Solutiones ΠΡΩΤΟΝ ΚΕΦΑΛΑΙΟΝ ΕΠΙΛΥΣΕΩΣ ∆ογματικῶν ζητημάτων
Εἰ ὁ τῶν ὅλων Θεὸς τὰ γινόμενα ἤδη καὶ πραχθέντα δύναται ποιῆσαι μὴ
λέγων "Λάβετε Πνεῦμα Ἅγιον." ἀνανέωσις γὰρ τῆς ἀρχαίας ἐκείνης δωρεᾶς, καὶ τοῦ δοθέντος ἡμῖν ἐμφυσήματος, τὸ διὰ Χριστοῦ γέγονεν, ἀναμορφοῦν ἡμᾶς εἰς ἁγιασμὸν τὸν πρῶτον, καὶ ἀνακομίζον τὴν ἀνθρώπου φύσιν, ὡς ἐν ἀπαρχῇ τοῖς ἁγίοις ἀποστόλοις, εἰς τὸν ἄνωθεν καὶ ἐν πρώτῃ κατασκευῇ δοθέντα ἡμῖν ἁγιασμόν. Εἰ ἕτερον τὸ κατ' εἰκόνα καὶ ἕτερον τὸ καθ' ὁμοίωσιν ἢ ταὐτόν· φασὶ γὰρ, ὅτι τὸ μέν Κατ' εἰκόνα ἐλάβομεν εὐθὺς κτισθέντες, τὸ δέ Καθ' ὁμοίωσιν, οὔ, τετήρηται δὲ παρ' ἡμῖν εἰς αἰῶνα τὸν μέλλοντα. διὸ, φησὶ, γέγραπται "Ὅταν ὁ Χριστὸς φανερωθῇ, ὅμοιοι αὐτῷ ἐσόμεθα." καὶ πάλιν εἴρηται, φησίν "Ποιήσωμεν ἄνθρωπον κατ' εἰκόνα καὶ καθ' "ὁμοίωσιν ἡμετέραν," καὶ μετὰ τὴν τοῦ ἀνθρώπου δημιουργίαν εἴρηκε "Καὶ ἐποίησεν ὁ Θεὸς τὸν ἄνθρωπον, κατ' εἰκόνα ἑαυτοῦ ἐποίησεν "αὐτὸν," σιωπήσας ἐνταῦθα τό Καθ' ὁμοίωσιν, ἵνα δείξῃ, φησὶ, μήπω ἡμᾶς τοῦτο δεδέχθαι, τετηρῆσθαι δὲ ἡμῖν ἐν τῇ μακαρίᾳ ἐκείνῃ ζωῇ.
555 ΕΠΙΛΥΣΙΣ. Εἰ μὲν ἕτερον καὶ ἕτερον εἶναί φασι τό Κατ' εἰκόνα, καὶ καθ'
ὁμοίωσιν, διδασκέτωσαν τὴν διαφοράν. διακείμεθα γὰρ ἡμεῖς, ὡς οὐδὲν ἕτερον τό Κατ' εἰκόνα δηλοῖ, πλὴν ὅτι Καθ' ὁμοίωσιν, καὶ ὁμοίως τό, καθ' ὁμοίωσιν, τὸ καί Κατ' εἰκόνα· τὴν δέ γε πρὸς Θεὸν ὁμοίωσιν ἐλάχομεν ἐν πρώτῃ κατασκευῇ, καί ἐσμεν εἰκόνες Θεοῦ. δεκτικὴ γὰρ, ὡς ἔφην, ἡ τοῦ ἀνθρώπου φύσις ἐστὶ καὶ ἀγαθότητος καὶ δικαιοσύνης καὶ ἁγιασμοῦ, καὶ τὴν ἐν τούτοις ἔφεσιν ἐγκαταβεβλημένην ἔχει παρὰ Θεοῦ. καὶ τοῦτο ἔστιν ἐντεῦθεν ἰδεῖν. ἡ ἐκτροπὴ γέγονε τῇ ἀνθρώπου διανοίᾳ, οὐκ ἀπό γε τῶν φαύλων εἰς τὸ ἀγαθὸν, ἀλλ' ἐκ τοῦ ἀγαθοῦ πρὸς τὸ φαῦλον. πρῶτον οὖν ἐκεῖνο προϋποκεῖσθαι χρὴ, ὃ δὴ καὶ ἀφέντες ἐκτετράμμεθα. ὅτι γὰρ ἐνεσπάρη τῇ τοῦ ἀνθρώπου ψυχῇ ἐκ πρώτης κατασκευῆς παντὸς ἀγαθοῦ ἔφεσις τε καὶ προθυμία καὶ γνῶσις, σαφηνιεῖ λέγων ὁ πάνσοφος Παῦλος "Ὅταν γὰρ ἔθνη τὰ "μὴ νόμον ἔχοντα φύσει τὰ τοῦ νόμου ποιοῦσιν, οὗτοι νόμον "μὴ ἔχοντες ἑαυτοῖς εἰσὶ νόμος, οἵτινες ἐνδείκνυνται τὸ "ἔργον τοῦ νόμου γραπτὸν ἐν ταῖς καρδίαις αὐτῶν, συμ"μαρτυρούσης αὐτῶν τῆς συνειδήσεως." εἰ δὲ καὶ τοῖς ἔθνεσι τοῖς ἔξω νόμου, φυσικῶς ἔνεστι τὸ εἰδέναι νόμον, ἤτοι τοῦ νομοθέτου τὸν σκοπόν· δῆλον ἔσται παντί τῳ λοιπὸν, ὅτι δικαία καὶ ἀγαθὴ γέγονεν ἐν ἀρχαῖς ἡ ἀνθρώπου φύσις, 556 καὶ εἰς τοῦτο παρήχθη παρὰ Θεοῦ, τὴν αὐτοῦ φοροῦσα μόρφωσιν καὶ τῆς ἀγαθότητος εἰκόνα. καὶ γὰρ ἦν ἅγιος ὁ πρῶτος τῆς ἀνθρώπου ζωῆς χρόνος· παρεισβαλούσης δὲ τῆς ἁμαρτίας, οἱ τῆς πρὸς Θεὸν ὁμοιώσεως χαρακτῆρες οὐκ ἔτι λαμπροὶ μεμενήκασιν ἐν ἡμῖν. ἐπειδὴ δὲ γέγονεν ἄνθρωπος ὁ Μονογενὴς τοῦ Θεοῦ Λόγος, ἁγία πάλιν ἡ ἀνθρώπου γέγονεν φύσις, ἀναμορφουμένη πρὸς αὐτὸν δι' ἁγιασμοῦ καὶ δικαιοσύνης. οὕτω που φησὶν ὁ πάνσοφος Παῦλος ὅτι " ̔Ημεῖς δὲ πάντες ἀνακεκαλυμμένῳ προσώπῳ τὴν δόξαν "Κυρίου κατοπτριζόμενοι, τὴν αὐτὴν εἰκόνα μεταμορφού"μεθα ἀπὸ δόξης εἰς δόξαν, καθάπερ ἀπὸ κυρίου πνεύματος. "ὁ δὲ κύριος τὸ πνεῦμά ἐστιν." οὐκοῦν ἀνανέωσις καὶ οἷον ἀναπλασμὸς τῇ ἀνθρώπου φύσει γέγονεν ἐν Χριστῷ, καταῤῥυθμιζομένης ἡμῶν τῆς σαρκὸς εἰς ἁγίαν ζωὴν ἐν Πνεύματι. εἰ δὲ ἔφη που τὸ ἱερὸν γράμμα, ὅτι πεποίηκεν ὁ Θεὸς τὸν ἄνθρωπον κατ' εἰκόνα ἑαυτοῦ, σεσίγηκε δὲ τό Καθ' ὁμοίωσιν, ἐννοῆσαι χρὴ ὅτι ἠρκέσθη τό Κατ' εἰκόνα εἰπεῖν, ὡς οὐδὲν ἕτερον δηλοῦντος τοῦ καθ' ὁμοίωσιν. περιττὸν γὰρ τὸ λέγειν ὅτι τοῦτο ἡμῖν τετήρηται εἰς αἰῶνα τὸν μέλλοντα. Θεοῦ γὰρ εἰπόντος ὅτι Ποιήσωμεν ἄνθρωπον κατ' εἰκόνα ἡμετέραν καὶ καθ' ὁμοίωσιν, τίς ὁ φάναι τολμῶν ὅτι γέγονε μὲν κατ' εἰκόνα, οὐ μὴν ἔτι καθ' ὁμοίωσιν; ὅμοιοι δὲ ἐσόμεθα τῷ Χριστῷ κατά γε τὴν ἀφθαρσίαν, καὶ τὸ ἐπέκεινα γενέσθαι θανάτου, καὶ μὴν καὶ κατὰ τὴν δόξαν ἣν ἂν ἡμῖν αὐτὸς χαρίσαιτο. γράφει γὰρ πάλιν ὁ ἀπόστολος Παῦλος ποτὲ μὲν 557 ὅτι "Ἀπεθάνετε γὰρ, καὶ ἡ ζωὴ ὑμῶν κέκρυπται σὺν τῷ "Χριστῷ ἐν τῷ Θεῷ· ὅταν ὁ Χριστὸς φανερωθῇ ἡ ζωὴ "ὑμῶν, τότε καὶ ὑμεῖς σὺν αὐτῷ φανερωθήσεσθε ἐν