4
ὑπόσχεσις ἄγεται, καὶ τίκτεται παῖς ὁ Ἰσαάκ· καὶ συμμέτρου διαγεγονότος χρόνου, οἷόν τι ἔρνος ἀναδραμὼν εἰς κάλλος καὶ μέγεθος, ἡδὺς ἦν τοῖς ὀφθαλμοῖς τῶν γονέων τῷ τῆς νεότητος κάλλει λαμπόμενος. τότε προσάγεται τῷ Ἀβραὰμ ἡ τῆς ψυχῆς δοκιμασία καὶ βάσανος, εἰ ἀκριβῶς ἐν τῇ τῶν ὄντων φύσει διαγιγνώσκει τὸ κάλλιον, εἰ μὴ πρὸς τὴν παροῦσαν βλέπει ζωήν, καί φησι πρὸς αὐτὸν ὁ θεός· ἀνένεγκε τὸν υἱόν σου διὰ θυσίας εἰς ὁλοκάρπωσιν. οἴδατε πάντως ὅσοι πατέρες ἐστὲ καὶ παῖδας ἔχετε καὶ τὴν πρὸς τὰ τέκνα στοργὴν παρὰ τῆς φύσεως ἐδιδάχθητε, ὅπως εἰκὸς διατεθῆναι τὸν Ἀβραάμ, εἰ πρὸς τὴν παροῦσαν μόνην ἀφεώρα ζωήν, εἰ δοῦλος τῆς φύσεως ἦν, εἰ ἐν τῷ παρόντι βίῳ τὸ γλυκὺ τῆς ζωῆς ἐλογίζετο. τί δὲ περὶ ἐκείνου φημί, καταλιπὼν τὴν γυναῖκα, τὸ ἀσθενέστερον μέρος τῆς ἀνθρω πίνης φύσεως; εἰ μὴ πεπαίδευτο κἀκείνη ὑπὸ τοῦ ἀνδρὸς τὰ θειότερα, εἰ μὴ ἠπίστατο τὴν κεκρυμμένην ζωὴν εἶναι τῆς φαινομένης ἀμείνονα, οὐκ ἂν ἐπέτρεπε τῷ ἀνδρὶ τοιαῦτα κατὰ τοῦ παιδὸς ἐνεργῆσαι· πάντως γὰρ τοῖς μητρικοῖς συγκινη θεῖσα σπλάγχνοις περιεχύθη τῷ τέκνῳ καὶ ταῖς ὠλέναις αὐτὸν ἐμπλεξαμένη πρὸ αὐτοῦ τὴν καιρίαν ἐδέχετο. ἆρ' οὐκ εἶπεν ἂν πρὸς τὸν Ἀβραὰμ ταῦτα τὰ ῥήματα; φεῖσαι τοῦ παιδός, ἄνερ, μὴ πονηρὸν γένῃ τοῦ βίου διήγημα, μὴ μῦθος τῷ μετὰ 9.469 ταῦτα χρόνῳ γενώμεθα, μὴ φθονήσῃς τῷ υἱῷ τῆς ζωῆς, μὴ στερήσῃς αὐτὸν τῆς γλυκείας ἀκτῖνος· θάλαμος τέκνοις οὐ τάφος παρὰ πατέρων σπουδάζεται, στέφανος γαμικὸς οὐ ξίφος φονικόν, γαμήλιος λαμπὰς οὐ πῦρ ἐπιτάφιον· ταῦτα λῃσταὶ καὶ πολέμιοι, οὐ πατέρων χεῖρες ἐπὶ τῶν τέκνων ἐργάζονται· εἰ δὲ χρὴ πάντως γενέσθαι τὸ κακόν, μὴ ἴδοι Σάρρας ὀφθαλμὸς νεκρούμενον τὸν Ἰσαάκ· ἰδοὺ δι' ἀμφοτέρων ὦσον τὸ ξίφος, ἀπ' ἐμοῦ τῆς δειλαίας ἀρξάμενος· μία τοῖς δυσὶν ἀρκέσει πληγή, κοινὸν ἐπ' ἀμφοτέρων γενέσθω τὸ χῶμα, μία στήλη τὴν κοινὴν συμφορὰν τραγῳδείτω. ταῦτα πάντως ἂν καὶ τὰ τοιαῦτα διεξῄει ἡ Σάρρα, εἰ μὴ ἐκεῖνα τοῖς ὀφθαλμοῖς ἔβλεπεν, ἅπερ ἡμῖν ἐστιν ἀθέατα. ᾔδει γὰρ ὅτι τὸ τέλος τῆς ἐν σαρκὶ ζωῆς ἀρχὴ τοῦ θειοτέρου βίου τοῖς μεταστᾶσι γίνεται· καταλείπει σκιάς, καταλαμβάνει ἀλήθειαν, ἀφίησιν ἀπάτας καὶ πλάνας καὶ θορύβους, καὶ εὑρίσκει ἐκεῖνα τὰ ἀγαθά, ἃ ὑπὲρ ὀφθαλμόν τε καὶ ἀκοὴν καὶ καρδίαν ἐστίν· οὔτε ἔρως αὐτὸν ἀνιάσει οὔτε ἐπιθυμία ῥυπαρὰ διαστρέψει, οὐχ ὑπερηφανία χαυνώσει, οὐκ ἄλλο τι πάθος τῶν λυπούντων τὴν ψυχὴν ἐνοχλήσει, ἀλλὰ πάντα γίνεται αὐτῷ ὁ θεός.
