1

 2

 3

 4

 5

5

συμπλοκῆς), τί οὖν ἐποίησεν ὁ ἀνήρ; ἆρά τι δυσγενὲς καὶ μικρόψυχον ἢ εἶπε τῷ ῥήματι ἢ διὰ σχήματος ἐνεδείξατο ἢ παρειὰν ἀμύξας τοῖς ὄνυξιν ἢ τρίχας τῆς κεφαλῆς ἀποτίλας ἢ κόνιν καταπασάμενος ἢ τὰ στήθη ταῖς χερσὶ μαστιγώσας ἢ ἐπὶ γῆν ἑαυτὸν ῥίψας ἢ θρηνῳδοὺς ἑαυτῷ περιστήσας ἢ ἀνακαλῶν τὰ τῶν κατοιχομένων ὀνόματα καὶ ἐποιμώζων τῇ μνήμῃ; οὐκ ἔστι τούτων οὐδέν. ἀλλ' ὁ μὲν τῶν κακῶν μηνυτὴς τὴν κατὰ τοὺς παῖδας συμφορὰν διηγήσατο, ὁ δὲ ὁμοῦ τε ἤκουσε καὶ εὐθὺς περὶ τῆς τῶν ὄντων ἐφιλοσόφει φύσεως, πόθεν τὰ ὄντα λέγων καὶ παρὰ τίνος εἰς γένεσιν ἄγεται καὶ τίνα εἰκὸς τῶν ὄντων ἐπιστατεῖν· Ὁ κύριος ἔδωκεν, ὁ κύριος ἀφείλετο. ἐκ θεοῦ, φησί, τοῖς ἀνθρώποις 9.471 ἡ γένεσις, καὶ πρὸς αὐτὸν ἡ ἀνάλυσις· ὅθεν παρῆκται, πρὸς ἐκεῖνο καὶ ἀναλύεται. θεὸς οὖν ὁ τοῦ διδόναι τὴν ἐξουσίαν ἔχων, ὁ αὐτὸς ἔχει καὶ τοῦ ἀφαιρεῖσθαι τὴν ἐξουσίαν· ἀγαθὸς ὢν ἀγαθὰ βουλεύεται, σοφὸς ὢν τὸ συμφέρον ἐπίσταται. Ὡς τῷ κυρίῳ ἔδοξεν (ἔδοξε δὲ πάντως καλῶς), οὕτως καὶ ἐποίησεν· Εἴη τὸ ὄνομα κυρίου εὐλογημένον. Ὁρᾷς πόσον τὸ ὕψος τῆς τοῦ ἀθλητοῦ μεγαλοφυΐας· τὸν τῆς θλίψεως καιρὸν εἰς ἐπίσκεψιν τῆς περὶ τῶν ὄντων φιλοσοφίας μετέστησεν. ᾔδει γὰρ ἀκριβῶς, ὅτι ἡ ὄντως ζωὴ δι' ἐλπίδος ἀπόκειται, ἡ δὲ παροῦσα ζωὴ οἱονεὶ σπέρμα τῆς μελλούσης ἐστίν. πολὺ δὲ διενήνοχε τῶν παρόντων τὰ προσδοκώμενα, ὅσον διαφέρει ὁ στάχυς τοῦ κόκκου ὅθεν ἐκφύεται. ὁ νῦν βίος ἀναλογεῖ πρὸς τὸν κόκκον, ὁ δὲ προσδοκώμενος βίος ἐν τῷ κάλλει τοῦ στάχυος δείκνυται· ∆εῖ γὰρ τὸ φθαρτὸν τοῦτο ἐνδύσασθαι ἀφθαρσίαν, καὶ τὸ θνητὸν τοῦτο ἐνδύσασθαι ἀθανασίαν. πρὸς ταῦτα βλέπων ὁ Ἰὼβ συγχαίρει τοῖς τέκνοις τῆς εὐκληρίας, ὡς θᾶττον ἐκλυθεῖσι τῶν τοῦ βίου δεσμῶν.

Τεκμήριον δὲ ὅτι τῆς ἐπαγγελίας τοῦ θεοῦ τὸ διπλάσιον ἀντὶ τῶν ἀφαιρεθέντων πάντων ὑποσχομένης, ἐν τοῖς ἄλλοις ἅπασι διπλασιασθείσης τῆς ἀντιδόσεως, μόνων τῶν τέκνων τὸν διπλασιασμὸν οὐκ ἐζήτησεν, ἀλλὰ δέκα μόνα ἀντὶ τῶν ἀφαιρεθέντων δέδοται. ἐπειδὴ δὲ αἱ τῶν ἀνθρώπων ψυχαὶ εἰς ἀεὶ διαμένουσιν, τούτου χάριν τῶν ἀπολλυμένων διπλασίαν δέχεται τὴν ἀντίδοσιν, ἐπὶ δὲ τῶν τέκνων τὰ ἐπιγενόμενα τοῖς προγεννηθεῖσι συναριθμεῖται ὡς πάντων τῷ θεῷ ζώντων, καὶ οὐδὲν τοῦ προσκαίρου θανάτου τοὺς κατοιχομένους πρὸς 9.472 τὸ εἶναι κωλύοντος. οὐδὲ γὰρ ἄλλο τί ἐστιν ἐπ' ἀνθρώπων ὁ θάνατος, εἰ μὴ κακίας καθάρσιον. ἐπειδὴ γὰρ οἷόν τι σκεῦος ἀγαθῶν δεκτικὸν τὸ κατ' ἀρχὰς ἡ φύσις ἡμῶν παρὰ τοῦ θεοῦ τῶν ὅλων κατεσκευάσθη, τοῦ δὲ ἐχθροῦ τῶν ψυχῶν ἡμῶν δι' ἀπάτης ἡμῖν τὸ κακὸν παρεγχέαντος τὸ ἀγαθὸν χώραν οὐκ ἔσχεν, τούτου ἕνεκεν, ὡς ἂν μὴ διαιωνίζοι ἡμῖν ἡ ἐμφυεῖσα κακία, προνοίᾳ κρείττονι θανάτῳ τὸ σκεῦος πρὸς καιρὸν διαλύεται, ἵνα τῆς κακίας ἐκρυείσης ἀναπλασθῇ τὸ ἀνθρώπινον καὶ ἀμιγὲς κακίας τῷ ἐξ ἀρχῆς ἀποκαταστῇ βίῳ. τοῦτο γάρ ἐστιν ἡ ἀνάστασις, ἡ εἰς τὸ ἀρχαῖον τῆς φύσεως ἡμῶν ἀναστοιχείωσις. εἰ οὖν ἀμήχανόν ἐστιν ἀναστοιχειωθῆναι πρὸς τὸ κρεῖττον τὴν φύσιν χωρὶς ἀναστάσεως, θανάτου δὲ μὴ προηγησαμένου ἀνάστασις γενέσθαι οὐ δύναται, ἀγαθὸν ἂν εἴη ὁ θάνατος, ἀρχὴ καὶ ὁδὸς τῆς πρὸς τὸ κρεῖττον μεταβολῆς ἡμῖν γενόμενος. οὐκοῦν ἐκβάλωμεν, ἀδελφοί, τὴν λύπην τὴν περὶ τῶν κεκοιμημένων, ἣν μόνοι ὑπομένουσιν οἱ μὴ ἔχοντες ἐλπίδα. ἐλπὶς δέ ἐστιν ὁ Χριστός· ᾧ ἡ δόξα καὶ τὸ κράτος εἰς τοὺς αἰῶνας τῶν αἰώνων. ἀμήν.