ὑμᾶς εὐαρεστοῦντας αὐτῷ συντηρήσειεν· Ὧ ἡ δόξα [καὶ τὸ κράτος] εἰς τοὺς ἀτελευτήτους αἰῶνας τῶν αἰώνων· Ἀμήν. 2.τ ΚΑΤΗΧΗΣΙΣ Β. ΦΩΤΙΖΟΜΕΝΩΝ, Ἐν Ἱεροσολύμοις σχεδιασθεῖσα ΠΕΡΙ ΜΕΤΑΝΟΙΑΣ, καὶ ἀφέσεως ἁμαρτιῶν, καὶ περὶ Ἀντικειμένου. Καὶ ἀνάγνωσις ἐκ τοῦ Ἰεζεκιήλ· ∆ικαιοσύνη δικαίῳ ἐπ' αὐτὸν ἔσται, καὶ ἀνομία ἀνόμῳ ἐπ' αὐτὸν ἔσται. Καὶ ὁ ἄνομος ἐὰν ἐπιστρέψῃ ἐκ πασῶν τῶν ἀνομιῶν αὐτοῦ, καὶ τὰ ἑξῆς. 2.1 ∆εινὸν ἡ ἁμαρτία, καὶ νόσος χαλεπωτάτη ψυχῆς ἡ παρανομία· ὑποτέμνουσα μὲν αὐτῆς τὰ νεῦρα, καὶ πυρὸς δὲ αἰωνίου γιγνομένη παραίτιος. Κακὸν αὐτεξούσιον, βλάστημα προαιρέσεως· καὶ ὅτι γε αὐτοπροαιρέτως ἁμαρτάνομεν, λέγει που σαφῶς ὁ προφήτης· Ἐγὼ δ' ἐφύτευσά σε ἄμπελον καρποφόρον πᾶσαν ἀληθίνην, πῶς ἐστράφης εἰς πικρίαν ἡ ἄμπελος ἡ ἀλλοτρία; Ἡ φυτεία καλὴ, ὁ δὲ καρπὸς ἐκ προαιρέσεως κακός· καὶ διὰ τοῦτο ὁ φυτουργὸς ἀναίτιος, ἡ δὲ ἄμπελος κατακαυθήσεται πυρὶ, ἐπειδὴ εἰς ἀγαθὸν ἐφυτεύθη, καὶ εἰς κακὸν ἐκαρποφόρησεν ἐκ προαιρέσεως. Ἐποίησε γὰρ ὁ Θεὸς τὸν ἄνθρωπον εὐθῆ, κατὰ τὸν Ἐκκλησιαστὴν, καὶ αὐτοὶ ἐζήτησαν λογισμοὺς πολλούς. Αὐτοῦ γάρ ἐσμεν ποίημα, κτισθέντες ἐπὶ ἔργοις ἀγαθοῖς, φησὶν ὁ Ἀπόστολος. Ὁ μὲν οὖν κτίστης, ἀγαθὸς ὢν, ἐπ' ἔργοις ἀγαθοῖς ἔκτισεν· τὸ δὲ κτισθὲν, ἐξ οἰκείας προαιρέσεως εἰς πονηρίαν ἐτράπη. ∆εινὸν μὲν οὖν κακὸν, ὡς εἴρηται, ἡ ἁμαρτία, ἀλλ' οὐκ ἀθεράπευτον· δεινὸν τῷ κατέχοντι· εὐίατον δὲ τῷ διὰ μετανοίας ἀποτιθεμένῳ. Ὑπόθου γάρ μοι κατέχειν ἐν χειρί τινα τὸ πῦρ· ἕως ὅτου κατέχει τὸν ἄνδρακα, φλέγεται πάντως. Εἰ δὲ ἀπόθοιτο τὸν ἄνθρακα, συναπέβαλε ἂν καὶ τὸ φλέγον· εἰ δέ τις νομίζει μὴ κατακαίεσθαι ἁμαρτάνων, τούτῳ λέγει ἡ γραφή· Ἀποδήσει τις πῦρ ἐν κόλπῳ, τὰ δὲ ἱμάτια οὐ κατακαύσει; Καίει γὰρ ἡ ἁμαρτία· τὰ νεῦρα τῆς ψυχῆς [ὑποτέμνεται καὶ συντρίβει τὰ νοητὰ τῆς διανοίας ὀστέα· καὶ σκοτοῖ τὸ φωτεινὸν τῆς καρδίας]. 