∆ιὰ τοῦτο προθύμως δίδωσι τῷ θεῷ τὸν παῖδα. τί δὲ ὁ μέγας Ἰώβ; ὅτε αὐτῷ γυμνωθέντι πάντων τῶν περιόντων ἀθρόως, πρὶν ἐπὶ ταῖς προλαβούσαις πληγαῖς τὴν ψυχὴν ἀναλέξασθαι, ἡ τελευταία κατεμηνύθη πληγή, πῶς ἐδέξατο τὴν ἐπὶ τοῖς παισὶ συμφοράν; τρεῖς αὐτῷ θυγατέρες ἦσαν, καὶ παῖδες ἑπτά. μακαριστὸς ἦν τῆς εὐπαιδίας· τοσοῦτοι γὰρ ὄντες εἷς ἦσαν οἱ πάντες τῇ μετ' ἀλλήλων στοργῇ οὐ διῃρημένως καθ' 9.470 ἑαυτὸν ἕκαστος βιοτεύοντες, ἀλλὰ πάντες παρ' ἀλλήλους φοιτῶντες διὰ τῆς ἐγκυκλίου φιλοφροσύνης διετέλουν εὐφραίνοντες ἀλλήλους ἐν τῷ μέρει καὶ εὐφραινόμενοι. καὶ δῆτα καὶ τότε κατὰ περίοδον παρὰ τῷ πρεσβυτέρῳ τῶν ἀδελφῶν ἦν τὸ συμπόσιον· πλήρεις οἱ κρατῆρες, πλήρης τῶν ἐδωδίμων ἡ τράπεζα, ἐν χερσὶν αἱ κύλικες, θεάματα ὡς εἰκὸς ἐπὶ τούτοις καὶ ἀκροάματα καὶ πᾶσαι θυμηδίαι συμποτι καί· προπόσεις, φιλοφροσύναι, παίγνια, μειδιάματα· πάντα ὅσα εἰκὸς ἐν συνόδῳ νέων ἐφ' ἑστίας ἁβρύνεσθαι. τί οὖν ἐπὶ τούτοις; ἐν ἀκμῇ τῆς ἀπολαύσεως τῶν ἡδίστων ἐπισεισθέντος αὐτοῖς τοῦ ὀρόφου τάφος τῶν δέκα παίδων τὸ συμπόσιον γίνεται, καὶ τοῖς αἵμασι τῶν νέων ὁ κρατὴρ καταμίγνυται, καὶ τὰ ἐδώδιμα τῷ ἐκ τῶν σωμάτων λύθρῳ κατεμολύνετο. τοιαύτης συμφορᾶς τῷ Ἰὼβ ἀγγελθείσης (θέασαί μοι τῷ λόγῳ τὸν ἀθλητήν, οὐχ ἵνα θαυμάσῃς μόνον τὸν νικητήν, μικρὸν γὰρ τὸ ἐκ τοῦ θαύματος κέρδος, ἀλλ' ἵνα ζηλώσῃς ἐν τοῖς ὁμοίοις τὸν ἄνδρα καί σοι γένηται παιδοτρίβης ὁ ἀθλητής, τῷ καθ' ἑαυτὸν ὑποδείγματι πρὸς ὑπομονὴν καὶ ἀνδρείαν τὴν ψυχὴν ἀλείφων ἐν καιρῷ τῆς τῶν πειρασμῶν