1

 2

 3

 4

4

τοῖς Ναζωραίοις τὸ, Οὐ μιανθή σεσθε ἐπ' οὐδενὶ τεθνηκότι· καὶ τὸ, Ἐάν τις ἅψηται νεκροῦ, ἀκάθαρτος ἔσται ἕως ἑσπέρας· καὶ τὸ, Πλυνεῖ ἑαυτοῦ τὰ ἱμάτια. Νυνὶ δὲ ὁ ἁψά μενος ὀστέων μάρτυρος, λαμβάνει τινὰ μετουσίαν ἁγιασμοῦ ἐκ τῆς τῷ σώματι παρεδρευούσης χάριτος. Τίμιος οὖν ἐναντίον Κυρίου ὁ θάνατος τῶν ὁσίων αὐτοῦ. Μὴ προτιμᾶτε τῶν πολυτιμήτων τὰ ἀτιμότατα, μηδὲ κακοὶ συναλλάκται γίνεσθε, τὴν φθειρομένην ζωὴν τῆς ἀφθάρτου καὶ μακαρίας καταστάσεως προτιμῶντες. Ἄνευ γὰρ τῶν παθημάτων τῆς ἀτιμίας, οἷς οἱ πλεῖστοι τῶν φιληδόνων ὑπόκεινται, ἔτι καὶ αἱ κατὰ τὸν βίον χρεῖαι, τῆς ψυχῆς τὸ μεγαλοφυὲς κατακάμπτουσαι, οἱονεὶ δουλοῦνται αὐτὴν, πρὸς τὴν ὑπηρεσίαν τῆς σαρκὸς κατασύρουσαι. Ὅπου δὲ δουλεία, ἐκεῖ δῆλον ὅτι καὶ ἀτιμία. Φευκτέον οὖν τὴν ζωὴν, ᾗ τὸ ἄτιμον παραπέφυκεν. Οὐδὲν, φησὶ, μέγα ποιῶ, ἐμαυτόν σοι ἀποδιδοὺς τῷ ∆εσπότῃ. ∆οῦλος γὰρ ὢν σὸς, σοὶ προσάγω 30.113 τὸ σὸν κτῆμα. Πάντως γὰρ τοῦ κτίσαντος δοῦλον ὑπάρχει τὸ ἐκτισμένον. Ὥστε οὐ προαιρέσει δοῦλος μόνον, ἀλλὰ καὶ φύσει. Υἱὸς γάρ εἰμι τῆς παιδίσκης σου, ἣν νηπιάζουσαν καὶ κομιδῇ παῖδα παραγαγὼν ὁ ἐχθρὸς, καὶ ἀποστήσας τῆς σῆς δουλείας, δούλην τῆς ἁμαρτίας ἐποίησεν. Ἀλλ' ἐπιστρέφω καὶ ἐπανατρέχω πρὸς τὸν ἐξ ἀρχῆς ∆εσπότην, καὶ ἐπιγινώσκω τὴν ἀρχαίαν δουλείαν. ∆ιέῤῥηξας τοὺς δεσμούς μου.

Ἐπειδή με τῶν δεσμῶν τῆς ἁμαρτίας ἠλευθέρωσας, κατελθὼν εἰς ᾅδου, καὶ λύσας τὴν ἀνθρωπότητα δεσμῶτιν οὖσαν τοῦ θανάτου, καὶ ἐν ταῖς ἀφύκτοις εἱρκταῖς τοῦ ᾅδου κατεχομένην, διὰ τοῦτό σοι θύσω, οὐχὶ τετράποδα διχηλοῦντα καὶ μηρυκίζοντα, οὐδὲ πτηνὰ καθαρὰ, ἢ σεμίδαλιν ἀνα-πεποιημένην ἐλαίῳ, ἣ λίβανον διαφανῆ, ἢ τὸ τῆς συνθέσεως ἐκεῖνο θυμίαμα (ταῦτα γάρ σοι παρὰ τῆς γῆς προσφέρεται τῷ ∆εσπότῃ)· ἀλλ' ὅ ἐστιν ἐμὸν ἴδιον κτῆμα, καὶ καρδίας γέννημα τῆς ἐμῆς, τὴν σὴν δοξολογίαν ἐξ αὐτῆς ἀνοίσω, ὥσπερ ἀπὸ θυσιαστηρίου τινὸς τῆς ἐμαυτοῦ διανοίας. Καὶ ἱερουργήσω σοι τὴν τῆς αἰνέσεως θυσίαν, μυρίων ὁλοκαυτωμάτων προτιμοτέραν σοὶ τῷ ἀπροσδεεῖ καὶ τελείῳ Θεῷ, ὃς οὐκ ἀπαιτεῖς σωματικὰς θυσίας, ἐν αἷς πλεονεκτοῦσιν οἱ εὐπορώτεροι, ἀλλὰ τὴν ἀπὸ διαθέσεως καὶ καρδίας ἀληθινῆς ἐξομολόγησιν, ἧς μέτεστι πᾶσιν ἐξ ἴσου τοῖς βουλομένοις. Τὰς εὐχάς μου τῷ Κυρίῳ ἀποδώσω ἐναντίον παντὸς τοῦ λαοῦ αὐτοῦ. Θύων δέ σοι τὴν αἴνεσιν, οὐχ ὡς ἐπαισχυνόμενος, λάθρα που καὶ ἐν παραβύστῳ θύσω, φεύγων τὰς μέμψεις τῶν ἀσεβῶν· ἀλλὰ πάνδημόν τινα θυσίαν ἐπιτελέσω, τὸν λαὸν ὅλον κοινωνὸν τῆς λατρείας παραλαβών. Τόπος δὲ ἡμῖν τῆς θυσίας ἀποδειχθήσεται τὰ μέσα καὶ περιφανέστατα τῆς Ἱερουσαλήμ. Ἀκούσατε, οἱ τὴν Ἐκκλησίαν καταλιμπάνοντες, καὶ ἐν οἴκοις κοινοῖς συστρεφόμενοι, τὰ ἄθλια τοῦ τιμίου σώματος ἀποῤῥήγματα, ὅτι χρὴ τὰς εὐχὰς ἀποδιδόναι ἐν μέσῳ τῆς Ἱερουσαλήμ· τουτέστι, τῆς Ἐκκλησίας τοῦ Θεοῦ. Οὐδὲ γὰρ κατὰ τὴν παλαιὰν λατρείαν ἴδιον ἐξῆν ἑκάστῳ πήγνυσθαι θυσιαστήριον, ἀλλ' ἓν ἀποδέδεικτο τοῖς θυσιάζειν προαιρουμένοις. Σὺ δὲ ἀντεγείρεις τῷ τῶν πατέρων θυσιαστηρίῳ βωμὸν, καὶ πῦρ ἀνάπτεις ἀλλότριον ἐπ' αὐτοῦ, μηδὲ τῷ παλαιῷ παραδείγματι σωφρονιζόμενος, ἀνθρώπους κατεφθαρμένους τὸν νοῦν ἐπισπώμενος, καὶ συμμιαίνων αὐτοῖς ἑαυτόν. Ὧν φύγοιτε τὴν μίμησιν, ὑμεῖς ὁ λαὸς τοῦ Κυρίου, 30.116 καὶ μὴ χωρισθείητε τῆς μερίδος τῶν σωζομένων, διαμένοντες ἐν τῇ πίστει, τελειούμενοι ἐν ταῖς ἐντολαῖς τοῦ Κυρίου, ᾧ ἡ δόξα καὶ τὸ κράτος, εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.