1

 2

 3

 4

 5

 6

 7

 8

4

σαρκῶν, τὸ ἄνευ ἀνδρὸς ἐσχηκέναι τὴν ὕπαρξιν. Ἔδει γὰρ τὸν ἐπὶ σωτηρίᾳ τῶν ἀνθρώπων ἐρχόμενον, μὴ ἐκ συνδυασμοῦ σῶμα λαβεῖν. Μηδ' αὖ ἔξωθεν τῆς τῶν ἀνθρώπων διαδοχῆς, ὥσπερ ὁ πρῶτος ἄνθρωπος, ἵνα μὴ ἑτερογενὲς αὐτοῦ νομισθῇ τὸ σῶμα. Εἰ γὰρ καὶ αὐτὸς ἐκ τῆς γῆς ἐπέπλαστο, ὡς ἀρχηγὸς τοῦ γένους τῶν ἀνθρώπων, ὑπόνοιαν ἐλάμβανον οἱ διὰ φαντασίας τὴν δόκησιν εἰσάγοντες, μήτε ἄρα οὐ κατὰ ἀλήθειαν ἔφερεν ἀνθρώπου σῶμα. Πάλιν, εἰ ἐκ συνδυασμοῦ ἀνειλήφει σῶμα, οὐκ ἔχων τὸ παρηλλαγμένον, ἐνομίσθη ἂν καὶ αὐτὸς ὑπεύθυνος εἶναι ἐκείνῃ τῇ ἁμαρτίᾳ, ᾗπερ καὶ οἱ ἐκ τοῦ Ἀδὰμ πάντες κατὰ διαδοχὴν ὑπῆρχον. Εἰ δὲ λέγοιεν· Εἰ σὰρξ ἁμαρτίας ἐστὶν ἡ ἐκ συνουσίας ἀνδρὸς καὶ γυναικὸς τεχθεῖσα, κακὸς ὁ γάμος· ἀκουέτωσαν, ὅτι Πρὸ τῆς τοῦ Σωτῆρος ἐπιδημίας, τοῦ ἄραντος τὴν ἁμαρτίαν τοῦ κόσμου, ἅπαντες οἱ ἄνθρωποι, ὥσπερ τὰ ἄλλα μετὰ κακίας ἔπραττον, οὕτω καὶ τὸν γάμον ἁμαρτητικῶς εἶχον. ∆ι' ὃ τὰ ἐκ τοῦ γάμου γεννώμενα σώματα νοητέον· Καὶ οὕτως, ἐπεὶ μετὰ τὴν ἁμαρτίαν ἡ σύνοδος γέγονεν τοῦ Ἀδὰμ καὶ τῆς Εὔας, διὰ τοῦτο σὰρξ ἁμαρτίας εἴρηται. Ἄφθαρτος γὰρ ὢν πρὸ τῆς παραβάσεως, φθαρτὸς γεγένηται παραβάς· καὶ οὕτως ἡ διαδοχὴ τὸ φθαρτὸν ἔχει. Ὁμοίωμα οὖν τῆς σαρκὸς ταύτης εἶχεν ὁ Σωτὴρ, εἰ καὶ μὴ εἶδεν ἡ σὰρξ αὐτοῦ διαφθοράν. Ἀλλ' ἐπιδημήσαντος τοῦ Σωτῆρος, ὡς ἀπὸ τῶν ἄλλων πραγμάτων ἀφαίρεσις ἁμαρτίας γέγονεν, οὕτω καὶ ἀπὸ τοῦ γάμου. Νῦν γοῦν οἱ κατὰ τὸ Εὐαγγέλιον βιοῦντες ἔχειν δύνανται τίμιον γάμον καὶ κοίτην ἀμίαντον, ὡς γράφει Παῦλος τοῖς πιστοῖς· Τίμιος ὁ γάμος, καὶ ἡ κοίτη ἀμίαντος· πόρνους δὲ καὶ μοιχοὺς κρινεῖ ὁ Θεός. ∆ιαστέλλων γὰρ τὸν τίμιον γάμον, καὶ τοὺς χρωμένους αὐτῷ, ἀπὸ πόρνων καὶ μοιχῶν, οὐ πορνείαν, οὐδὲ μοιχείαν τοῦτον βούλεται εἶναι· ὅθεν οὐδὲ ἁμαρτία ὁ γάμος. Καὶ ἑτέρως δὲ φυσικώτερον λεχθήσεται· Ἡ παρθενία θεῖόν τι χρῆμα τυγχάνει, καὶ ὡς ἐν ἀρεταῖς ὑπάρχει. Εἴ τις οὖν συγκρίνων ταύτῃ τὸν γάμον, λέγοι αὐτὸν ἁμαρτίαν εἶναι, οὐκ ἀπολελυμένως ἁμαρτία ἐστίν. Τὸ γὰρ κακὸν οὐ συγκρίσει τοῦ ἀγαθοῦ κα 39.1097 κόν ἐστι, καθ' ἑαυτὸ ὂν τοιοῦτο. Εἴ ποτε γοῦν ὡς πρὸς ἀγαθὸν λέγοιτό τι κακὸν, καὶ αὐτὸ ἀγαθὸν εἴη, ὑποδεέστερον τοῦ προκρινομένου αὐτοῦ ἀγαθοῦ. Οἱ τοίνυν τῷ Εὐαγγελίῳ προσερχόμενοι, προηγουμένως προσέρχονται αὐτῷ ἐπὶ τῷ θεοσεβεῖν, καὶ κατὰ Θεὸν γενέσθαι σοφοί. Οὗτοι ἑπομένως ἔχουσι τὸ πολεμεῖσθαι ὑπό τινων· καὶ γὰρ δεῖ τούτους βεβαίως ἀναλαβεῖν τὸν Χριστιανισμόν. Προσγίνεται δὲ ἡ βεβαιότης ἐκ τῆς κατὰ τοὺς πειρασμοὺς γυμνασίας. Ὅθεν ἀνάγκη ἀγῶνας αὐτοὺς ὑπομένειν. Καὶ ὥσπερ οἱ ἀγωνοθετοῦντες, εἰ τοῦ εὐλόγου φροντίζοιεν, οὐχ ὡς ἔτυχεν τόνδε μετὰ τοῦδε συμβάλλουσιν· ἀθλητὴν, ἀλλὰ σὺν ἀκριβείᾳ πολλῇ, εἰς τὴν ἀναλογίαν τῆς ἑκάστου δυνάμεως σκοποῦντες· οὕτως καὶ ὁ ἡμέτερος ἀθλοθέτης Χριστὸς οὐ πάντας τοῖς αὐτοῖς ἀνταγωνισταῖς συζεύγνυσιν. ἀλλὰ κατὰ τὴν ἡλικίαν καὶ τὴν δύναμιν ἑκάστου τὸν ἀντίπαλον δίδωσιν. Κορινθίοις γοῦν, νηπίοις οὖσιν ἔτι, τῶν παθημάτων τῆς σαρκὸς περιέχεσθαι Παῦλος γράφει· Πειρασμὸς ὑμᾶς οὐκ εἴληφεν, εἰ μὴ ἀνθρώπινος.

