Epistula encyclica

 ὁ σωτὴρ ἐνετείλατο τοῖς μαθηταῖς λέγων· πορευθέντες μαθητεύσατε πάντα τὰ ἔθνη βαπτίζοντες αὐτοὺς εἰς τὸ ὄνομα τοῦ πατρὸς καὶ τοῦ υἱοῦ καὶ τοῦ ἁγίου πν

 ἡγεμόνος καὶ τὴν 3.4 βίαν μαρτυρομένων. παρθένοι γὰρ ἅγιαι καὶ ἀμίαντοι ἐγυμνοῦντο καὶ ἔπασχον ἃ μὴ θέμις, μὴ ἀνεχόμεναι δὲ ἐκινδύνευον· μονάζοντες κα

 ᾐδέσθησαν, ἀλλὰ καὶ ἐν αὐτῇ τοὺς τῆς ἐκκλησίας ἀνθρώπους εἰς φυλακὴν καθεῖρξαν· ὅτε ὁ μὲν κύριος τοὺς πάντας ἐκ τῶν τοῦ θανάτου δεσμῶν ἠλευθέρωσεν, ὁ

 καὶ οὕτως ἡμᾶς ἀποκτεῖναι ζητοῦσι καὶ τοῖς γνωρίμοις ἡμῶν φοβεροὺς ἑαυτοὺς δεικνύουσιν, ὡς πάντας φυ6.4 γαδεύεσθαι καὶ θάνατον παρ' αὐτῶν προσδοκᾶν. ἀ

 ἀδελφοὶ προσαγορεύουσιν ὑμᾶς. ἐρρωμένους καὶ μνημονεύοντας ἡμῶν ὁ κύριος ὑμᾶς διαφυλάξειεν, κύριοι ἀληθῶς ποθεινότατοι.

καὶ οὕτως ἡμᾶς ἀποκτεῖναι ζητοῦσι καὶ τοῖς γνωρίμοις ἡμῶν φοβεροὺς ἑαυτοὺς δεικνύουσιν, ὡς πάντας φυ6.4 γαδεύεσθαι καὶ θάνατον παρ' αὐτῶν προσδοκᾶν. ἀλλ' οὐ διὰ ταῦτα καὶ ὑμᾶς αὐτῶν τὴν παρανομίαν καταπτῆξαι χρή, ἀλλὰ μᾶλλον καὶ ἐκδικῆσαι καὶ ἀγανακτῆσαι κατὰ τῶν οὕτως καινοτομηθέντων καθ' ἡμῶν. εἰ γὰρ πάσχοντος μέλους ἑνὸς «συμπάσχει πάντα τὰ μέλη» καὶ κατὰ τὸν μακάριον ἀπόστολον «κλαίειν μετὰ κλαιόντων» δεῖ, πασχούσης τῆς τηλικαύτης ἐκκλησίας ἕκαστος ὡς αὐτὸς πάσχων ἐκδικείτω τὸ πρᾶγμα. κοινὸς γάρ ἐστιν ὁ σωτὴρ ὁ ὑπ' αὐτῶν βλασφημούμενος, καὶ πάντων εἰσὶν οἱ κανόνες οἱ ὑπ' αὐτῶν 6.5 παραλυόμενοι. ἆρα γὰρ εἰ, καθεζομένων ὑμῶν ἐν τῇ ἐκκλησίᾳ καὶ συναγομένων τῶν λαῶν χωρίς τινος μέμψεως, εἴ τις ἐξαίφνης διὰ προστάγματος διάδοχος ἐληλύθει καθ' ἑνὸς ὑμῶν καὶ τοιαῦτα ἐγεγόνει καθ' ὑμῶν, οὐκ ἂν ἠγανακτήσατε; οὐκ ἂν ἠξιώσατε ἐκδικηθῆναι; διὰ τοῦτο ἀγανακτῆσαι ὑμᾶς δίκαιόν ἐστιν, ἵνα μὴ τούτων σιωπωμένων κατ' ὀλίγον καὶ εἰς ἑκάστην ἐκκλησίαν τὸ τοιοῦτον κακὸν διαβῇ καὶ λοιπὸν ἐμπόριον καὶ ἀγοραῖον τὸ καθ' ἡμᾶς διδασκαλεῖον γένηται.

