Catecheses ad illuminandos

 χάριν. Οὐ δίδωσι τὰ ἅγια τοῖς κυσίν· ἀλλ' ὅπου βλέπει τὴν ἀγαθὴν προαίρεσιν, ἐκεῖ τὴν σωτηριώδη δίδωσι σφραγίδα, τὴν θαυμασίαν, ἣν τρέμουσι δαίμονες κ

 ὑμᾶς εὐαρεστοῦντας αὐτῷ συντηρήσειεν· Ὧ ἡ δόξα [καὶ τὸ κράτος] εἰς τοὺς ἀτελευτήτους αἰῶνας τῶν αἰώνων· Ἀμήν. 2.τ ΚΑΤΗΧΗΣΙΣ Β. ΦΩΤΙΖΟΜΕΝΩΝ, Ἐν Ἱεροσολ

 διδάγματα, ἀλλ' Ἰεζεκιὴλ τοῦ πνευματοφόρου προφήτου. Ἐκεῖνος γὰρ λαβὼν θρῆνον ἐπ' αὐτὸν, λέγει· Σὺ ἀποσφράγισμα ὁμοιώσεως, καὶ στέφανος κάλλους ἐν τῷ

 παρατεινομένης χρόνους; Ἆρα, ὅπερ ἐποίησε τότε μετὰ τὴν ἑκατονταετίαν, οὐκ ἠδύνατο καὶ παραχρῆμα ποιῆσαι; Ἀλλ' ἐπίτηδες παρέτεινεν, διδοὺς ἔνδομα τῆς

 ὀξυτάτην Θεοῦ φιλανθρώπου μεταβολήν. Πλήν φησι· Παροξύνων παρώξυνας τοὺς ἐχθροὺς Κυρίου· πολ λοὺς μὲν διὰ τὴν δικαιοσύνην εἶχες ἐχθροὺς, ἀλλ' ἐφρούρει

 γεγραμμένου· Ὅταν ἀποστραφεὶς στενάξῃς, τότε σωθήσῃ. Ἀπεστράφη πρὸς τὸν τοῖχον, καὶ τείνας τὴν διάνοιαν ἀπὸ τῆς στρωμνῆς εἰς τὸν οὐρανὸν, (οὐ γὰρ ἐμπο

 οὖν ἀπελπίσῃ τῆς ἑαυτοῦ σωτηρίας. Πέτρος ὁ κορυφαιότατος καὶ πρωτοστάτης τῶν ἀποστόλων, ἐπὶ παιδισκαρίου ἠρνήσατο τρὶς τὸν Κύριον· ἀλλὰ μεταμεληθεὶς,

 λαβὸν, δύναμιν ἁγιότητος ἐπικτᾶται. 3.4 Ἐπειδὴ γὰρ διπλοῦς ὁ ἄνθρωπος, ἐκ ψυχῆς καὶ σώματος συγκείμενος, διπλοῦν καὶ τὸ καθάρσιον· τὸ μὲν ἀσώματον, τῷ

 περικείμενον ἀπὸ τριχῶν καμήλου, καὶ τῆς ἀσκήσεως τὸν τύπον ἐν ἑαυτῷ δεικνύντα· ὃς καὶ ὑπὸ Πνεύματος ἁγίου, ἔτι ἐν γαστρὶ μητρὸς κυοφορούμενος, ἡγιάσθ

 ἐγὼ πίνω, καὶ τὸ βάπτισμα, ὃ ἐγὼ βαπτίζομαι, βαπτισθῆναι; Καὶ οἱ μὲν μάρτυρες ὁμολογοῦσι, θέατρον τῷ κόσμῳ γενόμενοι καὶ ἀγγέλοις καὶ ἀνθρώποις· σὺ δὲ

 τοιούτων ἀκολασίας εἶδός ἐστιν. Τί μεῖζον τοῦ σταυρῶσαι Χριστόν; καὶ τούτου καθάρσιόν ἐστι τὸ βάπτισμα. Τοῖς γὰρ προσελθοῦσι τρισχιλίοις ἔλεγεν ὁ Πέτρ

 καλῶς, καὶ πορνεύειν αἰσχρῶς; τί δ' αὖ πάλιν ὄφελος σωφρονεῖν μὲν καλῶς, καὶ βλασφημεῖν ἀσεβῶς; Μέγιστον τοίνυν κτῆμά ἐστι, τὸ τῶν δογμάτων μάθημα· κα

 προσεκύνησαν διὰ τοῦ φαινομένου τὸ πάθος· οἱ δὲ τοῦ χρυσοῦ τὸ λαμπρὸν ἐκπλαγέντες, αὐτόν τε καὶ τὰς λοιπὰς ὕλας ἐθεοποίησαν. Ἐὰν δέ τις τὸν περὶ μοναρ

 ὁσίων ὄντων· τοὺς δὲ ἀπὸ Ἀδὰμ πολυχρονίως ἀποκεκλεισμένους, μὴ τυχεῖν τῆς ἐλευθερίας λοιπόν; Ἡσαΐας ὁ προφήτης τοσαῦτα περὶ αὐτοῦ μεγαλοφώνως ἐκήρυξεν

 Χριστὸν ἐν εἴδει περιστερᾶς κατελθόν· τὸ ἐν νόμῳ καὶ προφήταις ἐνεργῆσαν· τὸ καὶ νῦν κατὰ τὸν καιρὸν τοῦ βαπτίσματος σφραγῖζόν σου τὴν ψυχήν. Οὗ καὶ π

 Αὐτεξούσιός ἐστιν ἡ ψυχή· καὶ ὁ διάβολος τὸ μὲν ὑποβάλλειν δύναται, τὸ δὲ καὶ ἀναγκάσαι παρὰ προαίρεσιν, οὐκ ἔχει τὴν ἐξουσίαν. Ὑπογράφει σοι πορνείας

 σώματα· οἱ διὰ τὸ τεκνογονεῖν, ἀλλ' οὐ διὰ τὸ φιληδονεῖν, τῷ γάμῳ προσεληλυθότες. 4.26 Καὶ οἱ μονόγαμοι δὲ τοὺς δευτέρῳ γάμῳ συμπεριενεχθέντας μὴ ἀποδ

 λέγουσιν ὅτι οὐκ ἐγείρεται τὸ σῶμα τοῦτο. Ἐγείρεται γάρ· καὶ μάρτυς Ἡσαΐας λέγων, Ἀναστήσονται οἱ νεκροὶ, καὶ ἐγερθήσονται οἱ ἐν τοῖς μνημείοις· καί,

 παραχάραττε τοὺς θεσμούς. Καὶ τῆς μὲν παλαιᾶς διαθήκης, καθὼς εἴρηται, τὰς εἴκοσι δύο μελέτα βίβλους· ἃς, εἰ φιλομαθὴς τυγχάνεις, ἐμοῦ λέγοντος, ὀνομα

