φωνήν· ὑπὲρ πλήθους ζωῆς, τῆς παρούσης δηλονότι, λέγοντες εἶναι τὸ δεδομένον αὐτοῖς διὰ τοῦ Μονογενοῦς ἔλεος. Οὕτως εὐλογήσω σε ἐν τῇ ζωῇ μου. Τοῦτο δὲ παρὰ πάντα μου τὸν βίον διατελέσω ποιῶν, ὑμνῶν μὲν τῇ γλώττῃ, τὰς δὲ χεῖρας ἐκτείνων, καὶ τὴν σὴν φιλανθρωπίαν αἰτῶν. Ἐν τῷ ὀνόματί σου ἀρῶ τὰς χεῖράς μου. Οὐκέτι, φησὶν, ὡς καὶ πρώην, πρὸς Θεὸν ἀλλότριον τὰς χεῖρας 27.280 ἐκτενῶ, ἀλλ' ἢ σοὶ μόνῳ, καὶ τὸ σὸν ἐν προσευχαῖς ἐπικαλούμενος ὄνομα. Ὡς ἐκ στέατος καὶ πιότητος ἐμπλησθείη ἡ ψυχή μου. ∆είκνυσι πόσον τὸ κέρδος τῶν ἐπ' αὐτῷ μόνῳ τὰς ἐλπίδας ἔχειν ᾑρημένων. Καὶ χείλη ἀγαλ λιάσεως αἰνέσει τὸ στόμα μου. Ὅταν, φησὶ, τοῦ σοῦ ἐν μνήμῃ ὀνόματος γίνωμαι, τότε δὴ τότε χαρᾶς πληροῦται τὰ χείλη μου. Εἰ ἐμνημόνευόν σου ἐπὶ τῆς στρωμνῆς μου. Τὸ, Εἰ ἐμνημόνευον, ἀντὶ τοῦ, μνημονεύων, τέθειται· ἵνα ᾖ, μνημονεύων σου, φησὶν, ἄϋπνος ἐγενόμην περὶ τὰς σὰς αἰνέσεις, καὶ τὰς φωτεινάς σου χορη γίας, ἃς τοῖς ἐπικαλουμένοις σε δίδως. Ὅτι ἐγενή θης βοηθός μου, καὶ ἐν τῇ σκέπῃ τῶν πτερύγων σου ἀγαλλιάσομαι. Ἐπειδὴ αὐτός μοι βοηθεῖς τῇ φυλακῇ τῆς σῆς βοηθείας, τὴν εὐφροσύνην δέχομαι. Σκέπην γὰρ πτερύγων καλεῖ τὴν ἀπὸ τῆς βοηθείας φυλακήν. Σκεπόμενος, φησὶ, παρὰ σοῦ χαρᾷ χαρή σομαι. Ἐκολλήθη ἡ ψυχή μου ὀπίσω σου. Οὐδὲ πρὸς βραχὺ τὸν ἐμὸν λογισμὸν, φησὶ, τῆς σῆς ἀποστῆσαι δύναμαι μνήμης. Ἀλλὰ φίλτρῳ θερμῷ πυρσευόμενος οἷόν τινι κόλλῃ τῇ μνήμῃ, τῷ σῷ πόθῳ προσδέδεμαι. Εἶτα δείκνυσι τὸν τοῦ πόθου καρπόν. Ἐμοῦ δὲ ἀντελάβετο ἡ δεξιά σου. Καὶ τίς ἂν εἴη δεξιὰ τοῦ Πα τρὸς ἢ ὁ μονογενὴς αὐτοῦ Υἱός; Αὐτοὶ δὲ εἰς μάτην ἐζήτησαν τὴν ψυχήν μου. Κατακράζει λοιπὸν τῶν ἀντικειμένων δυνάμεων, ἣν ὑπέμεινε προβαλλόμενος βίαν, εὐχόμενος ταῖς αἰω νίοις αὐτοὺς παραδοθῆναι κολάσεσιν. Ὁ δὲ βασιλεὺς εὐφρανθήσεται ἐπὶ τῷ Θεῷ. Τὸ τέλος τῶν εἰς Χριστὸν ἀσεβησάντων διεξελθὼν, καὶ δείξας, ὡς μερὶς καὶ κλῆρος αὐτοῖς γενήσεται τὰ κα τώτατα