ἐπιβουλὴν ἀποφανεῖ, ὡς ἀνοήτοις ἐπιχειρούντων. Καὶ γὰρ μυ κτηρισμός ἐστι πνεῦμα διὰ ῥινῶν ἀφιέμενον εἰς ἐξου δένωσιν τῶν μεγάλα φρυαττομένων. Καὶ τὸ μετὰ τῶν προθέσεων δὲ ταῦτα εἰρῆσθαι ἐπιτατικώτερον ἔχει τὸν γέλωτα. Καὶ οὐ μόνον, φησὶ, τοῦτο, ἀλλὰ καὶ ὀρ γῆς πειραθήσονται.] Τότε λαλήσει πρὸς αὐτοὺς ἐν ὀργῇ αὐτοῦ. Τότε, πότε, ἢ ὅτε ἔλεγον· ∆ιαῤῥήξωμεν τοὺς δεσμοὺς αὐτῶν; Τί δέ ἐστι τὰ ἐν ὀργῇ παρ' αὐτοῦ λαληθέντα; ἢ τό· Οὐαὶ ὑμῖν, γραμματεῖς καὶ Φαρισαῖοι· καὶ τό· Ἀρθήσεται ἀφ' ὑμῶν ἡ βασιλεία· καὶ τό· Καὶ ὑμῖν οὐαὶ τοῖς νομικοῖς. [Στρατιὰ γὰρ αὐτοὺς Ῥωμαϊκὴ ἐξηνδραποδίσατο. ∆ιαφέρει δὲ θυμὸς ὀργῆς, τῷ θυμὸν μὲν εἶναι ὀργὴν ἀναθυμιωμένην καὶ ἔτι ἐκκαιομένην, ὀργὴν δὲ ὄρεξιν ἀντιλυπήσεως. Ἀτελέστερος οὖν τῆς ὀργῆς ὁ θυμὸς, ἀποτέλεσμά τε ἡ ὀργή. Καὶ τοιούτων δὲ τῶν ῥημά των τὴν ἑρμηνείαν διδάσκει τὸ τέλος τῶν πραγμάτων. Στρατιὰ γὰρ αὐτοῖς ἐπιστᾶσα Ῥωμαϊκὴ τήν τε πόλιν ἐπόρθησε καὶ ἐνέπρησε τὸν νεὼν, καὶ αὐτῶν τοὺς μὲν πλείστους θανάτῳ παρέπεμψε· τοὺς δὲ τὴν σφαγὴν ἐκφυγόντας ἐξανδραποδίσασα, δουλείᾳ παρέδωκεν. Ἐπιστῆσαι δὲ προσήκει τὸν πιστὸν, ὡς δύο προσώπων ἐφεξῆς μέμνηται, καὶ πρῶτον μὲν Κυρίου τοῦ Χριστοῦ· Κατὰ τοῦ Κυρίου γὰρ, ἔφη, καὶ κατὰ τοῦ Χριστοῦ αὐτοῦ· εἶτα κατοικοῦντος ἐν οὐρανοῖς καὶ Κυρίου· Ὁ κατοικῶν ἐν οὐρανοῖς ἐκγελάσεται αὐτοὺς, καὶ ὁ Κύριος ἐκμυκτηριεῖ αὐτούς· καὶ αὖθις δὲ τὸ αὐτὸ διετήρησε σχῆμα.] Ἐγὼ δὲ κατεστάθην βασιλεὺς ὑπ' αὐτοῦ ἐπὶ Σιών. Ὡς ἀποβληθέντος τοῦ ἐξ Ἰσραὴλ λαοῦ, τὴν εἰς 27.68 τὰ ἔθνη γενομένην αὐτὸς πίστιν αὐτοῖς διηγεῖται· Σιὼν δὲ τὴν Ἐκκλησίαν δηλοῖ. [Κύριος εἶπε πρὸς μὲ, Υἱός μου, καὶ τὰ ἑξῆς· ἀντὶ τοῦ, Ἀπεφήνατό με ἡ τοῦ Πατρὸς φύσις Υἱόν· οὐ προστάγματος ἐνεργήσαντος· ἀλλὰ τῆς οὐσίας ἀποδειξάσης