 μέλλων προσηγορίας γίνεσθαι κοινωνός. 5.2 Ὧδε οὖν ζητεῖται λοιπὸν, ἵνα τις ἐξ ὑμῶν πιστὸς ἐκ συνειδήσεως εὑρεθῇ. Ἄνδρα γὰρ πιστὸν ἔργον ἐστὶν εὑρεῖν·

 κατελείπετο. Ὁ Θεὸς τῷ πρεσβύτῃ τεκνογονίαν ἐπαγγέλλεται· καὶ μὴ ἀσθενήσας τῇ πίστει ὁ Ἀβραὰμ, καὶ κατανοήσας τὸ ἑαυτοῦ σῶμα ἤδη νενεκρωμένον· οὐ τῇ τ

 νεκρὸς τετραήμερος καὶ ὑπὲρ ἑαυτοῦ παρακαλέσαι τὸν λυτρωτήν; Ἀλλ' ὅπερ ἔλειπε τῷ τετελευτηκότι, τοῦτο διὰ τῶν γνησίων ἀδελφῶν ἐπληροῦτο. Ἐλθόντι [γὰρ]

 ἐπακούσῃ τῶν παραδεδομένων· ἔχειν δὲ ταύτην ἐφόδιον ἐν παντὶ τῷ χρόνῳ τῆς ζωῆς καὶ παρὰ ταύτην ἄλλην μηκέτι δέξασθαι· μήτε ἂν ἡμεῖς αὐτοὶ μεταθέμενοι,

 Οὐ λέγω τοὺς παρόντας ὑμᾶς μόνους, ἀλλὰ γὰρ κἂν πάσης τῆς οἰκουμενικῆς ἐκκλησίας, τῆς τε νῦν οὔσης καὶ τῆς μελλούσης, πάντα τὰ θρέμματα συνέλθοι, τὸν

 χωροῦσι, καὶ ἀρχάγγελοι καθ' ὃ δύνανται· Θρόνοι δὲ καὶ Κυριότητες, μειζόνως μὲν παρὰ τοὺς πρώτους, ἔλαττον δὲ τῆς ἀξίας. Μόνον δὲ βλέπειν δύναται ὡς χ

 ὑποπόδιον ἡ γῆ, ἀλλὰ φθάνει ἡ δύναμις καὶ μέχρι καταχθονίων. 6.9 Εἷς ἐστι πανταχοῦ παρὼν, πάντα βλέπων, πάντα νοῶν, πάντα διὰ Χριστοῦ κατασκευάζων. [Π

 πολλῆς ἀβλεψίας! Εἰ θεότης, πάντως ὅτι καὶ ἀγαθή· εἰ δὲ οὐκ ἀγαθὴ, τί καλεῖται θεότης; Εἰ γὰρ Θεοῦ ἡ ἀγαθότης, εἰ Θεῷ πρέπει τὸ φιλάνθρωπον, τὸ εὐεργε

 καὶ ἀκούσας ἄῤῥητα ῥήματα, ἃ οὐκ ἐξὸν ἀνθρώπῳ λαλῆσαι. [Οἳ καὶ] ἐξ ἀέρος ἐπὶ γῆν κατήγαγον τὸν νομιζόμενον Θεὸν, μέλλοντα εἰς τὰ καταχθόνια κατάγεσθαι

 ἐπώνυμον, τὸν πρώην ἐπὶ Πρόβου βασιλέως ἀρξάμενον. Πρὸ γὰρ ὅλων ἑβδομήκοντα ἐτῶν ἡ πλάνη, καί εἰσι μέχρι τοῦ νῦν ἄνθρωποι αὐτοῖς ὀφθαλμοῖς θεωρήσαντες

 τὸ ἅγιον, οὐκ ἔχει ἄφεσιν. Ἐβλασφήμησεν οὖν, Πνεῦμα ἅγιον ἑαυτὸν εἰπών. Ὁ ἐκείνοις κοινωνῶν, βλεπέτω μετὰ τίνων ἑαυτὸν ἐντάσσει. Ἐσάλευσεν ὁ οἰκέτης τ

 ἔχειν ἀρθήσεται. 6.29 Εἰ δὲ δεῖ, καὶ ὥς τινες ἐξηγοῦνται, τοῦτο εἰπεῖν· οὐ φαῦλον γὰρ τὸ ῥῆμα· εἰ καὶ ἐτύφλωσε τῶν ἀπίστων τὰ νοήματα, ἐπὶ καλῷ ἐτύφλω

 ποῖον ἆρα μεταβάλλονται οἱ τῆς ἁρπαγῆς; 6.32 Ἀργίας ἔκγονοι Μανιχαῖοι, οἱ μὴ ἐργαζόμενοι καὶ τὰ τῶν ἐργαζομένων κατεσθίοντες· οἱ τοὺς προσφέροντας αὐτ

 μὴ ἀναχώρει. Μίσει καὶ τούς ποτε εἰς τὰ τοιαῦτα ὑποπτευθέντας· καὶ ἐὰν μὴ χρόνῳ καταλάβῃς αὐτῶν τὴν μετάνοιαν, μὴ προπετῶς σεαυτὸν ἐμπιστεύσῃς. Παρεδό

 μεταξὺ λόγων τῶν περὶ τοῦ Πατρὸς κατὰ μηδοτιοῦν ἀποσχοινιζομένη. 7.4 Τὸ γὰρ τοῦ Πατρὸς ὄνομα ἅμα τῷ τῆς ὀνομασίας προσρήματι, νοεῖν παρέχει καὶ τὸν Υἱ

 κατηξιώθημεν, Πάτερ ἡμῶν ὁ ἐν τοῖς οὐρανοῖς, ἀλλὰ κατὰ φιλανθρωπίαν ἡ δόσις. Οὐ γὰρ κατὰ φύσιν ἐκ τοῦ ἐν οὐρανοῖς πατρὸς γεννηθέντες, πατέρα καλοῦμεν

 διὰ τοῦτο πρὸς τὴν ἀνθρωπότητα λέγειν ὁ ψαλμός· Καὶ ἐπιλάθου τοῦ λαοῦ σου, καὶ τοῦ οἴκου τοῦ πατρός σου, ὃν εἵλου πατέρα, ὃν ἐπεσπάσω πρὸς τὴν ἀπώλεια

 ΠΑΝΤΟΚΡΑΤΟΡΑ. Καὶ ἀνάγνωσις ἐκ τοῦ Ἱερεμίου· Ὁ Θεὸς ὁ μέγας, καὶ ὁ ἰσχυρὸς Κύριος· ὁ μέγας τῇ βουλῇ, καὶ δυνατὸς τοῖς ἔργοις, ὁ παντοκράτωρ, ὁ μεγαλών

