1.1 βιβλίον πρῶτον Οἱ μὲν σοφοὶ καὶ ἀγχίνοι καὶ τῶν ἱερῶν δογμάτων ἐπιστήμονες τὸ κάλλος τῆς ἀληθείας θαυμάζουσι καὶ ἐν παντὶ λόγῳ πεποίηνται τὸ συνιέναι δύνασθαι παραβολὴν καὶ σκοτεινὸν λόγον, ῥήσεις τε σοφῶν καὶ αἰνίγματα. Οὕτω γάρ, οὕτω ταῖς θεοπνεύστοις Γραφαῖς ἀκριβῆ καὶ διηρθρωμένον τὸν νοῦν ἐνερείδοντες φωτὸς μὲν τοῦ θείου τὰς ἑαυτῶν ἀναπιμπλᾶσι ψυχάς, ἀξιοζήλωτον δὲ πολιτείας ὀρθῆς καὶ ἐννομωτάτης ἀράμενοι καύχημα εἶεν ἂν καὶ ἑτέροις ὠφελείας τῆς ἀνωτάτω πρόξενοι. Γέγραπται γὰρ ὅτι· Υἱέ, ἐὰν σοφὸς γένῃ σεαυτῷ, σοφὸς ἔσῃ καὶ τῷ πλησίον. Οἱ δὲ διάστροφοι τὴν καρδίαν καὶ τὴν εἰς νοῦν ἔχοντες ἐμπηρίαν, ἀμέτοχοί τε εἰς ἅπαν τοῦ θείου φωτός, τοῖς δόγμασι μὲν τῆς εὐσεβείας ἀντανίστανται, θρασυστομοῦσι δὲ λίαν καὶ τῆς ἀρρήτου κατεπαίρονται δόξης, καὶ παλιμφήμους ἱέντες φωνὰς ἀδικίαν εἰς τὸ ὕψος λαλοῦσι, κατὰ τὸ ἐν ψαλμοῖς ὑμνούμενον. Ἀρρωστῆσαι δὲ οἶμαι τοῦτο αὐτοὺς ἐκ πολλῆς ἄγαν ἀποπληξίας καὶ τῆς ἐνούσης αὐτοῖς ἀμαθίας, μᾶλλον δὲ εἰ χρὴ τἀληθὲς εἰπεῖν ἐξ ἐπιβουλῆς τοῦ πονηροῦ τε καὶ ἀρχεκάκου δράκοντος, φημὶ δὴ τοῦ Σατανᾶ. 1.2 Καὶ πρὸς τοῦτό γε ἡμᾶς ἐμπεδοῖ γεγραφὼς ὁ θεσπέσιος Παῦλος. Εἰ δὲ καὶ ἔστι κεκαλυμμένον τὸ Εὐαγγέλιον ἡμῶν, ἐν τοῖς ἀπολλυμένοις ἐστὶ κεκαλυμμένον, ἐν οἷς ὁ θεὸς τοῦ αἰῶνος τούτου ἐτύφλωσε τὰ νοήματα τῶν ἀπίστων εἰς τὸ μὴ αὐγάσαι τὸν φωτισμὸν τοῦ Εὐαγγελίου τῆς τοῦ Χριστοῦ δόξης. Ὅτι μὲν οὖν ὁ νομισθεὶς εἶναι θεὸς τοῦ αἰῶνος τούτου καὶ τῆς ἀνωτάτω δόξης κλοπεὺς ἐσκότισεν αὐτῶν τὴν καρδίαν, οὐκ ἀσυμφανές· πεπλάνηνται γὰρ ὁμολογουμένως καὶ ἀριθμοῦ κρείττονας ἐφιστᾶσι τῷ βίῳ θεούς, δαίμονάς τε καὶ ἡρώων ψυχάς, καθά φασιν αὐτοὶ καὶ φρονεῖν ἐγνώκασιν. Ἀλλ' ἦν ἂν ἐπ' αὐτοῖς τὸ τῶν εὖ φρονούντων δάκρυον, οὐ σφόδρα πολὺ σιωπᾶν ᾑρημένοις τὰ ἐφ' οἷς ἄν τις αἰσχύνοιτο· νῦν δὲ δὴ πρόεισι δυσσεβείας εἰς τοῦτο αὐτοῖς τὸ ἐγχείρημα ὥστε καὶ ἑτέροις ζητεῖν ἐνιέναι τῆς οὕτως αἰσχρᾶς δεισιδαιμονίας τὴν νόσον. Οἷα γάρ τινες ὄφεις τριόδοις ἐγκαθήμενοι τοῖς ἐν αὐταῖς διαστείχουσιν ἐπιπηδῶσι πικροί, τὸν τῆς ἀπωλείας ἰὸν τοῖς εὐπαραφόροις ἐγχέοντες· καὶ περὶ αὐτῶν ἂν λέγοιτο, καὶ σφόδρα εἰκότως· Ὄφεις, γεννήματα ἐχιδνῶν, πῶς δύνασθε ἀγαθὰ λαλεῖν πονηροὶ ὄντες; Καὶ οὐκ ἂν ἁμάρτοι τοῦ ἀληθοῦς ὁ Κύριος λέγων· Ὁ ἀγαθὸς ἄνθρωπος ἐκ τοῦ ἀγαθοῦ θησαυροῦ τῆς καρδίας αὐτοῦ προφέρει τὰ ἀγαθά, καὶ ὁ πονηρὸς ἄνθρωπος ἐκ τοῦ πονηροῦ θησαυροῦ τῆς καρδίας αὐτοῦ προφέρει τὰ πονηρά, καὶ· Ἀπὸ τοῦ περισσεύματος τῆς καρδίας τὸ στόμα λαλεῖ. 1.3 Καὶ ταῦτά φημι τοῖς Ἰουλιανοῦ βιβλίοις ἐντυχών, ὃς τῆς εὐαγοῦς ἡμῶν θρησκείας οὐ φορητὴν ἐποιήσατο τὴν κατάρρησιν, πεπλανῆσθαι λέγων ἡμᾶς καὶ ἀποφοιτῆσαι μὲν ἀσυνέτως τῆς εὐθύ τε καὶ ἀμωμήτως ἐχούσης ὁδοῦ, ἰέναι δὲ ὥσπερ κατὰ πετρῶν, καὶ ὁλοτρόπως ἀβούλητον τῷ ἐπὶ πάντων Θεῷ ποιεῖσθαι λατρείαν, οὔτε τοῖς διὰ τοῦ πανσόφου Μωσέως νόμοις συμβαίνουσαν, οὔτε μὴν ταῖς Ἑλλήνων δεισιδαιμονίαις, ἤγουν ἔθεσί τε καὶ τρόποις, μέσην δὲ ὥσπερ τινὰ καὶ ἀμφοῖν ἁμαρτάνουσαν καινοτομῆσαι ζωήν. Ἐγὼ δέ, ὅτι μὲν τῆς Ἑλλήνων ἀπηλλάγμεθα ἐμβροντησίας, καὶ πολὺς ἀποτειχίζει λόγος τῆς ἐκείνων τερθρείας τὰ Χριστιανῶν, φαίην ἄν· Κοινωνία γὰρ οὐδεμία φωτὶ πρὸς σκότος, ἀλλ' οὐδὲ μερὶς πιστῷ μετὰ ἀπίστου. Ὅτι δὲ τοῖς Μωσέως βιβλίοις ἐσμὲν οὐ διάφοροι, οὔτε μὴν ἀντεξάγουσαν τοῖς ἐκείνου θεσπίσμασι πολιτείαν ἐπετηδεύσαμεν, ὡς ἂν οἷός τε ὦ πληροφορεῖν πειράσομαι, καιροῦ τοῦ καθήκοντος ἐν τούτοις ἡμῖν τὸν λόγον διαγυμνάζοντος. 1.4 Πλὴν ἐκεῖνο εἰπεῖν εἰς τὸ παρὸν οἰήσομαι δεῖν· ἀληθὲς μὲν γὰρ ὅτι, κατὰ τό τισι παρῳδούμενον, σοφὸς ἄλλος ἀπ' ἄλλου, πρόδηλον δὲ δήπουθεν εἴη ἂν ὅτι τὰ τῶν