3
ἐπὶ πάντων τὴν ἀπόλαυσιν συνεχώρησε. Ταῦτα πάντα φάγεσθε ὡς λάχανα χόρτου. ταύτῃ τῇ συγχωρήσει καὶ τὰ λοιπὰ ζῷα ἔλαβε τὴν τοῦ ἐσθίειν ἄδειαν. ἐξ ἐκείνου λοιπὸν ὠμοβόρος ὁ λέων, ἐξ ἐκείνου καὶ γῦπες ἀναμένουσι θνησιμαῖα. οὐ δήπου γὰρ καὶ γῦπες ὁμοῦ τῷ γεννηθῆναι ζῷα περιεσκόπουν τὴν γῆν· οὔπω γάρ τι ἀπέθανε τῶν παρὰ θεοῦ σημαινομένων ἢ γενομένων, ἵνα γῦπες τραφῶσιν. οὔτε φύσις διεχώριζεν, ἀκμαία γάρ· οὔτε θηραταὶ ἀνάλωσαν, οὔπω γὰρ ἐπιτήδευσις ἀνθρώπων· οὔτε θηρία διέσπα, οὔπω γὰρ ἦν ὠμοβόρα γυψὶ δὲ σύνηθες ἀπὸ νεκρῶν διαιτᾶσθαι. ὥστε οὔπω ἦν 51 νεκρά, οὔπω δυσωδία, οὔπω τοιαύτη τροφὴ γυπῶν, ἀλλὰ πάντες τὰ κύκνων διῃτῶντο καὶ πάντα τοὺς λειμῶνας ἐπενέμετο. καὶ οἷα ὁρῶμεν κύνας θεραπείας ἕνεκεν πολλάκις ἄγρωστιν ἐπινεμομένους (οὐκ ἐπειδὴ συμφυὴς αὐτοῖς ἐστιν ἡ τροφή, ἀλλ' ἐπειδὴ ἀδιδάκτῳ τινὶ φύσεως διδασκαλίᾳ ἐπὶ τὸ συμφέρον ἔρχεται τὰ ἄλογα), τοιαῦτα λόγισαι εἶναι καὶ τότε τὰ ὠμοβόρα τῶν ζῴων, χόρτον ἑαυτοῖς τροφὴν ἐπινοεῖν οὐκ ἀλλήλοις ἐπιβουλεύοντα. ἀλλ' οἵα μέλλει εἶναι μετὰ ταῦτα ἡ ἀποκατάστασις, τοιαύτη ἦν ἡ πρώτη γένεσις. ἐπανέρχεται δὲ ὁ ἄνθρωπος ἐπὶ τὴν πάλαι αὐτοῦ κατάστασιν τὴν πονηρίαν ἀφέμενος, τὴν πολυμέριμνον ταύτην ζωήν, τὴν περὶ τὰ βιωτικὰ τῆς ψυχῆς δουλείαν, ταῦτα πάντα ἀποθέμενος ἐπὶ τὸν ἐν τῷ παραδείσῳ ὑποστρέφει βίον ἐκεῖνον τὸν ἀδούλωτον τοῖς πάθεσι τῆς σαρκός, τὸν ἐλεύθερον, τὸν θεῷ συνόμιλον, τὸν ἀγγέλοις ὁμοδίαιτον.
