1

 2

 3

 4

3

ὑπερκοσμίων· ὧν τοὺς λογισμοὺς καθαιρεῖν, καὶ τὸ ὕψωμα τῆς καρδίας αὐτῶν τῆς κατεπαιρομένης τοῦ Θεοῦ, κοινὸς ἔστω σκοπὸς πᾶσι τοῖς ἀντιποιουμένοις τῆς εὐσεβείας.

Τί ἀνταποδώσω τῷ Κυρίῳ περὶ πάντων ὧν ἀνταπέ δωκέν μοι; Ποτήριον σωτηρίου λήψομαι. Εἰς αἴ σθησιν ἐλθὼν τῶν μυρίων παρὰ τοῦ Θεοῦ δωρεῶν, ὅτι ἐκ τοῦ μὴ ὄντος εἰς τὸ εἶναι παρήχθη· ὅτι ἀπὸ τῆς γῆς διαπλασθεὶς, λόγῳ τετίμηται, ἐν ᾧ καὶ τὴν εἰκόνα φορεῖν δύναται τοῦ ἐπουρανίου· ἔπειτα καὶ πρὸς τὴν ὑπὲρ τοῦ γένους τῶν ἀνθρώπων οἰκονομίαν ἀπιδὼν, ὅτι ἑαυτὸν ὁ Κύριος ἔδωκε λύτρον ἀντὶ πάντων ἡμῶν, ἐπαπορεῖ, καὶ ζητεῖ ἐν πᾶσι τοῖς ὑπάρχουσιν αὐτῷ, τί ἄξιον ἐξεύρῃ δῶρον τῷ ∆εσπότῃ. Τί οὖν, φησὶν, ἀνταποδώσω τῷ Κυρίῳ; Οὐ θυσίας, οὐδὲ ὁλοκαυτώσεις, οὐδὲ τὴν ἐκ τῆς νομικῆς λατρείας θεραπείαν, ἀλλ' αὐτὴν πᾶσαν τὴν ἐμαυτοῦ ζωήν· καὶ διὰ τοῦτο, φησὶ, Ποτήριον σωτηρίου λήψομαι, τὸ ἐν τοῖς ἀγῶσι τοῖς ὑπὲρ τῆς εὐσεβείας πάθος, τὸ μέχρι θανάτου πρὸς τὴν ἁμαρτίαν ἀντικατα στῆναι, ποτήριον λέγων. Τοῦτο δ' ἂν εἴη ὅπερ αὐτὸς ἐδίδαξεν ὁ Σωτὴρ ἐν τοῖς Εὐαγγελίοις· Πάτερ, εἰ δυνατὸν, παρελθέτω τὸ ποτήριον τοῦτο· καὶ πάλιν τοῖς μαθηταῖς· ∆ύνασθε πιεῖν τὸ ποτήριον, ὃ ἐγὼ μέλλω πίνειν; ἐδήλου δὲ τὸν θάνατον, ὃν κατεδέ χετο ὑπὲρ τῆς τοῦ κόσμου σωτηρίας.

