Solutiones ΠΡΩΤΟΝ ΚΕΦΑΛΑΙΟΝ ΕΠΙΛΥΣΕΩΣ ∆ογματικῶν ζητημάτων

 ΕΠΙΛΥΣΙΣ. Τὰ οὕτως ἰσχνὰ καὶ οὐκ εὐτριβῆ τῶν ζητημάτων, οὐκ ἀποφάσεως δεῖται δογματικῆς, ἐπαπορήσεως δὲ μᾶλλον καὶ βασάνου στοχαστικοῦ, μετὰ τοῦ μὴ ἀν

 λέγων Λάβετε Πνεῦμα Ἅγιον. ἀνανέωσις γὰρ τῆς ἀρχαίας ἐκείνης δωρεᾶς, καὶ τοῦ δοθέντος ἡμῖν ἐμφυσήματος, τὸ διὰ Χριστοῦ γέγονεν, ἀναμορφοῦν ἡμᾶς εἰς

 δόξῃ, ποτὲ δὲ πάλιν Ὃς μετασχηματίσει τὸ σῶμα τῆς ταπεινώσεως ἡμῶν, ὥστε γενέσθαι σύμμορφον τῷ σώματι τῆς δόξης αὐτοῦ. ἐπεὶ καὶ νῦν οὐκ ἐσμὲν ἔξω

 πλήρωσις Πνεύματος, ἐκεῖ που πάντως καὶ ἀσφάλεια νοῦ καὶ καρδίας ἑδραιότης, τῆς ὁρώσης εἰς τὸ ἀγαθὸν καὶ εἰς ἀκραιφνῆ θεοπτίαν. οὐκοῦν ἐσόμεθα μὲν ἑαυ

 πνεῦμα, καὶ ὤφθη ἀνάστασις πληθύος πολλῆς, ἢ εἰκόνα τῆς μελλούσης καθολικῆς ἀναστάσεως ἔσεσθαι ἔδειξεν ἡμῖν ἡ θεία γραφὴ ἐν ὀπτασίᾳ προφητικῇ.

 Εἰ ὁ τῶν ὅλων Θεὸς τὰ γινόμενα ἤδη καὶ πραχθέντα δύναται ποιῆσαι μὴ

πνεῦμα, καὶ ὤφθη ἀνάστασις πληθύος πολλῆς, ἢ εἰκόνα τῆς μελλούσης καθολικῆς ἀναστάσεως ἔσεσθαι ἔδειξεν ἡμῖν ἡ θεία γραφὴ ἐν ὀπτασίᾳ προφητικῇ.

ΕΠΙΛΥΣΙΣ. Τὰ μεγάλα τῶν πραγμάτων καὶ διὰ τὴν τοῦ περὶ αὐτὰ θαύματος

ὑπερβολὴν ἐν ὑποψίαις ὄντα τοῦ καὶ ἀπιστηθῆναι πρὸς τινῶν, οὐ διὰ μόνης ἀπαγγελίας ἐδιδάσκοντο κατὰ καιροὺς οἱ προφῆται, τοῦ Ἁγίου Πνεύματος ἐναστράπτοντος αὐτοῖς τὴν ἑκάστου γνῶσιν· ἀλλὰ γὰρ καὶ αὐτοῖς ἑώρων πράγμασιν, ἵνα πρὸ τῶν ἄλλων αὐτοὶ πιστεύσαντες, διαθεῖεν οὕτως καὶ τοῖς ἑτέροις. ἐπαγγειλάμενος τοίνυν ὁ τῶν ὅλων Θεὸς καὶ τοὺς ἤδη τεθνεῶτας ἐπὶ τῆς Βαβυλωνίων ἀνακομίζειν εἰς Ἱερουσαλὴμ, οὐχὶ δήπου πάντως τὴν ἐπὶ γῆς, ἀλλὰ τὴν ἄνω καὶ ἐν τοῖς οὐρανοῖς νοουμένην ἔδειξεν ἐναργῶς τῷ προφήτῃ τὴν ἀνάστασιν, καὶ τίνα τρόπον ἔσται κατὰ καιρούς· ἣν ἤδη καὶ ὁ θεσπέσιος ∆αυεὶδ προανεφώνει λέγων περὶ ἡμῶν, ἤτοι περὶ ἀνθρώπου παντός "Ἀποστρέ"ψαντος δέ σου τὸ πρόσωπον ταραχθήσονται, καὶ εἰς τὸν 563 "χοῦν αὐτῶν ἐπιστρέψουσιν. ἐξαποστελεῖς τὸ πνεῦμά σου "καὶ κτισθήσονται, καὶ ἀνακαινιεῖς τὸ πρόσωπον τῆς γῆς." προσκεκρουκότες μὲν γὰρ ἐν Ἀδὰμ διὰ τὴν παράβασιν, ἐν ἀποστροφῇ γεγόναμεν παρὰ Θεῷ. καὶ ταύτης ἕνεκα τῆς αἰτίας εἰς τὸν ἑαυτῶν χοῦν ὑπεστρέψαμεν, ἐπάρατοι γεγονότες. ἔφη γὰρ ὁ δημιουργός "Ὅτι γῆ εἶ καὶ εἰς γῆν ἀπε"λεύσῃ." ἀλλ' ἐν ἐσχάτοις τοῦ αἰῶνος καιροῖς, ἐν δυνάμει τοῦ ζωοποιοῦ Πνεύματος, ἐν Χριστῷ πάντας ἐγερεῖ τοὺς νεκροὺς ὁ Θεὸς καὶ Πατήρ. ὅτι δὲ οὔπω γέγονεν ἡ ἀνάστασις τῶν νεκρῶν, ἀλλ' ἔσται κατὰ καιροὺς, πιστώσεται γράφων ὁ πάνσοφος Παῦλος, ὅτι Ὑμέναιος καὶ Ἀλέξανδρος περὶ τὴν πίστιν ἐναυάγησαν, λέγοντες ἤδη τὴν ἀνάστασιν γεγονέναι. εἰ δὲ ὁ τοῦτο λέγων τὴν ἐπὶ τῇ πίστει ναυαγίαν ὑπομένει, δῆλον ἂν εἴη λοιπὸν ὅτι τὴν τῆς ἀναστάσεως δύναμιν ὡς ἐν θεωρίᾳ προφητικῇ τεθέαται χρησίμως ὁ μακάριος προφήτης Ἱεζεκιήλ.

