὲν γὰρ τὰ ἀπαν τῶντα διήρπαζον, οἱ δὲ τὰς ἀποκειμένας τινῶν παραθήκας διῃροῦντο, τὸν οἶνον πολὺν ὄντα ἢ ἔπινον ἢ ἐξεκένουν ἢ ἀπέφερον, τὸ ἀποκείμενον ἔλαιον ἥρπαζον, τὰς θύρας καὶ τοὺς καγκέλλους ὡς σκύβαλα ἕκαστος ἐβάσταζε, τὰς λυχνίας παραυτὰ ἐν τῷ Τυχαίῳ ἀπετίθεντο, τοὺς κηρίωνας τῆς ἐκκλησίας τοῖς εἰδώλοις ἀνῆπτον, καὶ ὅλως ἁρπαγὴ καὶ θάνατος 4.3 ἦν ἐν τῇ ἐκκλησίᾳ. καὶ οὐκ ᾐδοῦντο οἱ δυσσεβεῖς Ἀρειανοὶ τούτων γινομένων, ἀλλ' ἔτι χείρονα καὶ ὠμότερα προσετίθουν· πρεσβύτεροι γὰρ καὶ λαικοὶ ἐξέσθησαν, παρθένοι ἀπο μαφορτιζόμεναι ἀπήγοντο εἰς τὸ βῆμα τοῦ ἡγεμόνος καὶ εἰς τὴν φυλακὴν ἐβάλλοντο, ἄλλοι δὲ ἐδημεύθησαν, ἐμαστίχθησαν, οἱ ἄρτοι τῶν λειτουργῶν καὶ τῶν παρθένων ἐκω λύθησαν. ταῦτα δὲ ἐγίνετο ἐν αὐτῇ τῇ ἁγίᾳ τεσσαρακοστῇ περὶ τὸ πάσχα, ὅτε οἱ μὲν ἀδελφοὶ ἐνήστευον, ὁ δὲ θαυμαστὸς Γρηγόριος τὸν Καιάφα τρόπον ἀναλαβὼν μετὰ Πιλάτου 4.4 τοῦ ἡγεμόνος κατὰ τῶν εἰς Χριστὸν εὐσεβούντων ἐνεπαροίνει. ἐν παρασκευῇ γοῦν εἰσερχόμενος εἰς μίαν τῶν ἐκκλησιῶν μετὰ τοῦ ἡγεμόνος καὶ τῶν ἐθνικῶν δήμων ὡς ἀπο στρεφομένους εἶδε τοὺς λαοὺς τὴν βιαίαν εἴσοδον αὐτοῦ, ἐποίησε τὸν ὠμότατον ἡγεμόνα ἐν μιᾷ ὥρᾳ τριάκοντα καὶ τέσσαρας παρθένους καὶ ὑπάνδρους καὶ εὐγενεῖς ἄνδρας μαστίξαι 4.5 δημοσίᾳ καὶ εἰς τὸ δεσμωτήριον ἐμβαλεῖν, ἐν οἷς μίαν παρθένον φιλολογοῦσαν καὶ τὸ ψαλτήριον ἔτι κατέχουσαν ἐν ταῖς χερσὶ μαστιχθῆναι πεποίηκε δημοσίᾳ· καὶ τὸ μὲν βιβλίον

5.1 ὑπὸ τῶν δημίων διηρπάσθη, αὐτὴ δὲ ἡ παρθένος εἰς τὴν φυλακὴν καθείρχθη. Τούτων γενομένων οὐχ ἡσύχαζον οὐδὲ εἰς τὰ ἑξῆς, ἀλλ' ἐβουλεύοντο καὶ ἐν τῇ ἄλλῃ ἐκκλησίᾳ, ἔνθα μάλιστα ἐγὼ ἐν ταῖς ἡμέραις ἐκείναις ᾤκουν, τὰ αὐτὰ τοῖς προτέροις ποιῆσαι. ἐσπούδαζον δὲ τὴν μανίαν ἑαυτῶν καὶ εἰς αὐτὴν τὴν ἐκκλησίαν ἐπεκτεῖναι, 5.2 ἵνα με θηρεύσαντες ἀνέλωσιν. ὃ καὶ ἔπαθον ἂν, εἰ μὴ ἡ τοῦ θεοῦ χάρις ἐβοήθησεν, ἵνα μόλις ἐκφύγω καὶ ὑπαγορεῦσαι κἂν τὰ ὀλίγα δυνηθῶ. ἐγὼ γὰρ θεωρῶν αὐτοὺς ἔσχατα λυσσῶντας καὶ λογισάμενος, ἵνα μήτε ἡ ἐκκλησία βλαβῇ καὶ αἱ ἐν αὐτῇ παρθένοι πάθωσι καὶ θάνατοι πάλιν γένωνται καὶ δεύτερον οἱ λαοὶ ὑβρισθῶσιν, ὑπέκλεψα ἐμαυτὸν τῶν λαῶν μνησθεὶς τοῦ σωτῆρος λέγοντος· «ἐὰν ὑμᾶς διώκωσιν εἰς τήνδε τὴν πόλιν, φεύγετε εἰς 5.3 τὴν ἑτέραν». ἤιδειν γὰρ αὐτούς, ἀφ' ὧν ἔπραξαν εἰς τὴν ἑτέραν ἐκκλησίαν κακῶν, μηδὲν τῶν δεινῶν καὶ κατὰ τῆς ἄλλης παραιτουμένους· ὅπου γε οὐδὲ αὐτὴν τὴν κυριακὴν τῆς ἁγίας ἑορτῆς

3