μέρη τῆς γῆς, ἐπὶ τὸ ἕτερον τάγμα τὸν λό γον μεθίστησι· τοῦτο δὲ ἦν τὸ τῶν πιστευσάντων εἰς Χριστὸν, οἳ, καὶ βασιλείας ἠξιωμένοι τῶν οὐρανῶν, εἰκότως καὶ βασιλεῖς ὀνομάζονται, κατὰ τὸ εἰρημέ νον παρὰ τῷ Ἀποστόλῳ· Καὶ ὤφελόν γε ἐβασιλεύ σατε. Οὗτος δὲ ἦν ὁ βασιλεύων λαὸς, ὃς εὐφραίνεται τὴν νοητὴν εὐφροσύνην, ἣν αὐτὸς αὐτῷ κεχάρισται ὁ Θεός. Ἐγὼ, φησὶν, ὁ παρὰ σοῦ τὴν βασιλείαν λαβὼν, τῇ σῇ ἐπικουρίᾳ, οὐ τῷ θανάτῳ ἐκείνων, ἐφήδομαι. Ἐπαινεθήσεται πᾶς ὁ ὀμνύων ἐν αὐτῷ. Οὕτως, φησὶ, καὶ καύχημα αὐτῶν ἔσται Χριστὸς, τῶν βασι λευσάντων δηλονότι· ὡς καὶ ὅρκιον αὐτὸν ποιουμέ νους ἐπαινεῖσθαι δικαίως. Ὀμοῦνται γὰρ Θεὸν ἀλη θινὸν, κατὰ τὸ γεγραμμένον· Ὅτι ἐνεφράγη στόμα λαλούντων ἄδικα. Καὶ τίνες οὗτοι ἢ οἱ τολμήσαν τες εἰπεῖν, Αἶρε ἐκ τῆς γῆς τὸν τοιοῦτον· οὐ γὰρ καθῆκεν αὐτὸν ζῇν; Τούτων δὴ οὖν ἐνεφράγη τὸ στόμα, πατήσαντος τοῦ Κυρίου τὸν θάνατον, καὶ τριη μέρου ἀναστάντος. Καὶ αὐτῶν δὲ τῶν ἀντικειμένων δυνάμεων ἐνεφράγη τὸ στόμα, ἀνῃρημένης τῆς ἁμαρ τίας διὰ τῆς χάριτος, κατὰ τὸ εἰρημένον ἀλλαχοῦ· Καὶ πᾶσα ἀνομία ἐμφράξει τὸ στόμα αὐτῆς. Θεὸς γὰρ ὁ δικαιῶν, καὶ τίς ὁ κατακρίνων; 27.281 Εἰς τὸ τέλος, ΨΑΛΜΟΣ τῷ ∆αυΐδ. ΞΓʹ. Ὑπόθεσις. Τοῦτον ᾄδει τὸν ψαλμὸν ἐκ προσώπου τῶν ἁγίων ἀποστόλων, εὐχομένων ἀπαλλαγῆναι τῶν ἐχθρῶν τοῦ εὐαγγελικοῦ κηρύγματος, διηγουμένων τε σαφῶς τὰ κατασκευασθέντα αὐτοῖς παρὰ τῶν ἀρχόν των τοῦ λαοῦ τῶν Ἰουδαίων, ἅ τε ὑπομεμενήκασιν αὐτοὶ, δῆλον δὲ, ὅτι οἱ προλεχθέντες ἄρχοντες, τῆς εἰς Χριστὸν ἀσεβείας ἕνεκεν. Εἰσάκουσον, ὁ Θεὸς, φωνῆς μου ἐν τῷ δέεσθαί με. ∆έξαι μου, φησὶ, ∆έσποτα, τὴν ἱκετείαν, καὶ ῥῶ σόν μου τὴν διάνοιαν, ὥστε μὴ δεδιέναι τὰς προσβο λάς. Ἀπὸ φόβου ἐχθροῦ ἐξελοῦ τὴν ψυχήν μου. Ὅμοιον τῷ· Καὶ νῦν, Κύριε, ἔπιδε ἐπὶ τὰς ἀπει λὰς αὐτῶν, καὶ δὸς τοῖς δούλοις σου μετὰ παῤῥησίας λαλεῖν τὸν λόγον σου. Οἵτινες ἠκόνησαν ὡς ῥομφαίαν τὰς γλώσσας αὐτῶν. Ταῦτά
74