∆ιὰ τοῦτο, φησὶ, Ποτήριον σωτηρίου λήψομαι· τουτέστι, διψῶν ἐπὶ τὴν διὰ τοῦ μαρτυρίου τελείωσιν ἔρχομαι, ἀνάπαυσιν ψυχῆς καὶ σώματος, οὐκ ἀλγηδόνας τιθέμενος τὰ ἐν τοῖς ὑπὲρ τῆς εὐσεβείας ἀγῶσι προσαγόμενα κο λαστήρια. Ἐμαυτὸν οὖν, φησὶ, θυσίαν προσοίσω καὶ προσφορὰν τῷ Κυρίῳ, ἐπειδὴ πάντα μικρότερα τί θεμαι τῆς ἀξίας τοῦ εὐεργετήσαντος. Καὶ ταύτας τὰς ἐπαγγελίας ἑτοίμως ἔχω ὑπὸ μάρτυρι παντὶ τῷ λαῷ ἀποτῖσαι. Τὰς γὰρ εὐχάς μου ἀποδώσω ἐναντίον παντὸς τοῦ λαοῦ αὐτοῦ. Εἶτα προτροπὴ πρὸς τοὺς ἀκροατὰς ὑπὲρ τοῦ μὴ καταπλαγῆναι τὸν θάνατον. Τίμιος, φησὶν, ἐναντίον Κυρίου, ὁ θάνατος τῶν ὁσίων αὐτοῦ. Μὴ ὀκνήσητε, φησὶ, πρὸς ἀγῶνα τὸν καλὸν, οἱ ἄνθρωποι, μηδὲ ἀποδειλιάσητε πρὸς 30.112 τὸν θάνατον· οὐ γὰρ φθορά ἐστιν, ἀλλὰ ζωῆς ἀφορ μή· οὐκ ἀφανισμός ἐστι παντελὴς, ἀλλὰ μετάβασις πρὸς τιμήν. Παρὰ μὲν οὖν τοῖς ἀνθρώποις τοῖς φιλο πλούτοις λιθίδιά τινα, ἀνθηροῖς χρώμασιν ὑπολάμ ποντα, τίμια πέφυκεν ὀνομάζεσθαι· Τίμιον δὲ ἀληθῶς ὁ θάνατος τῶν ὁσίων αὐτοῦ. Ὅταν ψυχὴ κεκαθαρμένη τῷ βίῳ, ἐλευθέρα τῶν τῆς σαρκὸς μο λυσμάτων, μὴ ἔχουσα σπῖλον ἢ ῥυτίδα, ἐκ τῶν ὑπὲρ τῆς εὐσεβείας ἀγώνων δεδοξασμένη, καὶ τὸν τῆς δικαιοσύνης ἀναδησαμένη στέφανον, ἐκ πάντων τού των ὑπερλάμπουσα τῷ κάλλει τῆς ἀρετῆς, παραστῇ τῷ ∆εσπότῃ καὶ κριτῇ τῶν ὅλων, παντὸς λίθου πο λυτελοῦς διαυγεστέραν τὴν ἐκ τῆς χάριτος φαιδρό τητα κεκτημένη, πῶς οὐχὶ τίμιος τοῦ τοιούτου ἀνθρώ που ἐναντίον Κυρίου ὁ θάνατος; Μὴ τοίνυν ὀδυρώμεθα τὰς ἐντεῦθεν ἐξόδους τῶν ὁσίων ἀνδρῶν, ἀλλὰ μᾶλλον τὰς γενέσεις καὶ τὰς εἰς τὴν ζωὴν ταύτην παρόδους. Ἡ μὲν γὰρ εἰς τὸν κόσμον τοῦτον εἴσοδος, δι' ἀτι μίας ἐστὶ ῥύπου καὶ δυσωδίας, καὶ ὧν οὐδ' ἂν τὴν θέαν εὐκόλως ἀνάσχοιτό τις τῆς ζωῆς ἡμῶν καθηγουμένων· διὰ γὰρ τῶν τοιούτων ἡ πάροδος τῆς σαρκίνης γενέσεως τῷ τῆς φύσεως ἀναγκαίῳ νε νομοθέτηται. Ἢ δὲ ἔξοδος καὶ ἡ ἀπαλλαγὴ ἡ ἐντεῦθεν, τιμία καὶ περιφανής· οὐ πάντων ἀνθρώπων, ἀλλὰ τῶν ὁσίως καὶ δικαίως τὸν ἐνταῦθα βίον διενεγκόντων. Τίμιος οὖν ὁ θάνατος, οὐχὶ τιμία τῶν ἀνθρώπων ἡ γένεσις. Σπείρεται γὰρ, φησὶν, ἐν ἀτιμίᾳ, ἐγείρε ται ἐν δόξῃ· σπείρεται ἐν φθορᾷ, ἐγείρεται ἐν ἀφθαρσίᾳ. Σύγκρινον τοίνυν τῇ γενέσει τὸν θάνατον, καὶ παῦσαι ὀδυρόμενος τὸν τῆς ἀτιμίας ἀπαλλασ σόμενον.

Ὅτε Ἰουδαϊκῶς ἀπέθνησκον, βδελυκτὰ ἦν τὰ θνησιμαῖα· ὅτε ὑπὲρ Χριστοῦ ὁ θάνατος, τίμια τὰ λείψανα τῶν ὁσίων αὐτοῦ. Πρὸ τούτου ἐλέγετο τοῖς ἱερεῦσι καὶ