1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

3

εἴκελον ὧδε- αὐσταλέης βιοτῆς καὶ ἀνικμοτάτοιο τραπέζης;» παρθένος αἰδοίη δ' ἀπαμείβετο· «οὐτιδανὸν μὲν ἀθλοθέτημα πέλει, μείζων δέ τε μισθὸς ὀπηδεῖ.» αὐτὸς δ' αἰσυλόμητις ἔφη· «οὐ παρθένος ἦεν ἐν παραδεισιάδος δαπέδῳ Εὔη σὺν Ἀδάμῳ; ἀλλ' ἐπεὶ ὑστατίοισι χρόνοις μίχθη λεχέεσσι πρωτογόνου Ἀδάμου, παίδων μήτηρ ἀνεδείχθη. ἔνθεν σπέρμηνεν γενεὴν πάντων μεροπήων, ἐσθλὰ δὲ πάντ' ἔμαθεν.» τότε δὴ τότ' ἔμελλεν Ἰούστα δαίμονι πειθομένη θυρέων ἔκτοσθε γενέσθαι· γηθήσας δ' ὁ ἄλαστος ἔβη παιδὸς πάρος ἔξω. ἡ δ' ὡς οὖν ἐνόησε δόλον ὀλοόφρονος ἐχθροῦ, ἂψ ἐπὶ εὐχωλὴν νόον ἔτραπεν, ὃν δέμας αἶψα σταυρῷ σημήνασα· ἀπὸ στομάτων δέ τ' ἀήτην πέμψασ', ἐλέγχιστον βαρυδαίμονα ὦσεν ἀπ' οἴκου. τυτθὸν δ' ἀμπνεύσασα ἀπὸ κλόνου, ὧδ' ἀγόρευεν· «ἀθανάτῳ χάριν οἶδα, πυρόεσσα δὲ νοῦσος ἀπέσβη.» εὐχομένη δ' ἔφατο· «Χριστέ, κρατέων γέρα σεῖο, σῶμ' ἐμὸν ἐκπερόνησον- ὑποτρόμεόν σε, φέριστε- καὶ πάλι σῇ μ' ἐλέαιρε θεμιστύϊ· δὸς δέ τε κῦδος οὔνομα σὸν φορέειν.» κατηφιόων δὲ μάλ' ἦλθεν ἀντίθεος κατ' ἐνῶπα μάγου, τετιημένος αἰνῶς. τὸν δέ τε Κυπριανὸς τότ' ὀνειδείοις βάλε μύθοις· «μὴ ἄρα καὶ σὺ νέης ἑλικώπιδος ἔτρεσας ὄμμα; ἀλλά γε λέξον ἰδὼν κούρης σθένος οἷον ἔνεστιν.» ἔννεπε δ' ἀντίβιος· «μή μ' εἴρεο μηδὲ μετάλλα· οὐ δύναμ' ἐξερέειν σημήιον οἷον ἐσεῖδον· δείλαιος τρομέων δ' ἀναχασσάμενος φύγον αἶψα. εἰ δὲ μαθεῖν ἐθέλεις, αὐτὸς μέγαν ὅρκον ὄμοσσον.» Κυπριανὸς δ' ἀπάμειπτο καὶ εἴρετο· «ποῖον ὀμόσσω ὅρκον;» ὁ δ' αὖτ' ἀπάμειπτο· «ἐμῶν μενέων κατὰ πάντων, ὧν περ ἔχω κρατέω τε.» ὁ δ' ὡς κλύεν, εὐθὺς ὄμοσσε, μή ποτε δὴ προλιπεῖν τὸν ἀγήνορα. καὶ τότ' ἔειπε θαρσήεις· «Χριστοῖο τανυσθέντος σκολοπῆι σφρηγῖδα παπτήνας τρομέων φύγον.» ὃς δὲ προσηύδα· «εἴπ' ἄγε μοι· κρείσσων γὰρ ὑπάρχει σεῖο μάλ' αὐτός;» ἔννεπε δ' ἀντίπαλος· «κλῦέ μευ, καὶ ἀληθέα λέξω· ὅσσα γὰρ ἐνθάδε ἄμμες ἀλιτροσύνης ὑπὸ λυγρῆς ῥέξωμεν, μέροπάς τε βροτοὺς ἀπάτῃσι διδόντες, ἔστ' ἐπιεικτὸν ἅπασιν. ἀτὰρ βιοτὴν ἐς ἐκείνην γναμπτὸν χαλκοτυπὲς πέλει ὄργανον, αὐτὸ πυρωθὲν κεῖται ἐνὶ μέσσοισιν· ἀτὰρ σχεδὸν ἤν τις ἁμάρτοι ἄγγελος ἠὲ βροτός, σὺν ταὐτῷ ἀγγελιῶται Χριστοῦ σταυροπαγοῦς ἐπὶ βήματος ὦκα φέρουσι ...»

