1

 2

 3

 4

 5

 6

 7

 8

8

μετανοεῖ, ἵνα μηκέτι ἁμαρτάνων φεύγῃ τὴν ἐσομέ 39.1108 νην κατὰ τῶν ἁμαρτανόντων ὀργήν. Πυνθάνεται δὲ τὸ, Τίς ὑμῖν ὑπέδειξεν; ἵνα εἴπῃ ὁ γνησίως ὑποδεικνὺς κακίας ἀναχωρεῖν, οὐ προσποιήσει τοῦτο γίνεσθαι. Ὑμεῖς δὲ τοῦτο ποιεῖτε μεθ' ὑποκρίσεως, ἐπὶ τὸ βαπτίζεσθαι ἐρχόμενοι. Οὐκ ἄρα καθαρθήσεσθε. Ὁ γὰρ ἀληθῶς καθαρθῆναι βουλόμενος ἀφίσταται ἁμαρτημάτων, καὶ τῆς τοιαύτης μετανοίας καρπὸν φέρει, τὰ τῆς ἐναντίας τῇ ἁμαρτίᾳ ἕξεως ἔργα ποιῶν. Ἀλλὰ τοῦτο μὲν ὑμεῖς οὐ πεποιήκατε, ἑαυτοὺς κατακρίναντες, φάσκοντες πατέρα τὸν Ἀβραὰμ ἔχειν. Ἀλλ' οὐ τοῦθ' ὑμᾶς ὠφελήσει, τὸ οἴεσθαι τέκνα τοῦ Ἀβραὰμ εἶναι, ἀλλὰ τὸ εἶναι αὐτοῦ τέκνα, καὶ τῇ πίστει καὶ τῇ ἀπὸ εἰδώλων φυγῇ. Κἂν τοίνυν ποτὲ τέκνα τοῦ Ἀβραὰμ γεγόνατε, οὐ τοῦτο ὑμᾶς σώσει. Καὶ γὰρ τοὺς νῦν μὴ ὄντας αὐτοῦ τέκνα δύναται ὁ Θεὸς τέκνα αὐτοῦ ποιῆσαι. Ὥστε σώζεται ὁ ὢν τοῦ Ἀβραὰμ τέκνον κατὰ τὴν ἀρετὴν, οὐχ ὁ γενόμενος αὐτοῦ τέκνον κατὰ σάρκα μόνον, κἂν δὲ γένηται, μὴ μέγα φρονείτω· μετάπτωτον γὰρ τὸ τοιοῦτο. Ἀμέλει γοῦν καὶ οἱ μὴ ἔχοντες αὐτὸ κτήσασθαι αὐτὸ δυνήσονται. Καὶ γὰρ ὁ Παῦλος, οὓς τῇ σαρκὶ οὐ γεγέννηκεν, λέγει· Ἐν γὰρ Χριστῷ διὰ τοῦ Εὐαγγελίου ἐγὼ ὑμᾶς ἐγέννησα. Ἀλλὰ ταῦτ' ἀκούοντες μὴ καταφρονεῖτε, ὡς βραδυνούσης τῆς κατὰ τῶν ἁμαρτανόντων ὀργῆς. Ἤδη γὰρ δι' αὐτοῦ τοῦ ἁμαρτάνειν ὁ φαῦλος παροῦσαν ἔχει τὴν κόλασιν, κολαστέος ὑπάρχων. ∆ι' ὃ ἴστε τὴν ἀξίνην ἤδη ταῖς ῥίζαις ἐγγίζουσαν τῶν δένδρων. ∆ένδρα δὲ οὐκ αἰσθητὰ λέγει, ἀλλ' ἀνθρώπους κατὰ κακίαν πεποιημένους. Ῥίζα δὲ τῶν δένδρων τούτων ἡ χειρίστη ἕξις, ἀφ' ἧς καρπὸς οὐκ ἐδώδιμος, ἀλλὰ δηλητήριος γίνεται. Αὐτὸν οὖν οὐ καλὸν καρπὸν εἶπεν. Κἂν τοίνυν ἡ ἀξίνη τὴν κόλασιν σημαίνει, τὸ δὲ κακὸν δένδρον τὸν ἁμαρτάνοντα ἄνθρωπον, οὐ μαχόμεναι φύσεις αὗται· ἀπειλεῖται γὰρ ἡ κόλασις ἐπὶ τῷ μεταβαλεῖν τὰ δένδρα. Ὁ γὰρ ἀπειλῶν τοῖς ἁμαρτάνουσιν, δι' αὐτῆς τῆς ἀπειλῆς μεταποιῆσαι βούλεται. Εἰ τοίνυν διὰ τῆς ἀπειλῆς τῆς ἀξίνης, τῆς μελλούσης ἐκκόπτειν τὰ σαπρὰ δένδρα, πείθει αὐτοὺς παύσασθαι τοῦ μὴ κακὸν καρπὸν φέρειν, ἀλλὰ καλόν· οὐ φύσει κακὸν τὸ δένδρον, οὐδὲ φύσει κακὴ ἡ κόλασις. Ἀλλ' ἴσως ἐροῦσιν· Εἰ μεταποιεῖ φαύλους ἡ κόλασις, ἀγαθὸν αὐτὴν εἶναι· εἰ δὲ ἡ κόλασις ἀγαθὸν, ἐναντία δὲ ταύτῃ ἡ ἐπαγγελία, τὰ δὲ ἐναντία οὐ δύνανται ἅμα ἀγαθὰ εἶναι· ἡ ἄρα ἐπαγγελία κακόν. Μὴ κακοῦ δὲ τῆς ἐπαγγελίας, ἀλλ' ἀγαθοῦ οὔσης, ἡ κόλασίς ἐστι κακόν. Εἰ δὲ κακὸν ἡ κόλασις, οὐχ ὁ Θεὸς, ἀλλ' ὁ Σατανᾶς αὐτὴν ἐπιφέρει. Ἐπιφέρει δὲ ὁ Σατανᾶς τὴν κόλασιν οὐ τοῖς ἑαυτοῦ· εἰσὶν γὰρ, ὡς αὐτὸς, πονηροὶ, καὶ ἀνάγκη καὶ αὐτὸν ὑποπίπτειν τῇ κολάσει· τῷ ἄρα ἀγαθῷ ἐποίσει αὐτήν. Ἀλλ' ἀδύνατον τοῦτο· οὐκ ἄρα ὁ πονηρὸς αὐτὴν ἐπιφέρει, ἀλλὰ Θεός. Πᾶν δὲ τὸ ὑπὸ Θεοῦ ἐπιφερόμενον, χρησίμως 39.1109 ἐπιφέρεται, τυγχάνον ἢ ἀγαθοῦ ποιητικὸν, ἢ κωλυτικὸν κακοῦ. Ὁ ἄρα Θεὸς κωλύειν τὸ κακὸν βουλόμενος, ἐπιφέρει τοῦτο· οὐκ ἂν δ' ἐπεχείρει κωλύειν τὸ κακὸν, εἰ μὴ δυνατὸν ἦν κωλύεσθαι τὸ κακόν. Κωλυόμενον δὲ τοῦτο οὐ δύναται εἶναι φύσει καὶ ἀγένητον. Ἐσφάλησαν δὲ καὶ ἐν τούτῳ οἱ ἀμαθεῖς, νομίσαντες ἐναντίον εἶναι τὴν κόλασιν τῇ ἐπαγγελίᾳ· ἑκατέρα γὰρ ἀνταπόδοσίς ἐστιν, ἡ μὲν τοῖς ἀγαθοῖς μισθὸν φέρουσα, ἡ δὲ τιμωρίαν κατὰ τῶν ἑκουσίως παραβεβηκότων τοὺς θείους νόμους.