1

 2

 3

 4

 5

3

κάλλος, ᾧ νῦν ἐν τῇ πανηγύρει τῶν οὐρανίων ἀγάλλεται. ὡς καλὸς ἐκεῖνος ὁ ὀφθαλμὸς ὁ τὸν θεὸν βλέπων. ὡς ἡδὺ τὸ στόμα τὸ ταῖς θείαις ὑμνῳδίαις καλλωπιζόμενον.

Ἐκ στόματος γάρ, φησίν, νηπίων καὶ θηλαζόντων κατηρτίσω αἶνον. ὡς καλαὶ αἱ χεῖρες αἱ μηδέποτε τὸ κακὸν ἐνεργήσασαι. ὡς ὡραῖοι οἱ πόδες οἱ μὴ ἐπιβάντες κακίας, μηδὲ τῇ ὁδῷ τῶν ἁμαρτωλῶν τὸ ἴχνος ἑαυτῶν ἐπιστήσαντες. ὡς καλὴ πᾶσα τῆς ψυχῆς ἐκείνης ἡ ὄψις, οὐ λίθων αὐγαῖς κεκοσμημένη, ἀλλ' ἁπλότητι καὶ ἀκακίᾳ ἐκλάμπουσα. ἀλλὰ λυπεῖ σε τυχὸν 9.466 τὸ μὴ εἰς γῆρας ἐλθεῖν.

