1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

3

4 Ταύτης πολλοὶ τῆς πατρίδος μετεποιήθησαν καὶ πρὸ τῆς προθεσμίας ἐπανελθεῖν ἐς ταύτην ἐφιλονείκησαν, προ φῆται, δημαγωγοί, κριταί, βασιλεῖς, ἱερεῖς, ἄνδρες δίκαιοι, ἀλλ' οὔπω τοῦ καλοῦ τετυχήκασιν· ὁ γὰρ ἰὸς τοῦ δράκοντος ἐς τὸ γένος ἅπαν ἐφιλοχώρησε. καὶ ἐξὸν μὲν ἦν τὸ πολὺ ἀποβαλεῖν τοῦ ἰοῦ, οὔπω δὲ ἅπαν ἐξέμεσε τὸ δηλητήριον. διὰ ταῦτα εἰσῆκται νόμος καὶ προφητεία καὶ ὅσα τῆς πα λαιᾶς διαθήκης καὶ τῶν παραπετασμάτων καὶ τῆς σκιᾶς, προκαθαίροντα καὶ προευτρεπίζοντα πρὸς ὑποδοχὴν τοῦ Χριστοῦ. διὰ ταῦτα βαπτίζεται νεφέλῃ ὁ Ἰσραὴλ καὶ πυρὸς ὁδηγεῖται στύλῳ, ἵνα προτυπωθῇ τὸ κατὰ Χριστὸν βάπ τισμα, ὃ καθαίρει μὲν καὶ τῷ ὕδατι, ἀφανίζει δὲ καὶ τοῦ πνεύματος τῷ πυρὶ τοὺς εἰς βάθος ῥύπους ψυχῆς. ἐντεῦθεν ἡ καινὴ διαθήκη, καὶ θεὸς ἄνθρωπος γίνεται ἐκ παρθένου τὸ ἡμέτερον ἀναλαβόμενος φύραμα, καὶ ὁ ἀσώματος σωμα τοῦται καὶ ὑλοῦται ὁ ἄυλος· καὶ τέλος τοῦ μυστηρίου οὐ μόνον τὸ ἐκλυτρῶσαι τῆς καταδίκης τὸν ἄνθρωπον τοῖς ὁ μοίοις ἀνακαθαῖρον τὰ ὅμοια, οὐδὲ πρὸς μόνον ἐπαναγα γεῖν τὸν παράδεισον ὅθεν τὸ πρῶτον ἐξώλισθεν, ἀλλὰ καὶ μεταδοῦναι θεώσεως, οὗ τῇ ἐφέσει παρὰ τοῦ ἀπατήσαντος πάλαι τῆς τρυφῆς ἐξωστράκισται. ἐντεῦθεν ἡ διδασκαλία Χριστοῦ καὶ ἡ τῶν παραπετασμάτων ἀνάπτυξις καὶ ἡ τοῦ ὀστρέου διάρρηξις καὶ τοῦ μαργαρίτου περίλαμψις καὶ τῶν κεκρυμμένων ἀπ' αἰῶνος μυστηρίων θεωρία τε καὶ φανέρω σις. ἐντεῦθεν ἀκολούθησις μαθητῶν, καὶ οἱ μὲν προλαμ βάνουσιν οἱ δ' ἕπονται, καὶ οὐ τῇ προλήψει τὸ μεγαλεῖον αὐχοῦσιν ἀλλὰ τῷ μέτρῳ τῆς ἀγαπήσεως ἢ τῷ κανόνι τῆς διδασκαλικῆς δυνάμεώς τε καὶ ἕξεως τῶν ἄλλων προτιμῶνται τε καὶ προκρίνονται· καὶ οἱ μὲν αὐτοψίαν αὐχοῦσι καὶ ἐξιστοροῦσι τὰ τοῦ Χριστοῦ, οἱ δὲ καὶ μὴ ἰδόντες τεθέανται καὶ τὸ μέγα μυστήριον κρειττόνως ἢ κατ' αἴσθησιν ἐκ διδάσκονται.