7.1 Τὰ μὲν οὖν κατὰ τοὺς Ἀρειομανίτας οἴδατε, ἀγαπητοί· πολλάκις γὰρ αὐτῶν τὴν ἀσέβειαν ἰδίᾳ καὶ κοινῇ πάντες ἀπεκηρύξατε· οἴδατε δὲ καὶ τοὺς περὶ Εὐσέβιον, ὡς προεῖπον, τῆς αὐτῆς ἐκείνοις ὄντας αἱρέσεως, δι' ἣν καὶ πάλαι ἡμῖν ἐπεβούλευσαν. τὰ δὲ νῦν δι' αὐτοὺς καὶ ὑπ' αὐτῶν γενόμενα πικρότερα πολέμων ἐδήλωσα ὑμῖν, ἵνα κατὰ τὴν ἐξ ἀρχῆς ἱστορίαν μισοπόνηρον ζῆλον ἀναλαβόντες ἐξάρητε τοὺς τὰ τοιαῦτα πονηρὰ ἐργα7.2 σαμένους κατὰ τῆς ἐκκλησίας. εἰ γὰρ καὶ πέρυσιν οἱ κατὰ Ῥώμην ἀδελφοὶ μήπω τούτων γενομένων, ἀλλ' ἕνεκα τῶν πρώτων σύνοδον ἔγραψαν γενέσθαι, ἵνα κἀκεῖνα ἐκδικηθῇ, ἥνπερ εὐλαβούμενοι οἱ περὶ Εὐσέβιον προύλαβον διαταράξαι τὴν ἐκκλησίαν καὶ ἠθέλησαν ἡμᾶς ἀνελεῖν, ἵνα λοιπὸν ἐπ' ἀδείας πράττωσιν ἃ βούλονται καὶ μὴ ἔχωσι τὸν ἐλέγχοντα, πόσῳ μᾶλλον ἐπὶ τοῖς τηλικούτοις παρανομήμασιν ἀγανακτῆσαι πάντες ὀφείλετε καὶ 7.3 καταψηφίσασθαι αὐτῶν, ὅσῳ καὶ ταῦτα τοῖς προτέροις προσέθηκαν; παρακαλῶ, μὴ παρίδητε τὰ τηλικαῦτα μηδὲ ἐπιτρέψητε τὴν περιβόητον Ἀλεξανδρέων ἐκκλησίαν ὑπὸ αἱρετικῶν καταπατηθῆναι. διὰ ταῦτα γὰρ εἰκότως καὶ οἱ λαοὶ καὶ οἱ λειτουργοὶ καθ' ἑαυτούς εἰσι, διὰ μὲν τὰς τοῦ ἐπάρχου βίας σιωπῶντες, τὴν δὲ ἀσέβειαν τῶν Ἀρειομανιτῶν 7.4 ἐκτρεπόμενοι. ἐὰν τοίνυν γράφῃ πρὸς ὑμᾶς Γρηγόριος ἢ ἄλλος τις περὶ αὐτοῦ, μὴ δέξησθε, ἀδελφοί, τὰ γράμματα αὐτοῦ, ἀλλὰ σχίσατε καὶ δυσωπήσατε τοὺς κομίζοντας ὡς ἀσεβεῖς καὶ πονηρίας ὄντας διακόνους. ἐὰν δὲ καὶ τύπον εἰρηνικὸν τολμήσῃ γράφειν, μηδὲ ταῦτα δέχεσθε· τῷ γὰρ φόβῳ τοῦ ἡγεμόνος οἱ δεχόμενοι κομίζουσι διὰ τὰς πολλὰς 7.5 αὐτοῦ βίας. ἐπειδὴ δὲ εἰκὸς καὶ τοὺς περὶ Εὐσέβιον γράφειν ὑμῖν περὶ αὐτοῦ, διὰ τοῦτο προυπομνῆσαι ὑμᾶς ἐσπούδασα, ἵνα καὶ ἐν τούτῳ τὸ ἀπροσωπόληπτον τοῦ θεοῦ μιμησάμενοι ἐκδιώξητε τοὺς παρ' αὐτῶν, ὅτι ἐν τοιούτῳ καιρῷ διωγμοὺς καὶ φθορὰς παρθένων καὶ θανάτους καὶ ἁρπαγὰς τῶν ἐν ταῖς ἐκκλησίαις, καὶ πυρκαιὰν καὶ βλασφημίας ἐν ταῖς ἐκκλησίαις ἕνεκεν τῶν Ἀρειομανιτῶν κατεσκεύασαν ὑπὸ ἐθνικῶν καὶ Ἰουδαίων γενέσθαι. 7.6 οὐκ ἂν δὲ ὁ ἀσεβὴς καὶ μεμηνὼς Γρηγόριος ἀρνήσηται ἑαυτὸν εἶναι Ἀρειανὸν ἔχων ἔλεγχον τὸν ὑπογράφοντα αὐτοῦ τὰ γράμματα. Ἀμμὼν γὰρ οὗτος ὁ ὑπογράφων ἔκπαλαι μὲν ὑπὸ τοῦ μακαρίτου Ἀλεξάνδρου τοῦ πρὸ ἐμοῦ ἐπισκόπου ἐπὶ πολλοῖς κακοῖς καὶ ἐπὶ ἀσεβείᾳ 7.7 ἐξεβλήθη τῆς ἐκκλησίας. πάντων οὖν ἕνεκεν καὶ ἀντιγράψαι ἡμῖν θελήσατε καὶ καταγνῶναι τῶν ἀσεβῶν, ἵνα καὶ νῦν οἱ μὲν λειτουργοὶ οἱ ἐνταῦθα καὶ οἱ λαοὶ τὴν ὀρθοδοξίαν καὶ μισοπονηρίαν ὑμῶν ὁρῶντες εὐφραίνωνται τῇ εἰς θεὸν ὁμοψύχῳ ὑμῶν πίστει, οἱ δὲ τοιαῦτα κατὰ τῆς ἐκκλησίας παρανομήσαντες μεταπαιδευθέντες ἐκ τῶν ὑμῶν γραμμάτων 7.8 κἂν ὀψέ ποτε μεταγνῶναι δυνηθῶσι. προσείπατε τὴν παρ' ὑμῖν ἀδελφότητα. οἱ σὺν ἐμοὶ πάντες

5