Solutiones ΠΡΩΤΟΝ ΚΕΦΑΛΑΙΟΝ ΕΠΙΛΥΣΕΩΣ ∆ογματικῶν ζητημάτων

 ΕΠΙΛΥΣΙΣ. Τὰ οὕτως ἰσχνὰ καὶ οὐκ εὐτριβῆ τῶν ζητημάτων, οὐκ ἀποφάσεως δεῖται δογματικῆς, ἐπαπορήσεως δὲ μᾶλλον καὶ βασάνου στοχαστικοῦ, μετὰ τοῦ μὴ ἀν

 λέγων Λάβετε Πνεῦμα Ἅγιον. ἀνανέωσις γὰρ τῆς ἀρχαίας ἐκείνης δωρεᾶς, καὶ τοῦ δοθέντος ἡμῖν ἐμφυσήματος, τὸ διὰ Χριστοῦ γέγονεν, ἀναμορφοῦν ἡμᾶς εἰς

 δόξῃ, ποτὲ δὲ πάλιν Ὃς μετασχηματίσει τὸ σῶμα τῆς ταπεινώσεως ἡμῶν, ὥστε γενέσθαι σύμμορφον τῷ σώματι τῆς δόξης αὐτοῦ. ἐπεὶ καὶ νῦν οὐκ ἐσμὲν ἔξω

 πλήρωσις Πνεύματος, ἐκεῖ που πάντως καὶ ἀσφάλεια νοῦ καὶ καρδίας ἑδραιότης, τῆς ὁρώσης εἰς τὸ ἀγαθὸν καὶ εἰς ἀκραιφνῆ θεοπτίαν. οὐκοῦν ἐσόμεθα μὲν ἑαυ

 πνεῦμα, καὶ ὤφθη ἀνάστασις πληθύος πολλῆς, ἢ εἰκόνα τῆς μελλούσης καθολικῆς ἀναστάσεως ἔσεσθαι ἔδειξεν ἡμῖν ἡ θεία γραφὴ ἐν ὀπτασίᾳ προφητικῇ.

 Εἰ ὁ τῶν ὅλων Θεὸς τὰ γινόμενα ἤδη καὶ πραχθέντα δύναται ποιῆσαι μὴ

Εἰ ὁ τῶν ὅλων Θεὸς τὰ γινόμενα ἤδη καὶ πραχθέντα δύναται ποιῆσαι μὴ

γενέσθαι ποτὲ, κατὰ τό "Οὐκ ἀδυνατήσει αὐτῷ πᾶν ῥῆμα." οὐ γὰρ λέγομεν ὡς μὴ γενόμενα, ἀλλὰ μὴ γεγενῆσθαι τὴν ἀρχήν· οἷον, εἰ τὴν πόρνην δύναται παρθένον ἐκ κοιλίας μητρὸς ποιῆσαι, ἵνα μὴ πόρνη ᾖ ἡ πορνεύσασα, ὅτι "τὰ παρὰ ἀνθρώποις ἀδύνατα δυνατὰ "παρὰ τῷ Θεῷ."

ΕΠΙΛΥΣΙΣ. Ζητεῖσθαι χρὴ παρ' ἡμῶν τὴν τοῦ Θεοῦ δύναμιν, εἰ μεγάλη καὶ

ἀξιάγαστος, ὅτε τὸ δρώμενόν ἐστιν οὐκ ἀπεοικὸς τῇ θείᾳ δόξῃ. οὐ γὰρ ὅτι πάντα δύναται, διὰ τοῦτο καὶ τῶν ἀτόπων ἐργάτην αὐτὸν ὁρᾶσθαι προσήκει. ἐννοῶμεν γὰρ ὅτι ἄτοπόν ἐστι τὸ λέγειν Εἰ δύναται ὁ Θεὸς ἑαυτὸν ποιῆσαι μὴ εἶναι Θεὸν, εἰ δύναται ἑαυτὸν ποιῆσαι ἁμαρτίας δεκτικὸν, εἰ δύναται ἑαυτὸν ποιῆσαι μὴ εἶναι ἀγαθὸν ἢ ζωὴν ἢ δίκαιον. δεῖ τοίνυν παραιτεῖσθαι παντὶ σθένει τὰς ἀτόπους οὕτω τῶν ἐρωτήσεων. διὰ τί δὲ ὁ Θεὸς οὐ δύναται τὴν πορνεύσασαν ποιῆσαι μὴ γεγενῆσθαί ποτε πόρνην; ὅτι οὐ δύναται τὸ 566 ψεῦδος ἀλήθειαν ποιῆσαι. καὶ οὐκ ἀσθενείας ἔγκλημα τοῦτο, ἀλλὰ φύσεως ἀπόδειξις, οὐκ ἀνεχομένης τι παθεῖν ὃ μὴ αὐτῇ πρέπει· ἀλλότριον δὲ Θεοῦ τὸ ψεῦδος παντελῶς, ψεῦσμα γάρ ἐστι τὸ τὴν πορνεύσασαν ποιῆσαι μὴ πορνεῦσαί ποτε.

∆εῖ δὲ, ὡς ἔφην, τὰς οὕτως εὐήθεις τῶν ἐρωτήσεων καὶ πολὺ τὸ ἄτοπον ἐχούσας μηδὲ προσίεσθαι τὴν ἀρχήν· ταῦτα οὐδὲ ἐγγράφως ἐχρῆν γενέσθαι, ὑπὲρ δὲ τοῦ τὴν σὴν εὐλάβειαν καθ' ἑαυτὴν ἐντυχοῦσαν εὖ ἔχουσας τὰς ἑαυτῆς ἐννοίας, ᾔδειν τὰ ἐφ' ἑκάστῳ τῶν κεφαλαίων ὡς ἔνι σαφηνίσαι προεθυμήθην.