 προθεσμίαν, ἀμετανόητον δὲ ἔχοντες τὴν καρδίαν, μειζόνως καταδικασθῶσι. Βασιλεῖς εἰσιν ἀνθρώπων οἱ ἐπὶ τῆς γῆς βασιλεύοντες, ἀλλ' οὐκ ἄνευ τῆς ἄνωθεν

 Γαβριὴλ, οἰκέτης ὢν τοῦ Κυρίου, ὤφθη, καὶ παραχρῆμα ἔπτηξε καὶ ἔπεσεν ἐπὶ πρόσωπον· καὶ ἄχρις ὅτου ἐξεβιάσατο ἑαυτὸν ὁ ἄγγελος εἰς ὁμοίωμα υἱοῦ ἀνθρώπ

 προστάγματος ὁρίσαντος)· πῶς θέρους μὲν ὑψηλότερος γινόμενος, μακροτέρας ἀπεργάζεται τὰς ἡμέρας, διδοὺς εὐκαιρίαν εἰς ἔργα τοῖς ἀνθρώποις· χειμῶνος δὲ

 πρόσωπον ἀνθρώπου· καὶ εἰς ἄρτον δὲ μεταβάλλεται, στηρίζοντα καρδίαν ἀνθρώπου, καὶ εἰς παντοῖα καρπῶν δημιουργήματα. 9.10 Ἐπὶ τούτοις τί ἔδει; Βλασφημ

 πᾶσαν, τὴν ἐκ παντὸς ζώου προχωροῦσαν; Ἤδη καὶ ἐξ ἰοβόλων ἐχιδνῶν ἀντίδοτοι προεχώρησαν εἰς σωτηρίαν ἀνθρώποις. Ἀλλ' ἐρεῖς μοι, δεινὸς ὁ ὄφις· φοβοῦ τ

 μονογενοῦς ἀγανακτοῦντα; 10.2 Εἴ τις οὖν εὐσεβεῖν εἰς Θεὸν βούλεται, προσκυνείτω τὸν Υἱὸν, ἐπεὶ οὐ παραδέχεται τὴν λατρείαν ὁ Πατήρ. Πατὴρ οὐρανόθεν ἐ

 οὐ καταχρηστικῶς ὡς ἡμεῖς κύριος καλούμενος, ἀλλὰ τῇ ἀληθείᾳ κύριος ὤν· ἐπειδὴ νεύματι Πατρὸς κυριεύει τῶν οἰκείων δημιουργημάτων. Ἡμεῖς μὲν γὰρ ἔχομε

 ὑποτέτακται αὐτῷ τὰ πάντα· δῆλον, ὅτι ἐκτὸς τοῦ ὑποτάξαντος αὐτῷ τὰ πάντα, [καὶ τὰ ἑξῆς]· ἵνα ᾖ ὁ Θεὸς τὰ πάντα ἐν πᾶσι. Κύριός ἐστι τῶν πάντων ὁ μονο

 προσηγορίαν, ἵνα μὴ ἐκ τοῦ προειδέναι σαφῶς, ἑτοίμως ἐπιβουλεύσωσιν. Ἰησοῦς δὲ ἐκλήθη, οὐχ ὑπὸ ἀνθρώπων, ἀλλ' ὑπὸ ἀγγέλου φανερῶς, οὐκ ἰδίᾳ ἐξουσίᾳ ἐλ

 καινὸν τὸ ὄνομα τῶν χριστιανῶν, καὶ πρὸ τούτου οὐκ ἐπολιτεύετο, καὶ τὰ καινοποιούμενα πολλάκις ἀντιλέγεται διὰ τὸ ξένον. Προησφαλίσατο τοῦτο ὁ προφήτη

 Θεοῦ. Μαρτυροῦσιν ἄνεμοι προστασσόμενοι καὶ φιμούμενοι. Πέντε ἄρτοι μαρτυροῦσιν εἰς πεντακισχιλίους πληθυνθέντες. Τὸ ξύλον τὸ ἅγιον τοῦ σταυροῦ μαρτυρ

 Κύριος ἡμῶν Ἰησοῦς Χριστὸς, ἀλλ' ὑπὸ τῶν πολλῶν ἠγνοεῖτο. ∆ιδάξαι δὲ βουλόμενος τὸ ἀγνοούμενον, συναγαγὼν τοὺς μαθητὰς, ἠρώτα· Τίνα με λέγουσιν εἶναι

 οὐκ ἐπίστευσεν εἰς τὸν Υἱὸν τοῦ Θεοῦ τὸν μονογενῆ. Περὶ οὗ μαρτυρῶν ὁ Ἰωάννης ἔλεγε· Καὶ ἐθεασάμεθα τὴν δόξαν αὐτοῦ, δόξαν ὡς μονογενοῦς παρὰ Πατρός·

 οὕτως, διαβεβαιούμεθα. Καὶ οὐχ ἡμεῖς ἀγνοοῦμεν μόνον τὴν ἐκ Πατρὸς τοῦ Υἱοῦ γέννησιν, ἀλλὰ καὶ πᾶσα γεννητὴ φύσις. Ἐκδιήγησαι γῇ, ἐάν σοι φράσῃ· καὶ ἐ

 μᾶλλον τάχειον τῶν ἡμετέρων ῥημάτων ἢ νοημά των, ἐγέννησεν. Ἡμεῖς μὲν γὰρ, ἐν χρόνοις λαλοῦντες χρόνους ἀναλίσκομεν· ἐπὶ δὲ τῆς θείας δυνάμεως, ἄχρονο

 συντομώτερον, μήτε χωρίζωμεν, μήτε συναλοιφὴν ἐργαζώμεθα. Καὶ μήτε ἀλλότριόν ποτε τοῦ Πατρὸς εἴπῃς τὸν Υἱόν· μήτε καταδέξῃ τοὺς λέγοντας, τὸν Πατέρα π

 κυριότητες, εἴτε τι ὀνομαζόμενον, πάντα διὰ τοῦ Χριστοῦ ἐγένετο. Βασιλεύει τῶν ὑπ' αὐτοῦ πεποιημένων· οὐκ ἀλλοτρίαν αἰχμαλωσίαν ἁρπάσας, ἀλλὰ ἰδίων δη

 τῷ Πατρὶ καὶ τῷ ἁγίῳ Πνεύματι,] νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν. 12.τ Κατήχησις δωδεκάτη φωτιζομένων, ἐν Ἱεροσολύμοις σχεδιασθεῖσα,

 ἐστιν παρθένον τεκεῖν ἄνευ ἀνδρός; πολλῆς δὲ ἀντιλογίας οὔσης καὶ πολυειδοῦς τῆς μάχης φέρε τῇ τοῦ Χριστοῦ χάριτι καὶ ταῖς τῶν παρόντων εὐχαῖς ἕκαστον

