1

 2

 3

 4

2

μηδὲ κατὰ μίμησιν τοῦ Ἀποστόλου λέγων τὸ, Ἀδελφοὶ, ἐγὼ ἐμαυτὸν οὔπω λογίζομαι κατει ληφέναι, ἀλλὰ περινοῶν οὐσίας Θεοῦ κατάληψιν, καὶ τῷ ἰδίῳ λογισμῷ ἐκμετρῶν τὰ ἀνέφικτα, καὶ τοσοῦτον λογιζόμενος εἶναι τὸν Θεὸν, ὅσον αὐτὸς τῷ λογισμῷ περιέλαβεν· καὶ ὅλως, ὁ τὸν οἰκεῖον νοῦν μέτρον τῶν ὄντων ποιούμενος, οὐ λογιζόμενος, ὅτι ῥᾷόν ἐστι κοτύλῃ μικρᾷ τὴν πᾶσαν θάλασσαν ἐκμετρῆσαι, ἢ τῷ ἀνθρωπίνῳ νῷ τῆς ἀφάτου μεγαλειότητος τοῦ Θεοῦ περιδράξασθαι, εἰκῆ φυσιούμενος καὶ ἐπαιρό μενος τῇ ματαιότητι τοῦ νοὸς αὐτοῦ, οὐ δύναται λέγειν τὸ, Ἐπίστευσα, διὸ ἐλάλησα· ἐπειδὴ οὐδὲ τὸ ἐφεξῆς ἐπάγειν αὐτῷ δυνατὸν, τὸ, Ἐγὼ δὲ ἐταπεινώθην σφόδρα· τύφῳ γὰρ καὶ ἀλαζονείᾳ συζῇ, καὶ 30.108 διακένοις ῥήμασιν ἐπαγάλλεται, τὸ ἐκ τῆς πίστεως ἰσχυρὸν μὴ κεκτημένος. Εἶτα οὐχ ἑαυτὸν ταπεινοῖ μόνον, ἀλλὰ καὶ πᾶσαν ὁμοῦ τὴν συγγενῆ ἑαυτῷ καὶ κοινωνὸν τῆς φύσεως ἀνθρωπότητα.

