Epistula encyclica

 ὁ σωτὴρ ἐνετείλατο τοῖς μαθηταῖς λέγων· πορευθέντες μαθητεύσατε πάντα τὰ ἔθνη βαπτίζοντες αὐτοὺς εἰς τὸ ὄνομα τοῦ πατρὸς καὶ τοῦ υἱοῦ καὶ τοῦ ἁγίου πν

 ἡγεμόνος καὶ τὴν 3.4 βίαν μαρτυρομένων. παρθένοι γὰρ ἅγιαι καὶ ἀμίαντοι ἐγυμνοῦντο καὶ ἔπασχον ἃ μὴ θέμις, μὴ ἀνεχόμεναι δὲ ἐκινδύνευον· μονάζοντες κα

 ᾐδέσθησαν, ἀλλὰ καὶ ἐν αὐτῇ τοὺς τῆς ἐκκλησίας ἀνθρώπους εἰς φυλακὴν καθεῖρξαν· ὅτε ὁ μὲν κύριος τοὺς πάντας ἐκ τῶν τοῦ θανάτου δεσμῶν ἠλευθέρωσεν, ὁ

 καὶ οὕτως ἡμᾶς ἀποκτεῖναι ζητοῦσι καὶ τοῖς γνωρίμοις ἡμῶν φοβεροὺς ἑαυτοὺς δεικνύουσιν, ὡς πάντας φυ6.4 γαδεύεσθαι καὶ θάνατον παρ' αὐτῶν προσδοκᾶν. ἀ

 ἀδελφοὶ προσαγορεύουσιν ὑμᾶς. ἐρρωμένους καὶ μνημονεύοντας ἡμῶν ὁ κύριος ὑμᾶς διαφυλάξειεν, κύριοι ἀληθῶς ποθεινότατοι.

ὁ σωτὴρ ἐνετείλατο τοῖς μαθηταῖς λέγων· πορευθέντες μαθητεύσατε πάντα τὰ ἔθνη βαπτίζοντες αὐτοὺς εἰς τὸ ὄνομα τοῦ πατρὸς καὶ τοῦ υἱοῦ καὶ τοῦ ἁγίου πνεύματος».

2.1 Τὰ μὲν οὖν καθ' ἡμῶν καὶ κατὰ τῆς ἐκκλησίας παρανομηθέντα οὕτως γέγονε. συναγόντων ἡμῶν συνήθως ἐν εἰρήνῃ τῶν τε λαῶν εὐφραινομένων ἐπὶ ταῖς συνάξεσι καὶ προκοπτόντων τῇ κατὰ θεὸν πολιτείᾳ τῶν τε συλλειτουργῶν τῶν κατ' Αἴγυπτον καὶ Θηβαίδα καὶ Λιβύην ἀγάπην καὶ εἰρήνην ἐχόντων πρὸς ἀλλήλους καὶ πρὸς ἡμᾶς, ἐξαίφνης ὁ ἔπαρχος τῆς Αἰγύπτου γράμματα προτίθησι δημοσίᾳ διατάγματος ἔχοντα 2.2 τύπον, ὡς Γρηγορίου τινὸς ἐκ Καππαδοκίας εἰσερχομένου διαδόχου μου ἀπὸ τοῦ κομι τάτου. καὶ ἡ μὲν τοιαύτη ἀκοὴ τοὺς πάντας ἐτάραξε· καινὸν γὰρ ἦν καὶ ἄρτι πρώτως ἀκουσθὲν τὸ τοιοῦτον· οἱ δὲ λαοὶ καὶ μᾶλλον εἰς τὰς ἐκκλησίας συνήρχοντο, ὅτι μάλιστα συνεώρων μήτε ἑαυτοὺς μήτε ἐπίσκοπον μήτε πρεσβύτερον μήτε ὅλως τινὰς μεμψα μένους ἡμᾶς ποτε. μόνους δὲ Ἀρειανοὺς ἑώρων σὺν αὐτῷ καὶ Ἀρειανὸν αὐτὸν ἐπεγί2.3 νωσκον ὑπὸ τῶν περὶ Εὐσέβιον τοῖς Ἀρειανοῖς ἀποσταλέντα. οἴδατε δέ, ἀδελφοί, ἀεὶ τοὺς περὶ Εὐσέβιον προστάτας καὶ κοινωνοὺς τῆς ἀσεβοῦς αἱρέσεως τῶν Ἀρειο μανιτῶν γενομένους καὶ δι' αὐτῶν ἀεὶ ἡμῖν ἐπιβουλεύσαντας καὶ τῆς εἰς τὰς Γαλλίας ἀποδημίας αἰτίους ἡμῖν γενομένους. διὰ ταῦτα γὰρ εἰκότως καὶ οἱ λαοὶ ἠγανάκτουν καὶ κατεβόων μαρτυρόμενοι τοὺς ἄλλους δικαστὰς καὶ πᾶσαν τὴν πόλιν, ὅτι μηδεμιᾶς μέμψεως ὑπὸ τῶν ἐκκλησιαστικῶν γενομένης, ἀλλὰ τῶν αἱρετικῶν Ἀρειανῶν μόνων αὐτὰ καθ' ἡμῶν παιξάντων καινοτομία τις καὶ παρανομία τοιαύτη κατὰ τῆς ἐκκλησίας γεγένηται. εἰ γὰρ καὶ ὅλως ἦν τις καθ' ἡμῶν μέμψις κρατήσασα, ἔδει μὴ Ἀρειανῶν μηδὲ τῶν τὰ 2.4 Ἀρείου φρονούντων, κατὰ δὲ τοὺς ἐκκλησιαστικοὺς κανόνας καὶ κατὰ τὸ τοῦ Παύλου ῥῆμα «συναχθέντων» τῶν λαῶν «καὶ τοῦ πνεύματος» τῶν καθιστανόντων «σὺν τῇ δυνάμει τοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ» πάντα κανονικῶς ἐξετασθῆναί τε καὶ πραχ θῆναι παρόντων τῶν αἰτουμένων λαῶν καὶ κληρικῶν καὶ μὴ ἔξωθεν ὑπὸ Ἀρειανῶν ὥσπερ ἐμπορευόμενον τὸ ὄνομα τοῦ ἐπισκόπου παρὰ τοὺς μὴ αἰτήσαντας μηδὲ βουλο μένους μηδὲ ὅλως γινώσκοντας τὸ γεγονὸς μετὰ προστασίας καὶ βίας τῶν ἔξωθεν δι καστῶν ἐπιρρῖψαι ἑαυτόν. τοῦτο δὲ τοὺς μὲν ἐκκλησιαστικοὺς κανόνας παραλύει, τὰ δὲ ἔθνη βλασφημεῖν ἀναγκάζει καὶ ὑπονοεῖν, ὅτι μὴ κατὰ θεῖον θεσμόν, ἀλλ' ἐξ ἐμπορίας καὶ προστασίας αἱ καταστάσεις γίνονται.

