3
18 Λόγον ζῶντα θεοῦ καὶ μένοντα εἰς τὸν αἰῶνα τὸν εὐαγγελικόν φησι λόγον. (Ma 197) Τοῦ εὐαγγελίου λέγοντος· "ὁ οὐρανὸς καὶ ἡ γῆ παρελεύσεται, οἱ δὲ λόγοι μου οὐ μὴ παρέλθωσι", φησὶν ὁ κύριος Ἰησοῦς Χριστός. (Cr 48, 23-25 Ma 197)
19 Ὥσπερ ὁ κύριος φῶς ὢν ἀληθινὸν εἰς κρίμα εἰς τὸν κόσμον ἐλήλυθεν, ἵνα ὀμματώσῃ τοὺς πρὸ τῆς παρουσίας αὐτοῦ τυφλούς, 20 τυφλώσῃ δὲ τοὺς κακῶς βλέποντας, οὕτω καὶ λίθος ἐκλεκτὸς ἔντιμος ὢν τιμὴν παρέχει τοῖς διὰ πίστεως οἰκοδομουμένοις αὐτῷ θεμέλιος αὐτῶν βέβαιος ἀποδειχθείς, τῶν ἀπειθούντων δὲ διὰ ἀπιστίας αὐτῷ οὐκ ἔντιμος, ἀλλὰ προσκόμματος λίθος καὶ σκανδάλου πέτρα νομιζόμενος προσχῶσι τοῖς ἐξουθενήσασιν αὐτὸν οἰκοδόμοις· οὗτοι δέ εἰσι γραμματεῖς καὶ Φαρισαῖοι. (Cr 52, 12-19) Τὸ δὲ "εἰς ὃ καὶ ἐτέθησάν" φησιν οὐχ ὡς εἰς αὐτὸ τοῦτο συνωθήσαντος αὐτοὺς τοῦ θεοῦ, ἀλλ' ἐκ τῆς μοχθηρᾶς ἑαυτῶν γνώμης καὶ τῆς φαύλης προαιρέσεως τοῦτο παθόντες. (Cr 53, 9 Ma 198)
21 Κατὰ τὴν παλαιὰν τοῦ νόμου διάταξιν ἄλλο ἦν τὸ βασιλικὸν καὶ ἄλλο ἦν τὸ ἱερατικὸν γένος· μετ' ἐκείνην τὴν διάταξιν διεδέξατο τὸ εὐαγγέλιον ἕνα καὶ τὸν αὐτὸν ἱερέα καὶ βασιλέα διδάσκον· Χριστὸς γὰρ ἀμφότερά ἐστι· τούτων οὕτως οἰκοδομηθέντων ἀναγκαῖον τοὺς σπαρέντας ὑπ' αὐτοῦ ἅμα βασιλέως καὶ ἱερέως ὑπάρχοντος ἐκλεκτὸν γένος εἶναι ἅμα βασίλειον καὶ ἱεράτευμα τυγχάνον· τοῦ γὰρ γεννήσαντος ἀμφοτέρας τὰς ἀρχὰς ἔχοντος ἀνάγκη καὶ αὐτοὺς ὡς ἐκ βασιλέως βασιλικὸν καὶ ὡς ἐξ ἱερέως ἱεράτευμα εἶναι· διὸ καὶ ἔθνος ἅγιον ὑπάρχουσι κληθέντες ἀπὸ τοῦ καλοῦντος ἁγίου ὄντος ἐπὶ τὸ "ἅγιοι ἔσεσθε". Οἱ αὐτοὶ πρὸς τὸ ἅγιον ἔθνος ὑπάρχειν καὶ λαός εἰσιν εἰς περιποίησιν ἔξω πάσης ἀπωλείας γεγενημένοι· περιποίησις γὰρ τῶν προσλαμβανομένων, ἀλλ' οὐ τῶν ἐξοστρακιζομένων. Ἐπεὶ γὰρ οἱ ἀπὸ διαφόρων ἐθνῶν καὶ νομίμων 22 κληθέντες ἀποβεβλήκασι πᾶσαν ποικιλίαν ἐν τῷ ἀναλαβεῖν μίαν γνώμην μιᾷ πίστει καὶ διδασκαλίᾳ προσέχοντες, δι' ἣν ψυχὴ καὶ καρδία γίνεται μία, ἓν ἅγιον ἔθνος εἰσίν. (Cr 53, 16-32 Ma 199)
