1

 2

 3

 4

 5

 6

3

μεθυόντων ὕβρεως ἀποφαίνουσα· εἴπερ τὰ μὲν ἄλογα γνωρίζει τοὺς ὅρους τῆς φύσεως, οἱ δὲ μεθύοντες ἐν ἄῤῥενι μὲν τὸ θῆλυ, ἐν δὲ τῷ θήλει τὸ ἄῤῥεν ἐπιζητοῦσιν. Οὐδὲ ἐπεξελθεῖν τῷ λόγῳ ῥᾴδιον πᾶσι τοῖς ἐκ τῆς μέθης δεινοῖς.

Αἱ μὲν οὖν ἐκ τοῦ λοιμοῦ βλάβαι χρόνῳ ἐγγίνονται τοῖς ἀνθρώποις, κατὰ μικρὸν τοῦ ἀέρος τὴν παρ' ἑαυτοῦ φθορὰν ἐντιθέντος τοῖς σώμασιν· αἱ δὲ παρὰ τοῦ οἴνου εὐθὺς συνεισπίπτου σιν. Οὕτω γὰρ τὴν ψυχὴν ἀπολωλότες, ὡς ὑπὸ πάσης κηλῖδος εἶναι κατεστιγμένοι, ἔτι καὶ αὐτὴν τοῦ σώ ματος τὴν ἕξιν προσδιαφθείρονται· οὐ μόνον τῇ 31.452 ὑπερβολῇ τῶν ἡδονῶν ἐξοιστρουσῶν ἐπὶ λαγνείας ἐκτετηκότες καὶ διαῤῥέοντες, ἀλλὰ καὶ αὐτῷ τῷ ὄγκῳ πεπλαδηκὸς καὶ βρυῶδες καὶ τοῦ ζωτικοῦ τόνου λελυμένον τὸ σῶμα φέροντες. Τούτων πελιδνοὶ οἱ ὀφθαλμοί· ὕπωχρος δὲ ἡ ἐπιφάνεια· πνεῦμα προσ εστηκός· γλῶσσα παρειμένη, καὶ κραυγὴ ἄση μος· ἀκροσφαλεῖς οἱ πόδες καθάπερ οἱ τῶν παίδων· ἐκκρίσεις δὲ τῶν περιττωμάτων αὐτόματοι ὥσπερ ἀπὸ ἀψύχων ῥέουσαι. Ἐλεεινοὶ τῆς τρυφῆς, ἐλεεινό τεροι τῶν ἐν πελάγει χειμαζομένων, οὓς ἄλλα ἐξ ἄλ λων διαδεχόμενα καὶ ἐπιβαπτίζοντα κύματα ἀναφέ ρειν οὐκ ἐπιτρέπει τοῦ κλύδωνος. Οὕτω δὴ καὶ τού των αἱ ψυχαὶ ὑποβρύχιοι φέρονται βεβαπτισμέναι τῷ οἴνῳ. ∆ιόπερ ὡς τὰ χειμαζόμενα πλοῖα, ἐπειδὰν ὑπέραντλα γένηται, ἀναγκαίως τῇ ἐκβολῇ τοῦ φόρ του κουφίζεται· οὕτω καὶ τούτοις ἀναγκαῖαι τῶν βαρυνόντων αἱ ἀποθέσεις. Ἐμοῦντες γὰρ καὶ ἀποβλύ ζοντες, μόλις ἐλευθεροῦνται τοῦ βάρους· τοσοῦτον τῶν δυσπλοούντων ἐλεεινότεροι, ὅσον οἱ μὲν ἀνέμους καὶ θάλασσαν καὶ τὰς ἔξωθεν ἀνάγκας ἐπαιτιῶνται· οἱ δὲ αὐθαίρετον ἐπισπῶνται τὸν ἐκ τῆς μέθης χει μῶνα. Ὁ δαιμονῶν ἐλεεινός· ὁ δὲ μεθύων, τὰ αὐτὰ πάσχων, οὐδὲ τοῦ ἐλεεῖσθαι ἄξιος, αὐθαιρέτῳ δαίμονι προσπαλαίων. Οἳ καὶ μέθης συντιθέασι φάρμακα, οὐχὶ τὸ μὴ παθεῖν τι δεινὸν ἀπὸ τοῦ οἴνου, ἀλλὰ τὸ μὴ διαλείπειν μεθύοντες μηχανώμενοι. Ὀλίγη μὲν γὰρ αὐτοῖς ἡ ἡμέρα· μικρὰ δὲ ἡ νὺξ καὶ ἡ χειμέ ριος, πρός γε τὸν τοῦ πότου χρόνον. Τέλος δὲ οὐκ ἔστι τοῦ κακοῦ. Αὐτὸς γὰρ ἑαυτὸν ὁ οἶνος ἐπὶ τὸ πλεῖον προάγει. Οὐ γὰρ τὴν χρείαν παραμυθεῖ ται, ἀλλ' ἑτέρου πότου χρείαν ἀπαραίτητον ἐμποιεῖ, ἐκκαίων τοὺς μεθύοντας, καὶ ἀεὶ πρὸς τὴν τοῦ πλείο νος ἔφεσιν προκαλούμενος. Ἀπλήρωτον δὲ τοῦ πί νειν τὴν ὄρεξιν ἔχειν ἐπινοοῦντες, τὸ ἐναντίον πάσχου σιν ἢ προῄρηνται.

