σημαίνει. Ὅτι ὁ ἐκζητῶν τὰ αἵματα αὐτῶν ἐμνήσθη. Τὰ αἵματα, φησὶ, τὰ ὑπὲρ αὐτοῦ ἐκκεχυμένα ἐκζητήσει ἐπὶ τὸ ἐκδικίας ἀξιῶσαι. [Οὐκ ἐπελάθετο τῆς δεήσεως τῶν πενήτων. Πένητας πάλιν τοὺς δι' αὐτὸν πτωχεύοντάς φησιν, οἳ καὶ διὰ παντὸς τὰς πρὸς αὐτὸν ἱκεσίας ποιοῦντες, ἐκδίκησιν τῶν κατ' αὐτῶν γενομένων ἀδικιῶν παρὰ τῶν δαιμόνων αἰτοῦντες.] Ὁ ὑψῶν με ἐκ τῶν πυλῶν τοῦ θανάτου. ∆ιὰ τοῦτο ἐγείρεις ἐκ γῆς ταπεινώσεως, ἵνα τῇ ἐπουρα νίῳ συγχορεύσω Σιών. [Ἐν πύλαις τῆς θυγατρὸς Σιών. Ἐν τῇ ἐπουρανίῳ Ἱερουσαλήμ. Τὸ, ἐπαγγείλω, ἀντὶ τοῦ, χρο νίως ᾄσομαι.] Γινώσκεται Κύριος κρίματα ποιῶν. Κρίμα γὰρ ἀληθῶς δίκαιον τὸ τοὺς κατασκευάσαντας ἀνθρώπω 27.88 θάνατον ἐν αὐτῷ περιληφθῆναι. Τάχα ἐπεὶ καὶ οἷς τὸ κρίμα γίνεται, γνώσονται τὸν κρίνοντα ἐν καιρῷ κρίσεως. Ἀνάστηθι, Κύριε, μὴ κραταιούσθω ἄνθρωπος. Ἐπιλάμψειν τοῖς ἐπὶ γῆς εὔχεται τὸν Μονογενῆ· ὅπως ὁ ὑψηλόφρων ἐκεῖνος διάβολος, ὃν καὶ ἄνθρωπον ἐπὶ τοῦ παρόντος καλεῖ, ἐπὶ πλείω μὴ ἐπαίρῃ τὴν ὀφρύν. Κριθήτωσαν ἔθνη ἐνώπιόν σου. Τὴν ἐπὶ σω τηρίᾳ γενομένην τῶν ἐθνῶν κλῆσιν ἐπισπεύδων εὔχε ται. Κατάστησον, Κύριε, νομοθέτην ἐπ' αὐτούς. Καὶ τίς ὁ νομοθέτης ἢ ὁ τὸν τῆς Καινῆς ∆ιαθήκης νόμον ἡμῖν εἰσηγησάμενος; Γνώτωσαν ἔθνη, ὅτι ἄνθρω ποί εἰσι. Τῇ ὑπερβολῇ τῆς τῶν δαιμονίων ἀπάτης εἰς κτηνῶν ἦσαν μετενεχθέντες τρόπον· ὡς λέγεσθαι περὶ αὐτῶν· Παρασυνεβλήθη τοῖς κτήνεσι τοῖς ἀνοήτοις καὶ ὡμοιώθη αὐτοῖς. ΨΑΛΜΟΣ Ιʹ. Ἵνα τί, Κύριε ἀφέστηκας μακρόθεν; Ἐπιταχῦναι τὴν μακρὸν ὕστερον γενησομένην κλῆσιν τῶν ἐθνῶν εὔχεται. Τοῦτο δὲ αὐτὸ πεποίηκεν ἡ τοῦ δια βόλου ὑπεροψία. Ἐν τῷ ὑπερηφανεύεσθαι τὸν ἀσεβῆ ἐμπυρίζε ται ὁ πτωχός. Ἡ ὑπεροψία, φησὶ, τοῦ πονηροῦ, πύ ρωσις τῷ πτωχῷ σου γίνεται λαῷ· Συλλαμβάνον ται ἐν διαβουλίοις, οἷς διαλογίζονται. Ἀντὶ τοῦ, συλληφθήσονται. Σὺ γὰρ εἶ, φησὶν, ὁ δρασσόμενος τοὺς σοφοὺς ἐν τῇ πανουργίᾳ αὐτῶν. Ὅτι ἐπαινεῖται ὁ ἁμαρτωλὸς