 πρὸς σωτηρίαν εὐαγγελιζόμενος ἐν κρυπτῷ λαλεῖς; Ιἐπ' ὄρους ὑψηλοῦ ἀνάβηθι ὁ εὐαγγελιζόμενος Σιών· εἶπον ταῖς πόλεσιν Ἰούδα. τί εἴπω; ἰδοὺ ὁ θεὸς ἡμῶν,

 ἐνανθρωπήσαντα, ἐπειδὴ ἄλλως οὐκ ἐχωροῦμεν. ἐπειδὴ γὰρ ἡμεῖς καθ' ὃ ἦν ἐκεῖνος ἐμβλέπειν ἢ ἀπολαῦσαι οὐκ ἠδυνάμεθα, ἐγένετο ἐκεῖνος ὅπερ ἡμεῖς, ἵνα οὕ

 ἀνθρώπινα σοφίσματα; οὐχ αἱ θεῖαι γραφαί εἰσιν ἡμῶν ἡ σωτηρία; οὐχὶ προφητῶν αἱ προῤῥήσεις; τήρει τοίνυν ταύτην μοι τὴν παρακαταθήκην ἄσειστον, καὶ μη

 συνάγουσιν ἔτη τετρακόσια ὀγδοήκοντα τρία. εἶπεν οὖν, ὅτι μετὰ τὸ οἰκοδομηθῆναι Ἱερουσαλὴμ τετρακοσίων ὀγδοήκοντα τριῶν ἐτῶν διελθόντων καὶ τῶν ἀρχόντ

 Βασιλεύοντος τοίνυν τοῦ Ἄχαζ τοῦ Ἡσαΐου τοῦτο εἰρηκότος, ἓξ καὶ δέκα ἔτη τοῦ Ἄχαζ βασιλεύσαντος μόνα καὶ τῆς πρὸς αὐτὸν προφητείας ἐν τούτοις ῥηθείσης

 μοιχείαις καὶ ἀκολασίᾳ ταύτην. ὁ πλάσας τὸν Ἀδὰμ ἔπλασε καὶ τὴν Εὔαν, καὶ χερσὶ θείαις τὸ ἄρσεν καὶ τὸ θῆλυ πέπλασται. οὐδὲν τῶν ἐν σώματι μελῶν ἐστι

 τοῖς ἀνδράσι παρὰ τοῦ θήλεος γένους ἡ χάρις. ἡ γὰρ Εὔα ἐκ τοῦ Ἀδὰμ ἐγεννήθη, καὶ οὐκ ἐκ μητρὸς συλληφθεῖσα, ἀλλ' ἐκ μόνου ἀνδρὸς ὥσπερ ἀποτεχθεῖσα. ἀπ

 ἴδετε, ὅτι πνεῦμα σάρκα καὶ ὀστέα οὐκ ἔχει, καθὼς ἐμὲ θεωρεῖτε ἔχοντα. προσκυνείσθω ὁ ἐκ παρθένου γεννηθεὶς κύριος, καὶ γνωριζέτωσαν αἱ παρθένοι τῆς ο

 σωζομένοις ἡμῖν δύναμις θεοῦ ἐστιν. οὐ γὰρ ἦν ψιλὸς ἄνθρωπος, καθὼς εἴρηται, ὁ ὑπεραποθνήσκων, ἀλλὰ υἱὸς θεοῦ, θεὸς ἐνανθρωπήσας. εἶτα τὸ μὲν ἐπὶ Μωσέ

 ἀρτίως ἐξελθὼν ἀπὸ τραπέζης καὶ ποτήριον εὐλογίας πιὼν ἀντὶ πόματος σωτηρίας αἷμα δίκαιον ἐκχέαι ἤθελεν. ὁ ἐσθίων ἄρτους αὐτοῦ ἐμεγάλυνεν ἐπ' αὐτὸν πτ

 καὶ τοῦ χρόνου λοιπὸν τῆς ὥρας εἰς ὀλίγον περιγραφομένου ὀλίγας, ὡς ἐγχωρεῖ, τὰς κυριωτέρας ἄκουσον νῦν. λαβὼν δὲ τὰς ἀφορμὰς γενοῦ φιλόπονος καὶ ἐκζή

 ἔχουσι πηλοῦ χωνευτήρια. τὸ γὰρ λεπτὸν καὶ λιπαρὸν καὶ χρήσιμον τῆς γῆς ἐκ τῶν χαλίκων ἀποδιυλίζοντες καὶ τὸ πολὺ τῆς συρφετώδους ὕλης ἀποχωρίζοντες π

 γῆς. ἔχε τῶν προφητῶν τὴν ἀκρίβειαν καὶ ἀληθῆ μαρτυρίαν. 13.15 Θαύμασον τὸν κρινόμενον κύριον. ἠνέσχετο ὑπὸ στρατιωτῶν ἀγόμενος καὶ φερόμενος. Πιλάτος

 λογισμόν, λέγοντες. ὁ τοὺς λογισμοὺς εἰδὼς τὸ ἀποβησόμενον ἄρα οὐκ ᾔδει; καὶ τί ἔλεγον; δεῦτε καὶ ἐμβάλωμεν ξύλον εἰς τὸν ἄρτον αὐτοῦ. καὶ ἐάν σε ὁ κύ

 εἰρήνης ἐπευφραίνου τῷ σταυρῷ μόνον, ἀλλὰ καὶ ἐν καιρῷ διωγμοῦ τὴν αὐτὴν ἔχε πίστιν. μὴ ἐν καιρῷ εἰρήνης Ἰησοῦ φίλος καὶ ἐν καιρῷ πολέμων ἐχθρός. Λαμβ

 διεμερίσαντο τὰ ἱμάτιά μου ἑαυτοῖς καὶ ἐπὶ τὸν ἱματισμόν μου ἔβαλον κλῆρον. κλῆρος δὲ ἦν ὁ λαχμός. 13.27 Πάλιν ἐπὶ Πιλάτου κριθεὶς ἐφόρεσεν ἐρυθρά. ἐκ

 ἐσκοτισμένους. διὸ καὶ δικαίως ἤκουσε· θάρσει· οὐχ ὅτι τὰ πράγματά σου τοῦ θαρσεῖν ἄξια, ἀλλ' ὅτι βασιλεὺς πάρεστι χαριζόμενος. μακροχρόνιος μὲν ἡ αἴτ

 οὐδὲ ἀκουσίως παρέδωκε τὸ πνεῦμα; προσεφώνει τῷ πατρὶ λέγων· πάτερ, εἰς χεῖράς σου παρατίθεμαι τὸ πνεῦμά μου. παρατίθεμαι, ἵνα πάλιν αὐτὸ λάβω. καὶ τα

 κατεκρίθη πρὸς θάνατον. μαρτυρεῖ τὰ τριάκοντα ἀργύρια. μαρτυρεῖ τὸ Γεθσημανῆ, ἔνθα ἡ προδοσία γέγονεν. οὔπω λέγω τὸ ὄρος τῶν ἐλαιῶν, ἐν ᾧ προσεύχοντο