Τῷ γὰρ συνεχεῖ τῆς τρυφῆς τὰς αἰσθήσεις ἀπομαραίνουσιν. Ὡς γὰρ τὸ ἄγαν λαμπρὸν ἀμαυροῖ τὰς ὄψεις, καὶ ὥσπερ οἱ τοῖς μεγάλοις ψό φοις κατακρουόμενοι τῇ ἀμετρίᾳ τῆς πληγῆς εἰς τὸ μηδὲ ἀκούειν παντελῶς περιάγονται· οὕτω καὶ οὗτοι λελήθασιν ἑαυτοὺς ὑπὸ τῆς ἄγαν φιληδονίας τὴν ἡδονὴν ἀπολέσαντες. Ἄποιος μὲν γὰρ αὐτοῖς καὶ ὑδατώδης ὁ οἶνος, κἂν ἄκρατος ᾖ· χλιαρὰ δὲ τοῦ νεα ροῦ ἡ ἀντίληψις, κἂν τὸ ἀκραιφνέστατον ᾖ, κἂν αὐτὴ χιὼν, κατασβέσαι τὴν ἔνδον ἐν αὐτοῖς ἐκ τῆς ἀμετρίας τοῦ οἴνου καιομένην φλόγα μὴ δυναμένη. Τίνι οὐαί; τίνι θόρυβος; τίνι κρίσεις; τίνι ἀηδίαι καὶ λέσχαι; τίνι συντρίμματα διακενῆς; τίνος πελιδνοὶ οἱ ὀφθαλμοί; Οὐ τῶν ἐγχρονιζόντων ἐν οἴνῳ, καὶ κατασκοπούντων ποῦ πότοι γίνονται; Τὸ οὐαὶ θρηνῶδές ἐστι ἐπίφθεγμα. Θρήνου δὲ ἄξιοι οἱ μεθύοντες, διότι Μέθυσοι βασιλείαν Θεοῦ οὐ κληρονομήσουσι. Θόρυβος δὲ διὰ τὴν ἐκ τοῦ οἴνου ταραχὴν ἐγγινομένην τοῖς λογισμοῖς. Καὶ 31.453 ἀηδίαι διὰ τὰς πικρὰς ἐκ τῆς τοῦ πίνειν ἡδονῆς ἀνα δόσεις. Τούτων γὰρ δεσμοῦνται μὲν οἱ πόδες, δε σμοῦνται δὲ χεῖρες ἐκ τῶν ἐπιπεμπομένων αὐτοῖς παρὰ τῆς μέθης ῥευμάτων. Καίτοι καὶ πρὸ τού των τῶν παθῶν, παρ' αὐτὸν τὸν καιρὸν τοῦ πίνειν, τὰ τῶν φρενιτικῶν αὐτοῖς συμπίπτει πάθη. Ὅταν γὰρ πλήρεις αἱ μήνιγγες γένωνται τῆς αἰθάλης, ἣν ὁ οἶνος ἐξατμιζόμενος ἀναφέρει, βάλλεται μὲν ὀδύ ναις ἀφορήτοις ἡ κεφαλή· μένειν δὲ ὀρθὴ ἐπὶ τῶν ὤμων μὴ δυναμένη, ἄλλοτε ἐπ' ἄλλα καταπίπτει, τοῖς σπονδύλοις