ἐν ταῖς ἐπιθυμίαις τῆς ψυχῆς αὐτοῦ. Τοσαύτη, φησὶ, γέγονεν ἡ ἀν εξικακία, ὡς καὶ, διὰ τὸ ἀτιμωρήτους μένειν τοὺς ἀσεβεῖς, λοιπὸν καὶ παρά τισι τῶν ἀνοητοτέρων ἀπό δεκτον αὐτοῖς εἶναι τὸν βίον. Παρώξυνε τὸν Κύριον ὁ ἁμαρτωλός. Παρώξυνε μὲν χλευάζων τοὺς περὶ προνοίας καὶ τῆς κρίσεως αὐτοῦ λόγους. Πολλοὶ μὲν γὰρ ἀκούοντες τοιοῦτόν τι γελῶσιν εὐθέως· τοῦτο δὲ συνάπτεται, τὸ Κατὰ τὸ πλῆθος τῆς ὀργῆς αὐτοῦ· ἵνα ᾖ τὸ ὅλον οὕτως· Παρώξυνε τὸν Κύριον, φησὶν, ὁ ἁμαρτωλὸς, πλῆθος ὀργῆς ἑαυτῷ θησαυρίζων. Τὸ γὰρ, αὐτοῦ, ἐπὶ τοῦ παροξύναντος ληπτέον. Εἶτα τὸ ἐπιφερόμενον τοῦτο, οὐκ ἐκζητήσει, καθ' ὑποστιγμὴν ἀναγνωστέον· ἵνα ᾖ τὸ νοούμενον οὕτως· Ἆρ' οὖν ὁ μὲν παροξύνει τὸν Θεὸν, καίτοι πλῆθος αὐτῷ ἐκκαίων ὀργῆς, ὁ δὲ οὐκ ἐκζητήσει; Καθ' ὑποστιγμὴν ἡ ἀνάγνωσις, ἵνα ᾖ· Οὐκ ἐκζητήσει, φησὶν, ὁ Θεὸς, καὶ ἀποδώσει αὐτῷ κατὰ τὴν ὀργὴν, ἣν ἑαυτῷ ἐθησαύρισεν ἐν ἡμέρᾳ ὀργῆς αὐτοῦ; Οὐκ ἔστιν ὁ Θεὸς ἐνώπιον αὐτοῦ. Ἀρχὴ πάσης πονηρᾶς πράξεως τὸ μὴ λογίζεσθαι κριτὴν τὸν Θεόν· Ἀνταναίρεται τὰ κρίματά σου ἀπὸ προσώπου αὐ τοῦ. Ὁ γὰρ μὴ ἐπιστάμενος, ὅτι ἔστι Θεὸς, οὐδὲ ὅτι κριτής ἐστιν οἶδε. Πάντων τῶν ἐχθρῶν αὐτοῦ κα τακυριεύσει. Ὅμοιον τὸ, Τὴν οἰκουμένην ὅλην καταλήψομαι τῇ χειρί μου ὡς νοσσιάν. Εἶπε γὰρ 27.89 ἐν τῇ καρδίᾳ αὐτοῦ· Οὐ μὴ σαλευθῶ. Ἀντὶ τοῦ· Οὐ μὴ σφάλω, οὐ μὴ περιτραπήσομαι εἰς γενεάν· οὐ γὰρ ἔσομαι ἐν κακώσει. [Οὐκ ἔστιν ὁ Θεὸς ἐνώπιον αὐτοῦ. Ἐκβαλὼν τὸν θεῖον φόβον ἐκ τῆς ψυχῆς, διαπαντὸς ἐν κακίᾳ διατρίβει. Ἀρχὴ πάσης πονηρᾶς πράξεως τὸ μὴ λο γίζεσθαι κριτὴν τὸν Θεόν. Ἀνταναίρεται τὰ κρίματά σου ἀπὸ προσώπου αὐτοῦ. Οὐ βούλεται εἰδέναι, ὅτι κριτὴς εἶ δίκαιος· ὁ γὰρ μὴ ἐπιστάμενος, ὅτι ἔστι Θεὸς, οὐδὲ ὅτι κριτής ἐστιν οἶδε. Πάντων τῶν ἐχθρῶν αὐτοῦ κατακυριεύσει. Τῶν πειρασμῶν οἱ μὲν προσάγονται τῇ ψυχῇ, οἱ δὲ τῷ σώματι, οἱ δὲ τοῖς πέριξ τοῦ σώματος. Καὶ οἱ μὲν ψυχῇ προσαγόμενοι λογισμοὶ
10