Πρὸς τοὺς λέγοντας, ὅτι ἑκάστῳ ἀνταπόδοσις ἐκληρώθη ἀξία· οὐ γὰρ εἶπεν ὁ

Σωτὴρ, ὅτι πτωχός τις ἄνθρωπος, ἀλλὰ Λάζαρος, ἵνα τῇ προσηγορίᾳ δείξῃ πείρᾳ καὶ ἀληθείᾳ ταύτην πεπράχθαι.

564 ΕΠΙΛΥΣΙΣ. Τὴν κρίσιν ἔσεσθαι μετὰ τὴν ἐκ νεκρῶν ἀνάστασιν ἡ θεία

πανταχοῦ λέγει γραφή. ἀνάστασις δὲ οὐκ ἔσται, μὴ αὖθις ἡμῖν ἐπιφοιτήσαντος τοῦ Χριστοῦ ἐξ οὐρανῶν ἐν τῇ δόξῃ τοῦ Πατρὸς μετὰ τῶν ἁγίων ἀγγέλων. οὕτω καὶ ὁ πάνσοφος Παῦλός φησιν "Οτι αὐτὸς ὁ Κύριος ἐν κελεύσματι ἐν φωνῇ "ἀρχαγγέλου καὶ ἐν σάλπιγγι Θεοῦ καταβήσεται ἀπ' οὐ"ρανοῦ. σαλπίσει γὰρ, καὶ οἱ νεκροὶ ἐν Χριστῷ ἐγερθή"σονται ἄφθαρτοι." οὔπω τοίνυν ἐξ οὐρανοῦ καταβεβηκότος τοῦ πάντων Κριτοῦ, οὐδὲ ἡ τῶν νεκρῶν γέγονεν ἀνάστασις. εἶτα πῶς οὐκ ἀπίθανον ἐννοεῖν, ὅτι γέγονεν ἤδη τισὶν ἀνταπόδοσις ἢ πονηρῶν ἔργων ἢ ἀγαθῶν; ἔστι τοίνυν παραβολῆς τρόπος ἐσχηματισμένος ἀστείως, τά τε ἐπὶ τῷ πλουσίῳ καὶ τῷ Λαζάρῳ εἰρημένα παρὰ Χριστοῦ. ἔχει δὲ ὁ λόγος, ὡς ἡ Ἑβραίων παράδοσις ἔχει, Λάζαρον εἶναί τινα κατ' ἐκεῖνο καιροῦ ἐν τοῖς Ἱεροσολύμοις ἐσχάτην νοσοῦντα πτωχείαν καὶ ἀῤῥωστίαν, οὗ καὶ μνημονεῦσαι τὸν Κύριον, ὡς εἰς παράδειγμα λαμβάνοντα καὶ αὐτὸν εἰς ἐμφανεστέραν τοῦ λόγου δήλωσιν. οὔπω τοίνυν ἐξ οὐρανῶν καταφοιτήσαντος τοῦ πάντων Σωτῆρος Χριστοῦ, οὔτε ἀνάστασις γέγονεν, οὔτε πράξεως ἀντίδοσις ἠκολούθησέ τισιν, ἀλλ' ὡς ἐν εἰκόνι, τῇ παραβολῇ γέγραπται πλούσιος καὶ τρυφῶν καὶ ἀφιλοικτίρμων, καὶ πένης ἐν ἀῤῥωστίᾳ· ἵν' εἰδεῖεν οἱ τὸν ἐπὶ 565 γῆς ἔχοντες πλοῦτον, ὡς εἰ μὴ βουληθεῖεν εἶναι χρηστοὶ καὶ εὐμετάδοτοι καὶ κοινωνικοὶ, καὶ ταῖς τῶν πενήτων ἀνάγκαις ἐπικουρεῖν ἕλοιντο, δεινῇ καὶ ἀφύκτῳ περιπεσοῦνται δίκῃ.