2.2 Ἀλλ' ἐρεῖ τις, τί ποτε ἄρα ἐστὶν ἡ ἁμαρτία; ζῶόν ἐστιν; ἄγγελός ἐστι, δαίμων ἐστί; τί ἐστι, τοῦτο τὸ ἐνεργοῦν; Οὐκ ἔστιν ἐχθρὸς ἔξωθεν, ἄνθρωπε, καταγωνιζόμενος, ἀλλὰ βλάστημα κακὸν αὐτοπροαιρέτως αὐξάνον ἀπὸ σοῦ. Ὀρθοῖς βλέπε τοῖς ὄμμασί σου, καὶ οὐκ ἔστιν ἐπιθυμία. Μὴ ἅρπαζε τὰ ἀλλότρια· καὶ ἁρπαγὴ κεκοίμηται· μνημόνευε τῆς κρίσεως· καὶ οὔτε πορνεία, οὔτε μοιχεία, οὔτε φόνος, οὐδέ τι τῶν παρανομημάτων ἰσχύσει παρὰ σοί. Ὅταν δὲ ἐπιλάθῃ τοῦ Θεοῦ, τότε λοιπὸν ἄρχῃ λογίζεσθαι πονηρὰ, καὶ συντελεῖν παράνομα. 2.3 Οὐ μόνος δὲ σὺ καθέστηκας τοῦ πράγματος ἀρχηγός· ἀλλὰ καὶ ἄλλος τίς ἐστι κάκιστος ὑποβολεὺς, ὁ διάβολος. Ὑποβάλλει μὲν οὖν ἐκεῖνος, οὐ μὴν βίᾳ ἐπικρατεῖ τῶν μὴ πειθομένων. ∆ιὰ τοῦτο λέγει ὁ Ἐκκλησιαστής· Ἐὰν πνεῦμα τοῦ ἐξουσιάζοντος ἀναβῇ ἐπὶ σὲ, τόπον σου μὴ ἀφῇς. Ἐὰν ἀποκλείσῃς τὴν θύραν σου, καὶ μάκρον σοῦ τυγχάνων οὐ βλάψει σε. Ἐὰν δὲ ἀδιαφόρως δέξῃ τὴν ἐνθύμησιν ἐπιθυμίας, διὰ τῶν λογισμῶν ῥίζας ἐν σοὶ καταβάλλεται, καὶ καταδεσμεῖ σου τὴν διάνοιαν, καὶ κατασπᾷ σε εἰς βόθρον κακῶν. Ἀλλ' ἴσως λέγεις, Πιστός εἰμι, καὶ οὐ περιγίνεταί μου ἐπιθυμία, κἂν ἐνθυμήσω πυκνότερον. Ἀγνοεῖς ὅτι καὶ πέτραν ἔῤῥηξε ῥίζα παραμένουσα πολλάκις; Μὴ δέξῃ τὸν σπόρον, ἐπεὶ διαῤῥήξει σου τὴν πίστιν· πρὶν [ἢ] ἀνθήσῃ, πρόῤῥιζον ἔξελε τὸ κακόν· μὴ ῥαθυμήσας ἐξ ἀρχῆς, πέλυκας ὕστερον, καὶ πῦρ πολυπραγμονήσῃς· ἀρχόμενος ὀφθαλμιᾷν, θεραπεύου κατὰ καιρόν· ἵνα μὴ τυφλωθεὶς, τότε ζητήσῃς τὸν ἰατρόν. 2.4 Ἀρχηγὸς μὲν οὖν ἁμαρτίας ὁ διάβολος, καὶ γεννήτωρ τῶν κακῶν· τοῦτο δὲ ὁ Κύριος εἴρηκεν, οὐκ ἐγώ· ὅτι ἀπ' ἀρχῆς ὁ διάβολος ἁμαρτάνει· πρὸ αὐτοῦ ἥμαρτεν οὐδείς. Ἥμαρτε δὲ, οὐκ ἐκ φύσεως ἐπάναγκες τὸ ἁμαρτητικὸν λαβών· ἐπεὶ πάλιν ἀνατρέχει ἡ τῆς ἁμαρτίας πρόφασις εἰς τὸν οὕτω κατασκευάσαντα· ἀλλ' ἀγαθὸς κατασκευασθεὶς, διάβολος γέγονεν ἐξ οἰκείας προαιρέσεως, ἐκ τῆς πράξεως λαβὼν τὴν προσηγορίαν. Ἀρχάγγελος γὰρ ὢν, διάβολος ὕστερον ἐκλήθη, ἀπὸ τοῦ διαβάλλειν· καὶ ἀγαθὸς ὢν ὑπηρέτης Θεοῦ, γέγονε Σατανᾶς φερωνύμως· ὁ γὰρ Σατανᾶς εἰς τὸν ἀντικείμενον διάβολον ἑρμηνεύεται. Ἐστὶ δὲ οὐκ ἐμὼ ταῦτα τὰ