ἐμὲ χαρακτῆρα τῆς τοῦ Πατρὸς ὑποστάσεως. Καλῶς γὰρ πρόσκειται τὸ, εἶ, τὴν πρὸ αἰώνων δηλοῦν γέννησιν· ἦν γὰρ ἀεὶ Υἱός. Ἐπήνεγκε δὲ τὸ, σήμερον γεγέννηκά σε, ἵνα τὴν κατὰ σάρκα γέννη σιν δείξῃ· τὸ γὰρ, σήμερον, χρόνου ἐστί· διὸ καὶ τέθειται περὶ τῆς χρονικῆς γεννήσεως. Ἀκολούθως δὲ τῷ ἀνθρωπίνῳ καὶ τὰ ἐπαγόμενα, γεγέννηκά σε. Ὅρα πῶς τὴν κατὰ σάρκα γέννησιν οἰκειοῦται ὁ Πατὴρ τοῦ μονογενοῦς τοῦ Χριστοῦ.] Καὶ τὴν κατάσχεσίν σου τὰ πέρατα τῆς γῆς, ποιμανεῖς αὐτοὺς ἐν ῥάβδῳ σιδηρᾷ. Τουτέστιν ἐν τῷ σταυρῷ· ἡ μὲν γὰρ ὕλη ξύλου, ἡ δὲ ἰσχὺς σιδήρου. Τινὲς δὲ τὴν τῶν Ῥωμαίων ἀρχὴν δηλοῦσιν. Καὶ νῦν, βασιλεῖς, σύνετε. Τουτέστι, νοήσατε, πρὸς μετάνοιαν ἐπιστράφητε. Παιδεύθητε, πάντες οἱ κρίνοντες τὴν γῆν. Τὴν μὲν προκοπὴν διὰ τοῦ, παιδεύθητε παριστᾷ, τὴν δὲ τελείωσιν διὰ τοῦ, ∆ρά ξασθε παιδείας. ∆ράξασθε παιδείας. Τῆς εὐαγγελικῆς δηλονότι. Καὶ ἀπολεῖσθε ἐξ ὁδοῦ δικαίας. Τοῦ εἰρηκότος· Ἐγώ εἰμι ἡ ὁδός. ΨΑΛΜΟΣ τῷ ∆αυῒδ ὁπότε ἀπεδίδρασκεν ἀπὸ τοῦ Ἀβεσσαλὼμ τοῦ υἱοῦ
αὐτοῦ. Γ ʹ. Ὑπόθεσις. Ἡ τοῦ ψαλμοῦ προκειμένη ἐπιγραφὴ περιέχει οὕτως. Τοῦτο γάρ ἐστιν ὃ λέγει ὁ ψαλμὸς, ὅτιπερ ὁ χορὸς τῶν προφητῶν διώκεται ὑπὸ τοῦ λαοῦ τῶν Ἰου δαίων. ∆αυῒδ γὰρ ἑρμηνεύεται πεποθημένος· ὅπερ ἐστὶν ὁ χορὸς τῶν προφητῶν. Ὥσπερ οὖν ὁ Ἀβεσ σαλὼμ ἀνταρσίαν διεζήτει κατὰ τοῦ ἰδίου Πατρὸς, τουτέστι τοῦ ∆αυῒδ, οὕτω καὶ οἱ Ἰουδαῖοι ἐπαν έστησαν κατὰ τῶν πατέρων αὐτῶν προφητῶν, μὴ δεχόμενοι τὰ προστάγματα τοῦ Θεοῦ, ἀλλὰ ἀνθ ιστάμενοι αὐτοῖς. Κύριε, τί ἐπληθύνθησαν οἱ θλίβοντές με; Τὸ, τί, ἀντὶ τοῦ σφόδρα κεῖται. Οὐκ ἔστι σωτηρία αὐτῷ ἐν Θεῷ αὐτοῦ. Ὁ Θεὸς, φησὶν, αὐτοῦ οὐ σώσει αὐτόν· εἰς γὰρ μόνην τὴν ἁμαρτίαν ἔβλεπον ἣ ἐπεποιήκει, ἀγνοοῦντες αὐτοῦ τὴν μετάνοιαν. Τοῦτο δὲ
3