Ἐγὼ γὰρ εἶπα, φησὶν, ἐν τῇ ἐκστάσει μου· Πᾶς ἄνθρωπος ψεύστης. Ὥστε ὁ μὴ ἐκ πίστεως βοηθούμενος, ἀλλ' οἴκοθεν ἐπὶ τὸν λόγον ἐρχόμενος, ταῖς ἀνθρωπίναις πα ρασκευαῖς πρὸς τὴν κατάληψιν τῆς ἀληθείας θαῤῥῶν, ψεύστης ἐστὶ, παραπολὺ τῆς ἀληθείας ἐκπίπτων. Τοῦτον δέ φησιν εἰρηκέναι τὸν λόγον ἐν τῇ ἐκστά σει. Τίς δέ ἐστιν ἡ ἔκστασις; Ἤτοι ὅτι περιβλεψά μενος τὴν ἀνθρωπίνην φύσιν, καὶ διερευνησάμενος, εἴ πού τίς ἐστιν ἐν ἀνθρώποις ἀλήθεια, μηδαμοῦ ταύτην εὑρεῖν δυνηθεὶς ἄνευ τῆς παρὰ τοῦ Θεοῦ βοηθείας, ἔκθαμβος γενόμενος ἐπὶ τῷ παραδόξῳ τοῦ πράγματος, ἐξεβόησα, ὅτι Πᾶς ἄνθρωπος ψεύ στης· ἢ ἐν τῇ ἐκστάσει ἐκείνῃ, ἣν κατεσχηματισά μην ἐπὶ τοῦ Ἀγχοὺς, ἐπιληψίαν καὶ παραφορὰν ὑποκρινάμενος, ἐπειδὴ εἶδον εἰς ἀνάγκην ἐλθόντα ἐμαυτὸν τοῦ καταψεύσασθαι ἐμαυτοῦ, καὶ ἀναπλά σασθαι τὰ μὴ ὄντα, ὑπὲρ τοῦ τὸν ἀπὸ τῶν πολε μίων κίνδυνον ἐκφυγεῖν, τότε εἶπον, ὅτι Πᾶς ἄνθρω πος ψεύστης· κἂν μὴ κατὰ προαίρεσιν, μηδ' ἐπὶ κακῷ τῶν πλησίον, ἀλλὰ πάντως διά τινας περιστα τικὰς αἰτίας καταφεύγων ἐπὶ τὸ ψεύδεσθαι. Οὐ μὴν ἑαυτῷ περιπίπτει κατὰ τὸν λόγον ὁ Προφήτης, ὥσπερ τινὲς τῶν σοφιστικῶν ἐπιχειροῦσιν αὐτὸν δι ελέγχειν, τῷ κατὰ περιτροπὴν ἐλέγχῳ ἐμπεπτωκέ ναι λέγοντες τὸν Προφήτην. Εἰ γὰρ πᾶς ἄνθρω πος ψεύστης, ἄνθρωπος δὲ καὶ ὁ ∆αβίδ· ψεύστης ἦν καὶ αὐτὸς δηλονότι· εἰ δὲ ψεύστης, οὐ πιστευτέον αὐ τῷ περὶ ὧν ἀποφαίνεται. Μὴ ὄντος δὲ ἀληθοῦς τοῦ λόγου τούτου, μηδὲ ὄντος παντὸς ἀνθρώπου ψεύστου, ἀφήσομεν καὶ τὸν ∆αβὶδ τῆς τοῦ ψεύδους αἰτίας. Εἰ δὲ οὐ ψεύδεται, πιστεύσωμεν αὐτῷ περὶ ὧν ἀπο φαίνεται· πιστεύοντες δὲ, πάλιν εἰς τὴν τοῦ ἀπιστεῖν ἀνάγκην περιαχθησόμεθα. Ὥστε εἰ μὲν ἀληθεύει ∆αβὶδ, λύει τὸν ἑαυτοῦ λόγον, καὶ ἄνθρωπος ὢν, καὶ μὴ ψευδόμενος· εἰ δὲ ψεύδεται, αὐτόθεν ἔχει τὸ μὴ πιστεύεσθαι· τίς γὰρ προσέξει ψευδολογοῦντι; Ὥστε ἐπειδὴ ἅπαξ ἀπεφήνατο πάντα ἄνθρωπον εἶναι ψεύ στην, ψευδέσθω ∆αβὶδ, ἵνα τὸν λόγον πιστώσηται· ἢ ἀληθεύων αὐτὸς, παρέλυσε τὴν ἀπόφασιν. Ἀλλὰ ταῦτα μὲν παιζόντων ἐστὶ, καὶ ταῖς τῶν λόγων στροφαῖς ἐπαγαλλομένων πρὸς τοὺς ἀπείρους· τὸ δὲ ἀληθὲς οὐχ οὕτως ἔχει. Ἄνθρωποι γὰρ λέγονται οἱ τοῖς ἀνθρωπίνοις ἔτι παθήμασι κατεχόμενοι· ὁ δὲ ὑψηλότε ρος ἤδη τῶν σαρκικῶν παθημάτων γενόμενος, καὶ διὰ τὴν τοῦ νοῦ τελείωσιν πρὸς τὴν τῶν ἀγγέλων κατάστασιν μετελθὼν, οὗτος ὅταν περὶ τῶν ἀν 30.109 θρωπίνων διαλέγηται, ἑαυτὸν ὑπεξαιρεῖται τῶν λοι πῶν δηλονότι. Ἀψευδὴς γὰρ ὁ εἰπών· Ἐγὼ εἶπα· Θεοί ἐστε, καὶ υἱοὶ Ὑψίστου πάντες· ὑμεῖς δὲ ὡς ἄνθρωποι ἀποθνήσκετε. Θεοί ἐστε. Πάντως δὲ εἴ τινι ἄλλῳ, καὶ τῷ ∆αβὶδ ἡ τοιαύτη προσηγορία πρέπουσα. Καὶ γὰρ καὶ υἱὸς Ὑψίστου, ὁ διὰ τῆς ἀρετῆς ᾠκειωμένος Θεῷ, καὶ οὐκ ἀποθνήσκων ὡς ἄνθρωπος, ἀλλὰ ζῶντα ἔχων ἐν ἑαυτῷ τὸν Θεόν. Ἐγὼ οὖν εἶπον, φησὶν, ἐν τῇ ἐκστάσει μου· Πᾶς ἄνθρωπος ψεύστης. Ἀκουέτωσαν οἱ τῇ μὲν σαρκὶ διὰ τῶν παθημάτων συμπεφυρμένοι, τὸν δὲ νοῦν ἑαυτῶν ὑπεραίροντες τῶν