23 Οἱ διὰ θεοσέβειαν ἄξιοι τοῦ πείθεσθαι τυγχάνοντες εἰκότως ἀγαπητοὶ προσαγορεύονται τῶν διά τι ἀνθρώπινον ποθουμένων ἀγαπωμένων, ἀλλ' οὐκ ἀγαπητῶν ὄντων. Ἐπεὶ τοίνυν οὕτω διάκειμαι πρὸς ὑμᾶς, οἷς γράφω τὴν ἐπιστολήν, παρακαλῶ καὶ προτρέπομαι ἀπέχεσθαι τῶν ἐκ σαρκὸς φυομένων ἡδονῶν· στρατεύονται δὲ αὗται κατὰ τῆς ψυχῆς ἔχθραν πολλὴν πρὸς αὐτὴν ἔχουσαι, ἐπείπερ ἄλλη ἡ ψυχῆς καὶ ἄλλη ἡ σαρκὸς οὐσία. (Cr 54, 20-26)
24 Ἀνθρωπίνην κτίσιν τὰς ἀρχὰς λέγει τὰς χειροτονουμένας ὑπὸ τῶν βασιλέων· ταύταις οὖν δεῖ ὑποτάσσεσθαι διὰ τὸν κύριον· εἰ δὲ διὰ τὸν κύριον ὑποταττόμεθα τὸν εἰπόντα· 25 "ἀπόδοτε τὰ τοῦ Καίσαρος Καίσαρι", ὅτε τι ἔξω τοῦ θελήματος τοῦ κυρίου προστάττουσιν, οὐχ ὑπακούσωμεν. (Cr 55, 1-5) 27 Οὐ τὸν παθητικὸν φόβον ἔχειν προστάττει πρὸς τοὺς δεσπότας τοῖς οἰκέταις-ἄλογος γὰρ οὗτος καὶ ἐν τοῖς ἀλόγοις ζώοις ὑφιστάμενος -, ἀλλὰ τὸν σὺν ἐπιστήμῃ καὶ ὀρθῷ λόγῳ γινόμενον· οὗ κύριον ὄνομα εὐλάβεια. Ὁ γὰρ διὰ Χριστὸν καὶ τὴν διδασκαλίαν αὐτοῦ φοβούμενος δεσπότην σὺν εὐλαβείᾳ αὐτῷ ὑποτάττεται τοῦ διὰ κακίαν καὶ ἄλλας βασάνους φοβουμένου δεσπότην τὸν παθητικὸν ἔχοντος φόβον· τούτῳ τῷ σημαινομένῳ κέχρηται καὶ μεθ' ἕτερα πρὸς τὰς γυναῖκας φήσας· "ἐποπτεύοντες", τουτέστιν οἱ ἄνδρες, "τὴν ἐν φόβῳ ἁγνὴν ἀναστροφὴν ὑμῶν"· σύνηθες γὰρ τοῦτο πολλαχοῦ τῆς θείας γραφῆς. (Cr 56, 27-57, 5)
28 Προτρέπεται τὰς γυναῖκας μιμεῖσθαι τὰς ἁγίας καὶ μάλιστα τὴν Σάρραν πείθων αὐτὰς οὕτω τοῖς ἀνδράσιν ὑποτάσσεσθαι ὡς ἐκείνη τῷ Ἀβραάμ, ἧς καὶ τέκνα αὐτὰς γεγονέναι φησὶ διὰ τὸ ἀγαθοεργεῖν· ὥσπερ γὰρ ποιῶν τις τὰ ἔργα τοῦ Ἀβραὰμ καὶ ἔχων αὐτοῦ τὴν πίστιν τέκνον αὐτοῦ γίνεται, οὕτως αἱ ἀγαθὰ πράττουσαι πισταὶ