Ταῦτα τοίνυν εἴρηται ἡμῖν, οὐκ ἐπειδὴ ἀποκλείειν θέλομεν τῆς δεδομένης ἡμῖν παρὰ θεοῦ χρήσεως τῶν βρωμάτων, ἀλλ' ἵνα τὸν παρελθόντα μακαρίσωμεν χρόνον. οἵα ἦν ἡ ζωή. ὅπως ἀπροσδεής. πῶς ὀλίγων ἐδέοντο πρὸς τὴν τοῦ βίου διαγωγὴν οἱ ἄνθρωποι. πῶς τὸ ποικίλον τῆς διαίτης ἡμῖν ἡ τῆς 52 ἁμαρτίας συνεισήνεγκεν αἰτία. ἐπειδὴ γὰρ τῆς ἀληθινῆς τρυφῆς τῆς ἐν τῷ παραδείσῳ ἐξεπέσαμεν, νενοθευμένας τρυφὰς ἑαυτοῖς ἐπενοήσαμεν· καὶ ἐπειδὴ οὐκέτι βλέπομεν τὸ ξύλον τῆς ζωῆς οὐδὲ τῷ κάλλει ἐκείνου ἐναβρυνόμεθα, ἐδόθησαν ἡμῖν εἰς ἀπόλαυσιν μάγειροι λοιπὸν καὶ ἀρτοποιοὶ καὶ πεμμάτων ποικιλίαι καὶ θυμιαμάτων καὶ τοιαῦτά τινα παραμυθούμενα ἡμῶν τὴν ἐκεῖθεν ἔκπτωσιν. ὥσπερ οἱ ἄρρωστοι, ὅταν καταβληθῶσιν ὑπὸ σφοδρᾶς ἀρρωστίας, οὐ δυνάμενοι μετέχειν τῆς συνήθους ἀπολαύσεως ὀσφραντοῖς καὶ τοιούτοις τισὶ παρὰ τῶν ἰατρῶν λαμβάνουσι δεξιώσεις· ἐπειδὴ γὰρ τῶν ἰσχυροτέρων εἰς ἀπόλαυσιν ἐκπεπτώκασι, τοῖς ἀσθενέσι σύμμετρα οἱ κολακεύοντες αὐτῶν τὰς αἰσθήσεις περινοοῦσιν. πλὴν ἀλλὰ καὶ νῦν κατὰ μίμησιν τῆς ἐν τῷ παραδείσῳ ζωῆς ἑαυτοὺς ἄγειν βουλόμενοι φεύγοντες ταύτην τὴν πολύυλον τῶν βρωμάτων ἀπόλαυσιν ἐπ' ἐκεῖνον τὸν βίον καθώς ἐστι δυνατὸν ἑαυτοὺς ἄγωμεν καρποῖς καὶ σπέρμασι καὶ τοῖς ἐκ τῶν ἀκροδρύων εἰς διαγωγὴν χρώμενοι, τὸ δὲ περισσὸν τούτων ὡς οὐκ ἀναγκαῖον ἀποπεμπώμεθα. οὐ γὰρ 53 βδελυκτὰ διὰ τὸν κτίσαντα, οὐ μὴν οὐδὲ αἱρετὰ διὰ τὴν τῆς σαρκὸς εὐπάθειαν. Καὶ κατέπαυσεν ὁ θεὸς ἀπὸ πάντων τῶν ἔργων αὐτοῦ τῇ ἡμέρᾳ τῇ ἑβδόμῃ. λεγέτωσαν οὖν ἀριθμητικοὶ καὶ οἱ περὶ τὰ τοιαῦτα ἐσχολακότες καὶ τὴν περὶ τούτων σοφίαν ἀντὶ μεγάλου προβεβλημένοι ὡς μὲν συγγενὴς τῇ τοῦ κόσμου κτίσει ὁ τῶν ἓξ ἀριθμός, ὅτι πολύγονός ἐστι πολλὰ σχήματα ἀριθμῶν ἀφ' ἑαυτοῦ γεννῶν καὶ τέλειος τοῖς ἑαυτοῦ μέρεσι, καὶ ὅσα περὶ τῆς ἑξάδος ἐν ταῖς σχολικαῖς διαλέξεσιν ἀριθμητικοὶ διηγοῦνται, εἴ τῳ σχολή, καθ' ἑαυτὸν ἐκλεγέσθω. λεγέτωσαν καὶ περὶ τῆς ἑβδομάδος, ὅτι στείρωσίς τίς ἐστιν ἐν τῷ ἑβδόμῳ· οὔτε γὰρ γεννᾷ ἀφ' ἑαυτοῦ οὔτε παρ' ἑτέρου τίκτεται ὁ τῶν ἑπτὰ ἀριθμός. καὶ ἵνα μὴ εἰς πολύυλον καταγάγω τὸν λόγον τὴν διάλεξιν τὴν πρὸς ὑμᾶς παραδραμών, ἐπὶ τὰ εὐγνωμονέστερα χωρήσω. εἰ δέ τις καὶ περὶ ταῦτα ἔχει ἐμπειρίαν τινά, γινωσκέτω ὅτι καὶ τούτων ὁ θησαυρὸς 54 ἀπόκειται παρ' ἡμῖν· ὥστε εἰ μέγα ἀριθμητική, ἐνταῦθά ἐστι τῆς ἀριθμητικῆς τὰ σπέρματα. ἡμεῖς δὲ οὐ † φρονοῦμεν τούτοις τῷ ἐκ τῆς τοῦ κόσμου εἶναι σοφίας μικρὰ ἐνταῦθα κλέψαντες ταῖς πραγματείαις αὐτοὶ ὡς μεγάλαις