3.1 Ἡ μὲν οὖν κατάστασις ἡ θαυμαστὴ Γρηγορίου ὑπὸ Ἀρειανῶν γέγονε καὶ τοιαύτην ἔσχε τὴν ἀρχήν. ἡ δὲ εἴσοδος αὐτοῦ εἰς τὴν Ἀλεξάνδρειαν οἷα παράνομα κατειργάσατο καὶ ἡλίκων κακῶν αἰτία γέγονεν, ἔξεστιν ὑμῖν ἐκ τῶν γραφομένων καὶ παρὰ τῶν ἐπι 3.2 δημούντων ἐπερωτῆσαι καὶ μαθεῖν. τῶν γὰρ λαῶν δυσανασχετούντων καὶ διὰ τοῦτο ἐν ταῖς ἐκκλησίαις συναχθέντων ἐπὶ τῇ τοιαύτῃ καινοτομίᾳ, ἵνα μὴ ἡ τῶν Ἀρειανῶν ἀσέβεια καταμιγῇ τῇ τῆς ἐκκλησίας πίστει, Φιλάγριος ὁ καὶ πάλαι τὴν ἐκκλησίαν καὶ τὰς ταύτης παρθένους ἀδικήσας καὶ νῦν ἔπαρχος Αἰγύπτου τυγχάνων, παραβάτης μὲν γενόμενος, πατριώτης δὲ ὢν τοῦ Γρηγορίου καὶ οὐ σεμνὸν ἔχων τὸν τρόπον, ἀλλὰ καὶ προστάτας ἔχων τοὺς περὶ Εὐσέβιον καὶ διὰ τοῦτο σπουδάζων κατὰ τῆς ἐκκλη σίας πείθει τοὺς ἐθνικοὺς δήμους τούς τε Ἰουδαίους καὶ τοὺς ἀτάκτους ἐπαγγελίαις, ἃς καὶ ὕστερον ἐπεδίδου, καὶ παροξύνει καὶ ἀθρόως αὐτοὺς μετὰ ξιφῶν καὶ ῥοπάλων ἀφίησι 3.3 κατὰ τῶν λαῶν εἰς τὰς ἐκκλησίας. καὶ τί γέγονεν ἐκ τούτων οὐκέτι λοιπὸν ἁπλῶς εἰπεῖν· οὔτε γὰρ ἀξίως σημᾶναι δυνατὸν οὔτε χωρὶς δακρύων καὶ θρήνων μνημονεύσειεν ἄν τις κἂν τῶν ὀλίγων. ποῖα γὰρ παρὰ τοῖς ἀρχαίοις τετραγῴδηται τοιαῦτα; ἢ τί τοιοῦτον ἐν διωγμῷ καὶ πολέμῳ γέγονέ ποτε; ἡ μὲν ἐκκλησία καὶ τὸ ἅγιον βαπτιστήριον πυρπολεῖται, εὐθέως δὲ οἰμωγαὶ καὶ ὀλολυγαὶ καὶ θρῆνος ἦν κατὰ τὴν πόλιν, ἀγανακ τούντων καὶ τῶν πολιτῶν ἐπὶ τοῖς γιγνομένοις καὶ καταβοώντων τοῦ

2