 ἐγήγερται τῇ τρίτῃ ἡμέρᾳ κατὰ τὰς γραφάς. καὶ τὰ ἑξῆς. 14.1 Εὐφράνθητι Ἱερουσαλήμ, καὶ πανηγυρίσατε πάντες οἱ ἀγαπῶντες Ἰησοῦν· ἐγήγερται γάρ. χαίρετε

 λέγει· κύριε ἀνήγαγες ἐξ ᾅδου τὴν ψυχήν μου. ἐκεῖ λέγει οὐκ ἐγκαταλείψεις, προφητικῶς, καὶ ὧδε λέγει τὸ μέλλον γίνεσθαι ὡς γεγενημένον, ὅτι ἀνήγαγες,

 φιλοτιμίας κατασκευῆς τοῦ μνήματος σκέπη ἦν ἔμπροσθεν τῆς πέτρας. Ἀλλὰ ποῦ ἐστιν ἡ πέτρα ἡ ἔχουσα τὴν σκέπην; ἆρα περὶ τὰ μέσα τῆς πόλεως κεῖται, ἢ πε

 ἑσπέρας αὐλισθήσεται κλαυθμός, καὶ εἰς τὸ πρωὶ ἀγαλλίασις. ὀψὲ γὰρ τῶν μαθητῶν ἦν τὸ πένθος, καὶ πρωὶ τῆς ἀναστάσεως ἡ εὐφροσύνη. 14.5 Θέλεις γνῶναι κ

 γενομένοις προτειχίσμασιν; λέγει τοίνυν ἐν τοῖς ᾄσμασιν· ἐν σκέπῃ τῆς πέτρας, ἐχόμενα τοῦ προτειχίσματος. 14.10 Ποίῳ καιρῷ ἐγείρεται ὁ σωτήρ; ἆρα θέρο

 αὐτόν. 14.13 Μετὰ γὰρ τὴν ὀπτασίαν τῶν ἀγγέλων αὐτάγγελος Ἰησοῦς ἦλθε, καί φησι τὸ εὐαγγέλιον· καὶ ἰδοὺ ὁ Ἰησοῦς ἀπήντησεν αὐταῖς λέγων· χαίρετε. αἱ δ

 τοίνυν τῷ λόγῳ ἀποδέχεσθε μὲν τὰ οἰκεῖα, τὰ δὲ ἡμέτερα ἀποδοκιμάζετε, καὶ ταῦτα ὑπὸ τῶν παρ' ὑμῖν Ἑβραίων γεγραμμένα; 14.16 Ἀλλ' ἀδύνατον, λέγει τις,

 ἁγίων ἠγέρθη δι' αὐτοῦ. 14.19 Ἐξεπλάγη ὁ θάνατος θεωρήσας καινόν τινα κατελθόντα εἰς ᾅδην δεσμοῖς τοῖς αὐτόθι μὴ κατεχόμενον. τίνος ἕνεκεν, ὦ πυλωροὶ

 τότε ἀποκυλισθεὶς οὗτος μαρτυρεῖ τῇ ἀναστάσει μέχρι σήμερον κείμενος. ἄγγελοι θεοῦ παρόντες ἐμαρτύρησαν τῇ ἀναστάσει τοῦ μονογενοῦς. Πέτρος καὶ Ἰωάννη

 μυριοπλάσιον χιλιάδες εὐφημούντων, καὶ ὅτι Ἠλίας μὲν ἀνελήφθη πρὸς ἀνατολὰς τοῦ Ἰορδάνου, Χριστὸς δὲ πρὸς ἀνατολὰς τοῦ χειμάῤῥου Κέδρων ἀνῆλθεν, καὶ ὅ

 πορευθεὶς εἰς οὐρανόν. ὁ δὲ ἀπόστολος Παῦλος Ῥωμαίοις μὲν γράφων φησίν· Χριστὸς ὁ ἀποθανών, μᾶλλον δὲ καὶ ἐγερθείς, ὃς καὶ ἔστιν ἐν δεξιᾷ τοῦ θεοῦ. Ἐφ

 ἐπὶ τῇ πρώτῃ παρουσίᾳ μόνον, ἀλλὰ καὶ τὴν δευτέραν προσδοκῶμεν. καὶ ἐν τῇ προτέρᾳ μὲν εἰπόντες εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι κυρίου, καὶ ἐν τῇ δε

 εἰς αἷμα. παιδευέσθωσαν οἱ ἐκ Μανιχαίων ἐπιστρέψαντες, καὶ τοὺς φωστῆρας μηκέτι θεοποιείτωσαν, μηδὲ τὸν σκοτισθησόμενον τοῦτον ἥλιον τὸν Χριστὸν εἶναι

 τοῦτο γίνεται; φησὶν ἑξῆς· ὅταν οὖν ἴδητε τὸ βδέλυγμα τῆς ἐρημώσεως τὸ ῥηθὲν ὑπὸ ∆ανιὴλ τοῦ προφήτου ἑστὸς ἐν τόπῳ ἁγίῳ, ὁ ἀναγινώσκων νοείτω. καὶ πάλ

 τοὺς ἐξ ἐθνῶν δὲ ταῖς μαγικαῖς φαντασίαις ὑπαγόμενον. 15.12 Ἔρχεται δὲ ὁ προειρημένος Ἀντίχριστος οὗτος, ὅταν πληρωθῶσιν οἱ καιροὶ τῆς Ῥωμαίων βασιλεί

 πτῶσις ἢ προφάσει οἰκοδομῆς κατάλυσις ἢ ἔκ τινων ἑτέρων παρακολουθήσασα καθέλῃ πάντας τοὺς λίθους, οὐ λέγω τοῦ περιβόλου τοῦ ἔξωθεν, ἀλλὰ τοῦ ναοῦ τοῦ

 μὴ μόνος μνημόνευε τούτων, ἀλλὰ καὶ ἀφθόνως πᾶσι μεταδίδου. εἰ τέκνον ἔχεις κατὰ σάρκα, τοῦτο ἤδη νουθέτει. καὶ εἰ διὰ κατηχήσεως ἐγέννησάς τινα, καὶ

 αὐτοῦ τὸ σημεῖον ἐστί; μή ποτε τολμήσῃ δύναμις ἐναντία μιμήσασθαι. καὶ τότε φανήσεται, φησί, τὸ σημεῖον τοῦ υἱοῦ τοῦ ἀνθρώπου ἐν τῷ οὐρανῷ. σημεῖον δὲ

 χίλιαι χιλιάδες ἐλειτούργουν αὐτῷ καὶ μύριαι μυριάδες παρειστήκεισαν αὐτῷ. οὐχ ὅτι τοσοῦτον μόνον τὸ πλῆθός ἐστιν, ἀλλ' ὅτι πλέον τούτων εἰπεῖν οὐκ ἠδ

