3
παρθένον δεῖ ἀπερίσπαστον εἶναι τῶν βιωτικῶν πραγμάτων, Ἵνα ᾖ ἁγία σώματι καὶ πνεύματι.
Ἀλλὰ καὶ ἐν τῇ Ἐπιστολῇ τῇ Κορινθίων γράφει. ∆οξάσατε τὸν Θεὸν ἐν τῷ σώματι ὑμῶν. Εἰ δὲ δοξάζεται ὁ Θεὸς ἐν τῷ σώματι τῶν ἀνθρώπων, οὐ δοξάζεται δὲ Θεὸς ἐν κακῷ· οὐ κακὸν τὸ σῶμα τῇ φύσει, κἂν κακὸν αὐτὸ ποιεῖ ὁ ἁμαρτωλὸς, ἁμαρτητικῶς αὐτῷ χρώμενος. Καὶ μετ' ὀλίγον πάλιν τοῖς αὐτοῖς προσφωνεῖ· Ἧ οὐκ οἴδατε, ὅτι τὰ σώματα ὑμῶν ναὸς τοῦ ἐν ὑμῖν ἁγίου Πνεύματός ἐστιν, οὗ ἔχετε ἀπὸ Θεοῦ; Εἴ τις τὸν ναὸν τοῦ Θεοῦ φθείρει, φθερεῖ τοῦτον ὁ Θεός· ὁ γὰρ ναὸς τοῦ Θεοῦ ἅγιός ἐστιν, οἵτινές ἐστε ὑμεῖς. Ἀλλὰ καὶ ἐν τῇ πρὸς Θεσσαλονικέας ὁ αὐτὸς Ἀπό 39.1093 στολος γράφει· Ὁ Θεὸς τῆς εἰρήνης ἁγιάσαι ὑμᾶς ὁλοτελεῖς, καὶ ὁλόκληρον ὑμῶν τὸ Πνεῦμα, καὶ ἡ ψυχὴ, καὶ τὸ σῶμα ἀμέμπτως ἐν τῇ παρουσίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ διατηρηθείη. Πῶς γὰρ ὁλοτελῶς ἁγιασθῆναι, καὶ ὁλόκληρον ἔχειν τις τὸ σῶμα ἑαυτοῦ δύναται, εἰ τὸ σῶμα μὴ πέφυκεν, κακὸν ὂν, ἁγιάζεσθαι; Εἰ γὰρ κακὸν τῇ φύσει τοῦτο, οὐ δεκτικὸν ἁγιασμοῦ· εἰ δὲ δέχεται τὸ ἀγαθὸν, δῆλον ὅτι οὐ φύσει κακὸν, δεκτικὸν ὂν ἀγαθοῦ. Τὸ γὰρ τῇ φύσει κακὸν, ἀνεπίδεκτον ἀγαθοῦ. Ὥσπερ τὸ φύσει ἀγαθὸν, ἀνεπίδεκτον κακοῦ. Γράφει ἐν ἑτέρᾳ Ἐπιστολῇ ὁ αὐτὸς Ἀπόστολος πρός τινας· Καθαρίσωμεν ἑαυτοὺς ἀπὸ παντὸς μολυσμοῦ σαρκὸς καὶ πνεύματος, ἐπιτελοῦντες ἁγιωσύνην ἐν φόβῳ Θεοῦ· δεικνὺς καὶ διὰ ταύτης τῆς λέξεως, ὡς πέφυκεν καὶ ἡ σὰρξ καθαίρεσθαι τῶν προσαπτομένων αὐτῇ ἐξ ἁμαρτίας μολυσμῶν. Ἀλλὰ καὶ τὸ πνεῦμα καὶ ἡ ψυχή· εἰ δὲ ἡ σὰρξ κατ' οὐσίαν ἦν κακὸν, καὶ τὸ πνεῦμα κατ' οὐσίαν ἀγαθὸν, οὐδ' ἂν τὸ πνεῦμα μολυσμὸν εἶχεν, οὔτε μὴν ἡ σὰρξ ἀπὸ μολυσμοῦ ἐκαθαίρετο. Προστάττει δὲ ἑκάτερα καθᾶραι ἀπὸ μολυσμοῦ, λέγων καὶ τὸν τρόπον τῆς καθάρσεως. Ἐπιτελοῦντες γὰρ, φησὶν, ἁγιωσύνην ἐν φόβῳ Θεοῦ. Εὖ δὲ καὶ τὸ εἰπεῖν· Ἐν φόβῳ Θεοῦ· δεικνὺς τὸ ὑπήκοον ἔχειν ἐξ αὐτῶν, καὶ οὐκ ἐξ ἀνάγκης. Εἰ δὲ ἐπιτελοῦντες ἁγιωσύνην ἐν φόβῳ Θεοῦ, καθαίρομεν τὴν ἑαυτῶν σάρκα ἀπὸ μολυσμοῦ καὶ τὸ πνεῦμα· δῆλον, ὅτι ἐγγινομένης ἐν ἡμῖν τῆς ἁγιωσύνης τοῦτο γίνεται· Ὥσπερ γὰρ καθαίρεται ἀγνοίας ψυχὴ, καὶ ἀδικημάτων, παρουσίᾳ ἐπιστήμης καὶ δικαιοσύνης ἡ γὰρ ἀποφυγὴ τῆς κακίας ἀρετῆς εἴσοδον ἐργάζεται ἐκ τοῦ ἐναντίου· οὕτως παρουσίᾳ ἁγιασμοῦ καθαίρεται ἡ σὰρξ μολυσμοῦ καὶ τὸ πνεῦμα. Πνεῦμα δὲ ἐν τούτοις τὴν ψυχὴν λέγει, ὥσπερ καὶ ἐν ταῖς Πράξεσιν τῶν ἀποστόλων Στέφανος ὁ ἀπόστολος καταλευόμενος, καὶ μέλλων ἀποθνήσκειν, εἶπεν εὐχόμενος· Κύριε Ἰησοῦ, δέξαι τὸ πνεῦμά μου. Οὐδὲ γὰρ ἄλλο τι ἐν τούτοις ἔλεγε τὸ πνεῦμα ἑαυτοῦ, ἢ τὴν ψυχήν. Εἰ οὖν διὰ πλειόνων ἡ σὰρξ καὶ τὸ πνεῦμα, ὁτὲ μὲν ἁμαρτίας, ὁτὲ δὲ ἁγιασμοῦ, καὶ πρὸς τὸ δοξάζειν τὸν Θεὸν ἔχοντα λέγεται· οὐδὲν τούτων φύσει κακὸν, ἢ ἀγαθόν ἐστιν· ἀλλ' αὐτεξουσίως ἑκατέρων δεκτικόν· ἢ παρὰ τὴν χρῆσιν τοῦ ἔχοντος ἀνὰ μέρος δέχεται, ὁτὲ μὲν ἁμαρτίας εἶναι, ὁτὲ δὲ ἁγιασμοῦ; Εἰ δὲ καὶ τὸ ῥητὸν ἀγνοοῦντες, ἀφ' οὗ προφέρουσιν ἁμαρτίας εἶναι τὴν σάρκα, τοῦτο νομίζουσιν· ἀλλ' ἡμεῖς ὅλον αὐτὸ θέμενοι, τὴν διάνοιαν φανερὰν ποιήσομεν. Ἔχει δὲ οὕτως. Ὁ Θεὸς τὸν Υἱὸν ἑαυτοῦ πέμψας ἐν ὁμοιώματι σαρκὸς ἁμαρτίας, περὶ ἁμαρτίας κατέκρινεν τὴν ἁμαρτίαν ἐν τῇ σαρκί. Ὃ λέγει τοιοῦτόν ἐστιν. 39.1096 Ἡ πάντων ἀνθρώπων σὰρξ, ἐκ συνδυασμοῦ ἔχει τὸ εἶναι, δίχα τοῦ πρωτοπλάστου, καὶ οὗ ἀνέλαβεν ὁ Σωτήρ. Οὐκ ἂν γὰρ ἄλλως σῶμα ἀνθρώπου γένοιτο, μὴ ἐπιπλακέντος τῷ θήλει τοῦ ἄῤῥενος
. Ἐπεὶ οὖν ὁ Σωτὴρ ἐκ μόνης τῆς Παρθένου ἔλαβε σῶμα, τὴν ἀρχὴν οὐκ ἔχον ἐκ συνουσίας, ὁμοίωμα τὴν σάρκα τὴν Κυριακὴν εἶπε τῆς σαρκὸς τῆς ἐκ συνουσίας. Οὐ γὰρ καθάπαξ εἶπεν, ὁμοίωμα σαρκὸς αὐτὸν ἔχειν, ἀλλ' ὁμοίωμα σαρκὸς ἁμαρτίας. Τὸ δὲ ὁμοίωμα τῆς σαρκὸς ἁμαρτίας, σάρξ ἐστιν, μόνῳ τούτῳ λειπομένη τῶν ἄλλων