Οἱ γὰρ πειρασμοὶ τούτων, καὶ οἱ ἀγῶνες, πρὸς τὰ ἀνθρώπινα πράγματα τὴν ἀναφορὰν ἔχουσι. Περὶ ἑαυτοῦ δὲ καὶ τῶν παραπλησίων, ἰσοῤῥόπων τε καὶ ἰσοσθενῶν, γράφων φησίν· Οὐκ ἔστιν ἡμῖν ἡ πάλη πρὸς αἷμα καὶ σάρκα, ἀλλὰ πρὸς τὰς ἀρχὰς, καὶ τὰς ἐξουσίας, καὶ τοὺς κοσμοκράτορας τοῦ σκότους τοῦ αἰῶνος τούτου· μονονουχὶ τοῦτο λέγων· Ἡμῖν τοῖς ὑπεραναβεβηκόσιν οὐκέτι πρὸς αἷμα καὶ σάρκα, τοῦτ' ἔστιν ἀνθρώπινα, ἡ πάλη, ἀλλὰ πρὸς τὰ ὑπεραναβεβηκότα τάγματα τῶν ἀντιπάλων· εἰσὶν δὲ ταῦτα εἴδη λογικῶν, πονηρῶν γενομένων προαιρετικῶς. Μηδεὶς δὲ ὑπολάβῃ, ὅτι εἴδη λογικῶν πονηρῶν εἰρηκότες, οὐσίαν πονηρὰν λέγομεν. Ἔστιν γὰρ εἴδη καὶ γένη καὶ τῶν προαιρετικῶν ὑπαρχόντων. Λέγομεν γοῦν εἴδη