 ζῶντας καὶ νεκροὺς ὑπὲρ ζώντων καὶ νεκρῶν ἀποθανών. καὶ καθὼς Παῦλός φησιν· εἰς τοῦτο γὰρ ὁ Χριστὸς ἀπέθανε καὶ ἔζησεν, ἵνα καὶ νεκρῶν καὶ ζώντων κυρι

 θαυμασίου ἀνδρός, ὅμως ἡ κατὰ τοῦ Ἀδὰμ ἐξενεχθεῖσα ἀπόφασις θανατικὴ ἔφθασε καὶ ἐπ' αὐτὸν καὶ ἐπὶ τοὺς ἑξῆς, καὶ ταῦτα μὴ ἁμαρτήσαντας τὰ ὅμοια τῷ Ἀδὰ

 θεοῦ διὰ Χριστοῦ γενομένων ἁπάντων. τοῦτο φωτίζει τὰς ψυχὰς τῶν δικαίων, τοῦτο καὶ ἐν προφήταις, τοῦτο καὶ ἐν ἀποστόλοις ἐν τῇ καινῇ διαθήκῃ. μισείσθω

 ἀγνωσίας πεπληρωμένοι, τολμήσαντες τοιαῦτα εἰπεῖν περὶ ἁγίου πνεύματος, ἅπερ ἐγὼ λέγειν οὐ τολμῶ. 16.8 Μισείσθωσαν οἱ κατὰ Φρύγας, καὶ Μοντανὸς ὁ τῶν

 φησιν· ἀλλὰ τὸ ὕδωρ ὃ δώσω αὐτῷ, γενήσεται ἐν αὐτῷ πηγὴ ὕδατος ζῶντος, ἁλλομένου εἰς ζωὴν αἰώνιον. καινότερον ὕδωρ ζῶν καὶ ἁλλόμενον, ἁλλόμενον δ' ἐπὶ

 κατῆλθεν εἰς τὴν ὁδὸν τὴν ἀποφέρουσαν εἰς Γάζαν, ὅτε ὁ εὐνοῦχος ἤρχετο. καὶ εἶπε τὸ πνεῦμα τῷ Φιλίππῳ· πρόσελθε καὶ κολλήθητι τῷ ἅρματι τούτῳ. βλέπεις

 τῆς γνώσεως ἐκπέμπεται μακράν, καὶ βλέπει καὶ τὰ ὑπὸ ἄλλων γινόμενα. 16.17 Οὐ συμπαρῆν Πέτρος Ἀνανίᾳ καὶ Σαπφείρῃ πωλοῦσι τὰ κτήματα, ἀλλὰ διὰ τοῦ πνε

 ὑπόμεινον τὸν κύριον, ἄνθρωπε. μικρὰ τὰ γινόμενα, μεγάλα τὰ δωρούμενα. ὀλίγον χρόνον καμὼν αἰωνίως εἶναι μέλλεις μετ' ἀγγέλων. οὐκ ἄξια τὰ παθήματα το

 ὑμῖν. ὁ πατὴρ δι' υἱοῦ σὺν ἁγίῳ πνεύματι τὰ πάντα χαρίζεται. οὐκ ἄλλα πατρὸς χαρίσματα καὶ ἄλλα υἱοῦ καὶ ἄλλα ἁγίου πνεύματος· μία γὰρ ἡ σωτηρία, μία

 εὐθείᾳ. Καὶ ὡς ἐν παραλειπομένοις ἔχομεν, ἁγίου πνεύματος μετέσχον Ἀζαρίας μὲν ἐπὶ τοῦ Ἀσὰφ βασιλέως καὶ Ὀζιὴλ ἐπὶ Ἰωσαφὰτ βασιλέως, καὶ πάλιν ἄλλος Ἀ

 ἀναλέξαι καὶ πλατύτερον διηγήσασθαι τὰ περὶ ἁγίου πνεύματος. ἀλλ' ὀλίγος ὁ καιρός· δεῖ δὲ φείδεσθαι καὶ τοῦ συμμέτρου τῆς ἀκροάσεως. ὅθεν τοῖς ἐκ τῆς

 εἶναι τὸ αὐτὸ τὸ πνεῦμα τὸ ἅγιον καὶ τὸν παράκλητον εἴρηται ὁ δὲ παράκλητος τὸ πνεῦμα τὸ ἅγιον. περὶ δὲ τοῦ τὸ αὐτὸ εἶναι καὶ τὸν παράκλητον καὶ τὸ πν

 οἶδεν, ἀλλὰ γνωρίζει καὶ ἐγγάμους, ἐὰν κατὰ νόμον ᾖ ὁ γάμος. καὶ ἐπλήσθη πνεύματος ἁγίου ἡ Ἐλισάβετ καὶ ἐπροφήτευσεν. καί φησιν ἡ καλὴ δουλὶς περὶ τοῦ

 δαιμόνια. καὶ ἑξῆς εὐθύς· διὰ τοῦτο λέγω ὑμῖν, πᾶσα ἁμαρτία καὶ βλασφημία ἀφεθήσεται τοῖς ἀνθρώποις, ἡ δὲ τοῦ πνεύματος βλασφημία οὐκ ἀφεθήσεται. καὶ

 ὕδωρ ἔξωθεν περιχεῖται, τὸ δὲ πνεῦμα καὶ τὴν ἔνδοθεν ψυχὴν βαπτίζει ἀπαραλείπτως. καὶ τί θαυμάζεις; λάβε ὑπόδειγμα σωματικόν, μικρὸν μὲν καὶ εὐτελές,

 ἐκφέρει καρπούς, οὕτω καὶ τὸ αὐτὸ πνεῦμα, μένον ὅπερ ἐστί, καὶ πολλάκις ἐν προφήταις ἐνεργῆσαν, νῦν νέον τι καὶ θαυμάσιον ἐνεδείξατο. ἔφθασε μὲν γὰρ κ

 σοφίαν (ἀγράμματοι γὰρ καὶ ἰδιῶται ἦσαν), ἀλλὰ διὰ τὴν τοῦ πνεύματος ἐνέργειαν. γέγραπται γάρ· τότε Πέτρος πλησθεὶς πνεύματος ἁγίου εἶπε πρὸς αὐτούς.

