προθεσμίαν, ἀμετανόητον δὲ ἔχοντες τὴν καρδίαν, μειζόνως καταδικασθῶσι. Βασιλεῖς εἰσιν ἀνθρώπων οἱ ἐπὶ τῆς γῆς βασιλεύοντες, ἀλλ' οὐκ ἄνευ τῆς ἄνωθεν ἐξουσίας. Καὶ ἔγνω ποτὲ τοῦτο τῇ πείρᾳ ὁ Ναβουχοδονόσορ, εἰπών· Ὅτι ἡ βασιλεία αὐτοῦ, βασιλεία αἰώνιος, καὶ ἡ ἐξουσία αὐτοῦ εἰς γενεὰν καὶ γενεάν. 8.6 Οὐκ ἔστιν ὁ πλοῦτος, καὶ τὸ χρυσίον καὶ τὸ ἀργύριον τοῦ διαβόλου, καθὼς νομίζουσί τινες. Τοῦ γὰρ πιστοῦ ὅλος ὁ κόσμος τῶν χρημάτων, τοῦ δὲ ἀπίστου οὐδὲ ὀβολός· διαβόλου δὲ οὐδὲν ἀπιστότερον. Καὶ φανερῶς διὰ τοῦ προφήτου λέγει ὁ Θεός· Ἐμὸν τὸ χρυσίον καὶ ἐμὸν τὸ ἀργύριον, [καὶ ᾧ τινι θέλω δίδωμι αὐτό]. Σὺ μόνον χρῆσαι καλῶς, καὶ οὐκ ἔστι μεμπτὸν τὸ ἀργύριον. Ὅταν δὲ σὺ τῷ καλῷ χρήσῃ κακῶς, τότε, μὴ θέλων μέμψασθαι τὴν σὴν διοίκησιν, ἀνάγεις τὴν μέμψιν ἐπὶ τὸν δημιουργὸν ἀσεβῶς. ∆ύναταί τις καὶ διὰ χρημάτων δικαιωθῆναι. Ἐπείνασα, καὶ ἐδώκατέ μοι φαγεῖν· πάντως ὅτι ἀπὸ χρημάτων. Γυμνὸς ἤμην, καὶ περιεβάλετέ με· πάντως ὅτι διὰ χρημάτων. Καὶ θέλεις γνῶναι, ὅτι δύναται θύρα γενέσθαι βασιλείας οὐρανῶν τὰ χρήματα; Πώλησόν σού, φησι, τὰ ὑπάρχοντα, καὶ δὸς πτωχοῖς, καὶ ἕξεις θησαυρὸν ἐν οὐρανοῖς. 8.7 Ταῦτα δέ μοι λέλεκται διὰ τοὺς αἱρετικοὺς, τοὺς ἀναθεματίζοντας τὰ κτήματα καὶ τὰ χρήματα καὶ τὰ σώματα. Οὔτε γὰρ δοῦλον βούλομαί σε χρημάτων εἶναι, οὔτε ὡς ἐχθροῖς προσέχειν τοῖς εἰς ὑπηρεσίαν ὑπὸ τοῦ Θεοῦ σοι δοθεῖσι. Μὴ τοίνυν ποτὲ εἴπῃς τοῦ διαβόλου εἶναι τὰ χρήματα. Κἂν γὰρ λέγῃ, Ταῦτα πάντα σοι δώσω, ὅτι ἐμοὶ παραδέδοται, δύναται μέν τις αὐτοῦ καὶ ἀθετῆσαι τὸ ῥῆμα· τῷ ψεύστῃ γὰρ οὐ δεῖ πιστεύειν. Τάχα δὲ καὶ ἀναγκασθεὶς ὑπὸ τῆς τοῦ παρόντος δυνάμεως, εἶπε τὴν ἀλήθειαν· οὐ γὰρ εἶπε, ταῦτα πάντα σοι δώσω, ὅτι ἐμά ἐστιν· ἀλλ', ὅτι ἐμοὶ παραδέδοται. Οὐ γὰρ τὴν δεσποτείαν ἥρπασεν, ἀλλὰ τὸ ἐγκεχειρῆσθαι καὶ οἰκονομεῖν τέως ὡμολόγησε. Ζητείσθω δὲ κατὰ καιρὸν ὑπὸ τῶν ἐξηγουμένων, πότερον ψεύδεται ἢ ἀληθεύει. 