5 Οὔτε γοῦν προϋπάντησις εἰς Χριστὸν οὔτε δὲ ὄψις ἔχουσί τι πλέον λαβεῖν, πίστις δὲ ἀκραιφνὴς καὶ ζῆλος ἄγαν ἀνόθευτος, ὧν οἱ εὐφημούμενοι μετεσχήκασι, ἐπεὶ πρὸ Πέτρου μὲν προσῆλθον ἄλλοι Χριστῷ, Παῦλος δὲ οὐδὲ ὅλως τοῦτον τεθέαται. ἀλλ' οὐ κεκώλυνται διὰ ταῦτα τοῦ πρώτοι καὶ κρείττους τῶν προϋπαντησάντων καὶ τεθεαμένων Χριστὸν καὶ εἶναι παρὰ πᾶσι καὶ ὀνομάζεσθαι. τίς γὰρ εἰς πίστιν Πέτρου θερμότερος; τίς δὲ Παύλου πρὸς τὸ εὐαγγέλιον σπουδαιότερος; ὁ μὲν τῷ ζήλῳ τῆς εἰς Χριστὸν ἀγάπης νικᾷ, ὁ δὲ πάντας ὑπερβάλλει τοῖς λόγοις καὶ τοῖς διδάγμασι. τί μὲν Πέτρου καθαρώτερον γνώρισμα ἢ φιλία πρὸς τὸν υἱὸν τοῦ θεοῦ διακαὴς καὶ ὑπέρθερμος, δι' ἣν καὶ φιλεῖται μόνον ἁπλῶς, νομοθετεῖται δὲ καὶ τὰ εἰς διδα καλίαν παντὸς τοῦ κόσμου πιστεύεται; τί δὲ Παύλου σύμ βολον ἐναργέστερον ἢ κίνησις ἀκάθεκτος πρὸς τὸ κήρυγμα καὶ τὸ πάντα γίνεσθαι πᾶσιν, ἵνα κερδήσῃ πάντας ἢ πλείονας, δι' ἣν καὶ τῶν ἀρρητοτέρων μετέσχηκεν, ὡς μὴ μόνον ἔχοι τοῖς γνωρίμοις τοὺς διδασκομένους μεταποιεῖν, ἀλλὰ καὶ τοῖς θειοτέροις καὶ ξένοις μετατιθέναι πρὸς τὰ βελτίονα.

6 Τούτους ἀρτίως ἡμεῖς εἰς εὐφημίαν προθέμενοι βουλό μεθα μὲν ἐπαινέσαι τοῖς λόγοις-οὐ δυνάμεθα δέ- οὐχ' ἵνα τι καὶ προσθῶμεν τούτοις εἰς ἔπαινον-ἀγαπη τὸν γὰρ εἰ μὴ καὶ καταβάλλωμεν τῇ ἀδυναμίᾳ τῶν λόγων τοὺς κορυφαίους τῶν μαθητῶν-ἀλλ' ἵνα ἡμεῖς τῇ μνήμῃ τούτων σωτηρίας λόγους τοῖς ἐγκωμίοις ἐγκαταμίξαιμεν. ὁρῶμεν οὖν ἤδη ἄλλα ἐπ' ἄλλοις ἐπιφερόμενα κύματα ὡς ἐπὶ θαλάσσης ἀνέμῳ ῥιπιζομένης σφοδρῷ. καὶ ἐφ' ἑνὶ ταῦτα καὶ ἐργῶδες μέτρῳ περιλαβεῖν· πῶς δὲ καὶ τοῖν δυεῖν ἐφικοίμην; πῶς δὲ διακρῖναι δυνηθείην ἑκατέρου τὰ ἴδια, ὃ μόνον μέγιστον ἔργον καὶ τέχνης λογικῆς ὑπερκείμενον, ἐπεὶ μηδὲ κατὰ φύσιν αὐτοῖς τὸ πολίτευμα οὐδ' ἐν τῇ γῇ καὶ τοῖς περὶ γῆν, ἀλλ' ἐν τοῖς οὐρανοῖς καὶ τοῖς περὶ τὰ οὐράνια. Παῦλος ταῦτα φάσκει ὁ εὐφημούμενος, Πέτρος δὲ καὶ κατὰ κυμάτων πεζεύει, καὶ ἡ τούτου σκιὰ τοὺς νοσοῦντας ἀνίστησι. καὶ τίς λόγον ἐκείνῳ