 Χριστοῦ κλῆσιν. καὶ μάρτυς ἡμῖν τῶν λόγων ἡκέτω Ἀνανίας ὁ εὐλαβὴς ὁ ἐν ∆αμασκῷ, λέγων πρὸς αὐτόν· ὁ κύριος ἀπέσταλκέ με Ἰησοῦς ὁ ὀφθείς σοι ἐν τῇ ὁδῷ

 ἔδοξε γὰρ τῷ ἁγίῳ πνεύματι καὶ ἡμῖν, μηδὲν πλέον ἐπιτίθεσθαι ὑμῖν βάρος πλὴν τῶν ἐπάναγκες τούτων, ἀπέχεσθαι εἰδωλοθύτων καὶ αἵματος καὶ πνικτοῦ καὶ π

 σώματα διὰ τοῦ ἐνοικοῦντος αὐτοῦ πνεύματος ἐν ὑμῖν. καὶ πάλιν πρὸς Τιμόθεον γράφων· τὴν καλὴν παρακαταθήκην φύλαξον διὰ πνεύματος ἁγίου τοῦ δοθέντος ἡ

 δίδωσι τὸ μὴ φαινόμενον. εἰς μεγάλην ἐξέτασιν ἔρχῃ, εἰς μεγάλην στρατολογίαν κατὰ τὴν μίαν ὥραν, ἣν ἐὰν ἀπολέσῃς, ἀκατόρθωτόν σοι τὸ κακόν. ἐὰν δὲ κατ

 ἐν Γοτθίᾳ. πυρὶ καταφλεγέντων ἑτέρων καὶ αὐτὴν τὴν σποδιὰν διεσκόρπισεν ὄμβρος ἢ ἄνεμος. πόθεν συνάγεται τὸ σῶμα; 18.3 Σοὶ τῷ ἀνθρώπῳ μικροτάτῳ ὄντι κ

 ἐγειρόμεθα; 18.7 Χειμέριος ὁ καιρός, ὡς ὁρᾷς. ἕστηκε τὰ δένδρα νῦν ὡς νεκρά. ποῦ γὰρ τὰ φύλλα τῆς συκῆς; ποῦ οἱ βότρυες τῆς ἀμπέλου; ἀλλ' ἐν χειμῶνι τ

 νεκρῶν ἀναστάσει μὴ ἀπιστήσῃς, ἀλλ' ὅπερ ἐπὶ τῆς σελήνης βλέπεις, τοῦτο καὶ περὶ σεαυτοῦ πιστεύσῃς. τούτοις μὲν οὖν κέχρησο τοῖς ῥήμασι πρὸς Ἕλληνας.

 καὶ ἐὰν λέγῃ ὅτι οὐχ οἱ νεκροὶ αἰνέσουσί σε κύριε, τοῦτο δηλοῖ, ὅτι τῆς μετανοίας καὶ τῆς ἀφέσεως ἐν τῇ ζωῇ ταύτῃ μόνον τὴν προθεσμίαν ἐχούσης, ἐφ' ᾗ

 δίκην δεξάμενοι τὸν σπόρον καρποφορήσητε πλατύνοντες. μνημονευέσθω δὲ ὅτι καὶ οἱ ἀπόστολοι νεκροὺς ἤγειραν, Πέτρος μὲν ἐν Ἰόππῃ Ταβιθάν, Παῦλος δὲ Εὔτ

 πάλιν ὑμῖν ὑφ' ἡμῶν ῥηθεῖσα μετὰ σπουδῆς πάσης ἐπὶ λέξεως αὐτῆς ὑφ' ὑμῶν ἀπαγγελλέσθω τε καὶ μνημονευέσθω. 18.22 Τῆς δὲ ἀπαγγελλομένης πίστεως ἀκολούθ

 ἐκείνων μὲν τὰ μιαρὰ συστήματα φεύγῃς, παραμένῃς δὲ τῇ ἁγίᾳ καθολικῇ ἐκκλησίᾳ διὰ παντός, ἐν ᾗ καὶ ἀνεγεννήθης. Κἄν ποτε ἐπιδημῇς ἐν πόλεσι, μὴ ἁπλῶς

 εἰς ζωὴν αἰώνιον φυλάξει αὐτήν. καὶ πάλιν, ὅτι διὰ τοῦ προκρίνειν χρημάτων τε καὶ γένους τὸν Χριστόν· καὶ πᾶς, ὅστις ἀφῆκεν ἀδελφοὺς ἢ ἀδελφάς, καὶ τὰ

 ταῦτα κληθήσῃ πόλις δικαιοσύνης, μητρόπολις πιστὴ Σιών, διὰ τὸν ἐκ Σιὼν ἐξελθόντα νόμον καὶ λόγον κυρίου τὸν ἐξ Ἱερουσαλήμ, ὃς ἐντεῦθεν εἰς ἅπασαν τὴν