Κυπριανὸς δ' ἀγόρευσεν· «ἄγ', ἔκθορε· ἐς φιλίην γὰρ ἔρχομαι ἀπτερέως, καί μοι τάχος ἅνδαν'. ἐγὼ δὲ σταυροχαρῆ πόθεον, μή πως τλαίην τὰ ὁμοῖα.» εἰδεχθὴς δ' ἀπάμειπτο· «ὀμοσσάμενος μέγαν ὅρκον παρβασίης ἀλέγεις;» ὁ δ' ἀνείρετο· «ἔννεπ', ἀλάστορ, ὅρκια ποῖά σοι ὠμοσάμην νῦν αὐτός.» ὁ δ' εἶπεν· «ἐς κρατερὰς τὰς ἐμὰς δυνάμεις.» ἀπάμειπτο μάγος δέ· «οὔτε σὲ οὔτε τεὰ περιδείδια, ἔχθιτε, ἔργα· νυκτὶ γὰρ ἀτρεκίην τῇδ' ἔμμαθον ἐκ σέο πᾶσαν εἵνεκα παρθενικῆς ἀράων ἁγνῶν τε λιτάων καὶ σταυροῦ σφεδανοῖο· σὺ γὰρ μάλα ἐσσὶ ἄναλκις. τὼ νῦν ἐν ῥεθέεσσιν ἐμοῖς σφρηγῖδα κραταιὴν θήσω ἐγώ, τήν πέρ τε μέγα κρείουσαν ἔειπες· σὴν φιλίην δ' ἀθερίζω, ἀπειπάμενος σέο βουλάς.» ὃς δ' ὡς οὖν τάδ' ἔειπε, γέρας Χριστῷ πόρεν εὐθύ, δαίμονα δ' αἰνὸν ἔλασεν, «ἀπέρχεο τηλόθι», λέξας· «δίζημαι γὰρ Χριστόν.» ὁ δ' αἴσχιστος κίεν αἶψα. Κυπριανὸς δὲ λαβὼν βίβλους μαγικὰς κατέθηκεν ὤμοισι στιβαροῖσι νέων ἀγέμεν ποτὶ οἶκον ἀχράντοιο θεοῦ, καὶ δ' αὐτὸς ἐφέσπετο ταῖσδε. πὰρ ποσὶ δὲ προπάροιθε πεσὼν θείου ἱερῆος, Ἀνθίμου, ἀντιόων τάδε οἱ φάτο· «ἀθανάτοιο οὐρανίου θεράπων στρατιῇ Χριστοῦ προβέβουλα βύβλῳ τ' ἐγκαταλέξαι ἐμὸν κέαρ.» ὃς δὲ χολωθεὶς ἔννεπέν οἱ· «κακότητα τεὴν ἀπέρυξον ὀπίσσω· οὐ σοίγ' ἄρκιόν ἐστιν, ἀφ' ἡμέων ἔκτοθ' ἐόντα ἕρδειν, οἷα βέβουλας; ἀνακτορίων δέ τ' ἀλεύου· καὶ γὰρ παντομέδοντος ἀήττητος πέλει ἰσχύς.» Κυπριανὸς δ' ἀπάμειπτο· «κἀγὼ φρεσὶν ᾗσιν ἀνέγνων, ὡς Χριστοῦ δύναμις κρατερὴ πέλει ἠδὲ μεγίστη· τῇδε γὰρ ἐν νυκτὶ κούρῃ σεπτῇ κατέπεμψα δαίμονας ἀντιθέους, ὅππως ἀπάτης ἐνὶ δεσμοῖς θηρήσωσι νόον κρατερόφρονος ἠιθέοιο. ἡ δέ, μαθοῦσα νόῳ, εὐχῇ σφρηγῖδί τε Χριστοῦ νίκησε κρατερῶς. νῦν δ' ἄνσχεο καί μ' ἐλέησον· αἰδόμενος δ' ἱκέτην σέο,