Τί γάρ, εἰπέ μοι, καλὸν ἐνορᾷς τῷ γήρᾳ; ἆρα καλὸν τὸ κνυζοῦσθαι τὰ ὄμματα, τὸ ῥυσοῦσθαι τὴν παρειάν, τὸ ἀπορρεῖν τοὺς ὀδόντας τοῦ στόματος καὶ ψελλισμὸν ἐμποιεῖν τῇ γλώσσῃ, τὸ ὑποτρέμειν τῇ χειρὶ καὶ εἰς γῆν κύπτειν, καὶ ὑποσκάζειν τῷ ποδὶ καὶ χειραγωγοῖς ἐπερείδεσθαι καὶ παρανοεῖν τῇ καρδίᾳ καὶ παραφθέγγεσθαι τῇ φωνῇ, οἷα τῇ ἡλικίᾳ ταύτῃ κατ' ἀνάγκην συμβαίνει πάθη; καὶ ὑπὲρ τούτου ἀγανακτοῦμεν, ὅτι μὴ ἀφίκετο εἰς τὴν τῶν τοιούτων πεῖραν; καὶ μὴν συγχαίρειν προσήκει ἐκείνοις, ὧν ἡ ζωὴ τὴν τῶν σκυθρωπῶν πεῖραν οὐ παρεδέξατο καὶ οὔτε ἐνταῦθα τῶν λυπηρῶν ᾔσθετο οὔτε τι τῶν ἐκεῖ σκυθρωπῶν ἐπιγνώσεται. ἡ γὰρ τοιαύτη ψυχὴ ἡ οὐκ ἔχουσα ἐφ' ὅτῳ εἰς κρίσιν ἔλθῃ, γέενναν οὐ φοβεῖται, κρίσιν οὐ δέδοικεν, ἄφοβος διαμένει καὶ ἀκατάπληκτος, οὐδενὸς πονηροῦ συνειδότος τὸν τῆς κρίσεως φόβον ἐπάγοντος. ἀλλ' ἔδει, φησίν, αὐτὴν εἰς μέτρον ἡλικίας ἐλθεῖν καὶ νυμφικῷ θαλάμῳ ἐμφαιδρυνθῆναι. ἀλλ' ἐρεῖ σοι πρὸς τοῦτο ὁ ἀληθινὸς νυμφίος, ὅτι κρείττων ἡ οὐρανία παστάς, προτιμότερος ἐκεῖνος ὁ θάλαμος, ἐν ᾧ χηρείας φόβος οὐκ ἔστιν. τίνος οὖν, εἰπέ μοι, τῶν καλῶν ἀπεστέρηται τὸν σάρκινον τοῦτον ἐκδυσαμένη βίον; εἴπω σοι τὰ τοῦ βίου καλά; λῦπαι καὶ ἡδοναί, θυμοὶ καὶ φόβοι, ἐλπίδες καὶ ἐπιθυμίαι. ταῦτά ἐστι καὶ τὰ τοιαῦτα, οἷς κατὰ τὴν παροῦσαν ζωὴν συμπεπλέγμεθα. τί οὖν κακὸν πέπονθεν ἡ τοσούτων ἀπαλλαγεῖσα τυράννων; ἕκαστον γὰρ πάθος, ὅταν ἐπικρατῇ τῆς ψυχῆς, τύραννος ἡμῶν γίνεται τοὺς λογισμοὺς δουλωσάμενος. ἢ λυπεῖ ἡμᾶς, ὅτι μὴ κατεπονήθη διὰ ὠδίνων, ὅτι μὴ συνετρίβη διὰ φροντίδων 9.467 παιδοτροφίας, ὅτι μὴ τὰς ὁμοίας ἀλγηδόνας ἐδέξατο, ἃς ἐπ' αὐτῆς οἱ γεγεννηκότες ὑπέμειναν; ἀλλὰ τὰ τοιαῦτα μακαρισμῶν οὐκ ὀδυρμῶν ἐστιν ἄξια. τὸ γὰρ ἐν μηδενὶ γενέσθαι κακῷ κρεῖττον ἢ κατὰ τὴν ἀνθρωπίνην φύσιν ἐστίν. οὕτως καὶ ὁ σοφὸς Σολομὼν ἐν τῇ ἰδίᾳ γραφῇ μακαρίζει πρὸ τοῦ περιόντος τὸν κατοιχόμενον καὶ ὁ μέγας ∆αβὶδ θρήνου καὶ οἰμωγῆς ἀξίαν τὴν ἐν σαρκὶ διαγωγὴν εἶναί φησιν. καίτοι γε ἀμφότεροι λαμπροὶ κατὰ τὴν βασιλείαν ὑπάρχοντες, πάντων κατ' ἐξουσίαν τῶν κατὰ τὸν βίον ἡδέων μετέχοντες, οὐδὲν πρὸς τὴν παροῦσαν ἀπόλαυσιν ἐπεκλίθησαν, ἀλλὰ τῶν ἀπορρήτων ἀγαθῶν τῶν ἐν τῇ ἀσωμάτῳ ζωῇ προκειμένων τὴν ἐπιθυμίαν ἔχοντες συμφορὰν ἐποιοῦντο τὴν ἐν σαρκὶ ζωήν. ἤκουσα πολλαχῇ τοῦ ∆αβὶδ ἐν ταῖς ἱεραῖς ψαλμῳδίαις ἔξω γενέσθαι τῆς τοιαύτης ἀνάγκης ἐπιθυμοῦντος, ἐν οἷς φησι νῦν μέν, ὅτι Ἐπιποθεῖ καὶ ἐκλείπει ἡ ψυχή μου εἰς τὰς αὐλὰς τοῦ κυρίου, νῦν δέ, ὅτι Ἐξάγαγε ἐκ φυλακῆς τὴν ψυχήν μου. ὡσαύτως δὲ καὶ ὁ Ἰερεμίας κατάρας ἀξίαν κρίνει τὴν ἡμέραν ἐκείνην τὴν ἄρξασαν αὐτῷ τῆς τοιαύτης ζωῆς. καὶ πολλάς ἐστι τοιαύτας τῶν παλαιῶν ἁγίων φωνὰς ἐν τῇ θείᾳ γραφῇ φερομένας εὑρεῖν, οἳ δι' ἐπιθυμίαν τῆς ὄντως ζωῆς τὴν ἐν σαρκὶ διαγωγὴν ἐβαρύνοντο. Οὕτως καὶ ὁ μέγας ποτὲ Ἀβραὰμ προθύμως τῷ θεῷ διὰ θυσίας προσῆγε τὸν ἠγαπημένον υἱόν, εἰδὼς ὅτι πρὸς τὸ κρεῖττόν τε καὶ θειότερον γενήσεται τῷ παιδὶ ἡ μετάστασις. ὅσοι δὲ τῆς ἱστορίας ἐμπείρως ἔχετε, πάντως οὐκ ἀγνοεῖτε 9.468 τὰ περὶ αὐτοῦ διηγήματα. τί γάρ φησιν ἡ γραφή; ὅτι νέῳ μὲν ὄντι τῷ Ἀβραὰμ θεόθεν περὶ τοῦ παιδὸς ἐπαγγελία γίνεται, παρεληλυθότι δὲ τὴν ἀκμὴν καὶ ἤδη καταμαρανθέντι ὑπὸ τοῦ χρόνου, ὅτε παύεται ἡ φύσις ἑαυτὴν αὔξουσα οὐκέτι τοῦ γήρως ταῖς ὁρμαῖς ὑπακούοντος, τότε παρὰ τὰς ἀνθρωπίνας ἐλπίδας εἰς πέρας ἡ