διδάγματα, ἀλλ' Ἰεζεκιὴλ τοῦ πνευματοφόρου προφήτου. Ἐκεῖνος γὰρ λαβὼν θρῆνον ἐπ' αὐτὸν, λέγει· Σὺ ἀποσφράγισμα ὁμοιώσεως, καὶ στέφανος κάλλους ἐν τῷ παραδείσῳ τοῦ Θεοῦ ἐγεννήθης· καὶ μετ' ὀλίγα· Ἐγεννήθης ἄμωμος ἐν ταῖς ἡμέραις σου, ἀφ' ἧς ἡμέρας σὺ ἐκτίσθης, ἕως οὗ εὑρέθη τὰ ἀδικήματα ἐν σοί. Πάνυ καλῶς τὸ, εὑρέθη ἐν σοί. Οὐ γὰρ ἔξωθεν ἐπεισηνέχθη, ἀλλ' αὐτὸς ἐγέννησας τὸ κακόν. Καὶ τὴν αἰτίαν ἑξῆς εἴρηκεν· Ὑψώθη ἡ καρδία σου ἐπὶ τῷ κάλλει σου· διὰ τὸ πλῆθος τῶν ἁμαρτιῶν σου, καὶ διὰ τὰς ἁμαρτίας σου ἐτραυματίσθης καὶ ἐπὶ τὴν γῆν ἔῤῥιψά σε. Ὁ Κύριος τούτῳ συμφώνως πάλιν ἐν εὐαγγελίοις λέγει· Ἐθεώρουν τὸν Σατανᾶν ὡς ἀστραπὴν ἐκ τοῦ οὐρανοῦ πεσόντα. Βλέπεις παλαιᾶς διαθηκῆς πρὸς καινὴν συμφωνίαν. Οὗτος ἐκπεσὼν συναπέστησε πολλούς· οὗτος ἐμβάλλει τὰς ἐπιθυμίας τοῖς πειθομένοις· ἐκ τούτου μοιχεία, πορνεία, καὶ πᾶν εἴ τι κακόν. ∆ιὰ τοῦτον ὁ προπάτωρ ἡμῶν Ἀδὰμ ἐκ παρακοῆς ἐξεβλήθη· καὶ ἀντὶ παραδείσου αὐτομάτως θαυμασίους φέροντος καρποὺς, τὴν ἀκανθοφόρον ἀντικατηλλάξατο γῆν. 2.5 Τί οὖν; ἐρεῖ τις, ἀπολώλαμεν ἀπατηθέντες· ἆρ' οὐκ ἔστι λοιπὸν σωτηρία; πεπτώκαμεν· ἆρ' οὐκ ἔστιν ἀναστῆναι; ἐτυφλώθημεν· ἆρ' οὐκ ἔστιν ἀναβλέψαι; χωλοὶ γεγόναμεν· ἆρ' οὐκ ἔστιν ἀρτιποδῆσαι; ἵνα δὲ συντόμως εἴπωμεν, ἀπεθάνομεν· ἆρ' οὐκ ἔστιν ἀναστῆναι; Ἆρ' ὁ τὸν Λάζαρον τὸν τετραήμερον ἐγείρας, ἄνθρωπε, τὸν ὀδωδότα· ἆρα τὸν ζῶντά σε μᾶλλον οὐκ εὐκοπώτερον ἀναστήσει; Ὁ τὸ τίμιον αἷμα ὑπὲρ ἡμῶν ἐκχέας, αὐτὸς ἡμᾶς ῥύσεται τῆς ἁμαρτίας. Μὴ ἀπογνῶμεν ἑαυτοὺς, ἀδελφοί· μὴ ἀποῤῥίψωμεν ἑαυτοὺς εἰς ἀνέλπιστον κατάστασιν. ∆εινὸν γάρ ἐστι τὸ μὴ πιστεύειν εἰς μετανοίας ἐλπίδα. Ὁ μὴ προσδοκῶν γὰρ τὴν σωτηρίαν, ἀφειδῶς προστίθησι τὰ κακά· ὁ δὲ τὴν ἰατρείαν ἐλπίσας, εὐμαρῶς τὸ λοιπὸν ἑαυτοῦ φείδεται. Ὁ γὰρ λῃστὴς ὁ μὴ δωρεὰν προσδοκῶν, εἰς ἀπόνοιαν χωρεῖ· ἐλπίσας δὲ τὴν ἄφεσιν, εἰς μετάνοιαν ἔρχεται πολλάκις. Εἶτα, ὄφις μὲν ἀποτίθεται τὸ γῆρας· ἡμεῖς δὲ οὐκ ἀποθησόμεθα τὴν ἁμαρτίαν; Καὶ ἀκανθώδης γῆ γεωργηθεῖσα καλῶς εἰς καρποφόρον μετεβλήθη· ἡμῖν δὲ ἀδιόρθωτος ἡ σωτηρία; Ἡ μὲν οὖν φύσις ἐπιδέχεται τὴν σωτηρίαν, ζητεῖται δὲ λοιπὸν ἡ προαίρεσις. 2.6 Φιλάνθρωπος ὁ Θεὸς, καὶ φιλάνθρωπος οὐκ ὀλίγον. Μὴ γὰρ εἴπῃς, Ἐπόρνευσα, ἐμοίχευσα· τὰ δεινά μοι πέπρακται, καὶ οὐχ ἅπαξ, ἀλλὰ καὶ πολλάκις· ἆρα συγχωρήσει; ἆρα παρέξει τὴν ἀμνηστίαν; Ἄκουε, τί λέγει ὁ ψαλμωδός· Ὡς πολὺ τὸ πλῆθος τῆς χρηστότητός σου Κύριε. Οὐ νικᾷ σου τὰ συναχθέντα ἁμαρτήματα, τὸ πλῆθος τῶν οἰκτιρμῶν τοῦ Θεοῦ· οὐ νικᾷ σου τὰ τραύματα τὴν ἀρχιατρικὴν ἐμπειρίαν. ∆ὸς μόνον σεαυτὸν μετὰ πίστεως· λέγε τῷ ἰατρῷ τὸ πάθος· εἰπὲ καὶ αὐτὸς κατὰ τὸν ∆αβίδ. Εἶπα, ἐξαγορεύσω κατ' ἐμοῦ τὴν ἀνομίαν μου τῷ Κυρίῳ· καὶ γενήσεται ἐπὶ σοῦ τὸ παραπλήσιον, τὸ ἑξῆς εἰρημένον· Καὶ σὺ ἀφῆκας τὴν ἀσέβειαν τῆς καρδίας μου. 2.7 Θέλεις ἰδεῖν Θεοῦ φιλανθρωπίαν, σὺ ὁ νεωστὶ εἰς τὴν κατήχησιν ἐληλυθώς; θέλεις ἰδεῖν Θεοῦ φιλανθρωπίαν, καὶ τῆς μακροθυμίας τὸ πλῆθος; Ἄκουσον περὶ τοῦ Ἀδάμ. Παρήκουσεν Ἀδάμ, ὁ πρωτόπλαστος τοῦ Θεοῦ· ἆρ' οὐκ ἐδύνατο τὸν θάνατον εὐθὺς ἐπαγαγεῖν; ἀλλ' ὅρα τί ποιεῖ ὁ φιλανθρωπότατος Κύ ριος. Ἐκβάλλει μὲν αὐτὸν τοῦ παραδείσου· [τῆς γὰρ ἐκεῖ διατριβῆς ἀνάξιος ἦν διὰ τὴν ἁμαρτίαν] κατοικίζει δὲ τοῦ παραδείσου κατέναντι, ἵνα βλέπων ὅθεν ἐξέπεσε, καὶ ἐξ οἵων, εἰς οἷα κατηνέχθη, λοιπὸν ἐκ μετανοίας σωθῇ. Καῒν ὁ πρωτότοκος ἄνθρωπος, ἀδελφοκτόνος γέγονεν εὑρετὴς τῶν κακῶν, καὶ ἀρχηγὸς τῶν φόνων, καὶ βάσκανος πρῶτος, ἀλλ' ἀνελὼν τὸν ἀδελφὸν, τί κατακρίνεται; Στένων καὶ τρέμων ἔσῃ ἐπὶ τῆς γῆς· μέγα τὸ ἁμάρτημα, καὶ μικρὰ ἡ καταδίκη. 2.8 Φιλανθρωπία μὲν οὖν ἀληθῶς καὶ αὕτη Θεοῦ, ἀλλ' ἔτι μικρὰ πρὸς τὰ ἐπιφερόμενα. Λόγισαι [γάρ] μοι τὰ ἐπὶ Νῶε. Ἥμαρτον οἱ γίγαντες, καὶ παρανομία πολλὴ τότε τῆς γῆς κατεχύθη, καὶ διὰ ταύτην κατακλυσμὸς ἔμελλεν ἐπέρχεσθαι· καὶ τῷ πεντακοσιοστῷ μὲν ἔτει τὴν ἀπειλὴν ἐκφέρει ὁ Θεὸς, τῷ δὲ ἑξακοσιοστῷ τὸν κατακλυσμὸν ἐπήγαγεν ἐπὶ τὴν γῆν. Βλέπεις φιλανθρωπίας Θεοῦ πλάτος, εἰς ἑκατὸν