8.8 Εἷς τοίνυν ἐστὶν ὁ Θεὸς, ὁ Πατὴρ, ὁ παντοκράτωρ, ὃν ἐτόλμησαν αἱρετικῶν παῖδες δυσφημεῖν. Ἐτόλμησαν γὰρ δυσφημῆσαι τὸν Κύριον Σαβαὼθ, τὸν καθήμενον ἐπάνω τῶν Χερουβίμ. Ἐτόλμησαν δυσφημῆσαι τὸν Ἀδωναῒ Κύριον, ἐτόλμησαν βλασφημῆσαι τὸν ἐν προφήταις παντοκράτορα Θεόν. Σὺ δὲ ἕνα προσκύνει τὸν παντοκράτορα Θεὸν, τὸν Πατέρα τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ· φυγὼν τὴν πολυθεΐαν καὶ φυγὼν πᾶσαν αἵρεσιν, καὶ λέγων κατὰ τὸν Ἰώβ· Κύριον δὲ τὸν παντοκράτορα ἐπικαλέσομαι, τὸν ποιοῦντα μεγάλα καὶ ἀνεξιχνίαστα, ἔνδοξά τε καὶ ἐξαίσια, ὧν οὐκ ἔστιν ἀριθμός. Καὶ τό· Ἐπὶ τούτοις πᾶσιν, τιμὴ παρὰ παντοκράτορος· ᾧ ἡ δόξα καὶ νῦν καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν. 9.τ ΚΑΤΗΧΗΣΙΣ Θʹ ΦΩΤΙΖΟΜΕΝΩΝ, Ἐν Ἱεροσολύμοις σχεδιασθεῖσα, εἰς τὸ, ΠΟΙΗΤΗΝ ΟΥΡΑΝΟΥ ΚΑΙ ΓΗΣ, ὉΡΑΤΩΝ ΤΕ ΠΑΝΤΩΝ ΚΑΙ ΑΟΡΑΤΩΝ. Καὶ ἀνάγνωσις ἐκ τοῦ Ἰώβ· Τίς οὗτος ὁ κρύπτων με βουλὴν, συνέχων δὲ ῥήματα ἐν καρδίᾳ, ἐμὲ δὲ οἴεται κρύπτειν; καὶ τὰ ἑξῆς. 9.1 Σαρκὸς μὲν ὀφθαλμοῖς θεωρῆσαι τὸν Θεὸν, ἀδύνατον· τὸ γὰρ ἀσώματον σαρκὸς ὄμμασιν ὑποπίπτειν οὐ δύναται. Καὶ μεμαρτύρηκεν αὐτὸς ὁ μονογενὴς Υἱὸς Θεοῦ, λέγων· Θεὸν οὐδεὶς πώποτε τεθέαται. Κἂν γὰρ κατὰ τὸ γεγραμμένον ἐν τῷ Ἱεζεχιὴλ, ὅτι εἶδεν ὁ Ἱεζεχιήλ, ἐκλαμβάνοι τις· ἀλλὰ τί λέγει ἡ γραφή; Εἶδεν ὁμοίωμα δόξης Κυρίου, οὐκ αὐτὸν τὸν Κύριον, ἀλλὰ τὸ ὁμοίωμα τῆς δόξης, καὶ οὐκ αὐτὴν τὴν δόξαν, ὡς ἔστιν ἀληθῶς. Καὶ ἰδὼν τὸ ὁμοίωμα τῆς δόξης μόνον, καὶ οὐκ αὐτὴν τὴν δόξαν, ἔπεσεν ἐπὶ τὴν γῆν ἀπὸ τοῦ φόβου. Εἰ δὲ τὸ τῆς δόξης ὁμοίωμα θεαθὲν, φόβον καὶ ἀγωνίαν περιεποίει τοῖς προφήταις· αὐτὸν εἴ τις ἐπεχείρησε θεωρῆσαι τὸν Θεὸν, πάντως ἂν καὶ τοῦ ζῇν ἀπηλλάττετο, κατὰ τὸ εἰρημένον· Οὐδεὶς ὄψεται τὸ πρόσωπόν μου καὶ ζήσεται. ∆ιὰ τοῦτο, κατὰ τὴν μεγίστην αὐτοῦ φιλανθρωπίαν, ὁ Θεὸς παραπέτασμα τῆς οἰκείας θεότητος ἐξέτεινε τὸν οὐρανὸν, ἵνα μὴ ἀπολώμεθα. Οὐκ ἐμὸς ὁ λόγος, ἀλλ' ὁ προφήτης εἶπεν· Ἐὰν ἀνοίξῃς τὸν οὐρανὸν, τρόμος λήψεται ἀπὸ σοῦ ὄρη, καὶ τακήσονται. Καὶ τί θαυμάζεις, εἰ ὁ Ἱεζεχιὴλ τὸ ὁμοίωμα τῆς δόξης ἰδὼν ἔπεσεν, ὅπου τῷ ∆ανιὴλ ὁ