3
τὴν λύμην ἀκέσεται τῆς σαρκὸς καὶ ζωῆς ἀνωλέθρου καταξιώσει σε." ἐπὶ τούτοις ὁ βασιλεὺς τοῦ ὕπνου ἀνενεγκὼν στέλλει τοὺς μεταπεμψομένους σὺν αἰδοῖ τὸν ἐπίσκοπον. καὶ παραγενομένῳ τῷ ἱερῷ Σιλβέστρῳ "εἰπέ μοι" ἔφη, "ἐπίσκοπε· θρησκεύονται παρ' ὑμῖν θεοὶ Πέτρος καὶ Παῦλος ὀνομαζόμενοι;" ὁ δὲ "εἷς ἡμῖν θεὸς γινώσκεται" ἀπεκρίνατο, "Πέτρος δὲ καὶ Παῦλος θεράποντες ἐκείνου καὶ ὑπηρέται εἰσίν." ἑξῆς οὖν ὁ βασιλεὺς διηγεῖται αὐτῷ τὸ ἐνύπνιον, καὶ τὸ καθ' ἡμᾶς παρ' αὐτοῦ μυεῖται μυστήριον καὶ βαπτίζεται. καὶ ἄνεισιν ἐκ τῆς παναγοῦς κολυμβήθρας ὑγιὴς ὅλος, καὶ αὐτίκα ἄδειάν τε κηρύττει χριστιανοῖς καὶ τοὺς ναοὺς σφίσιν ἀναπετάννυσι καὶ νέους ἐφίησιν ἀνεγείρεσθαι. κλείει δὲ τοὔμπαλιν τὰ τεμένη τῶν ψευδωνύμων θεῶν, ἀδεῶς τε θεσπίζει προσιέναι τοὺς βουλομένους τῇ πίστει τοῦ Χριστοῦ. βιάζεσθαι μὲν γὰρ οὐδένα ἔλεγε βούλεσθαι, τοὺς δ' ἑκόντας προστιθεμένους τῷ Χριστῷ ἀποδέχεσθαι. Ὁ μὲν οὖν οὕτω τῇ πίστει τοῦ Χριστοῦ προσελήλυθε· τὸ κήρυγμα δ' ἐπλατύνετο καὶ παρρησία τοῖς χριστωνύμοις ἐδίδοτο. 10 προσίασιν οὖν τῇ τοῦ βασιλέως μητρὶ Ἰουδαῖοι, ἠπατῆσθαι λέγοντες τὸν βασιλέα καὶ ἔργῳ θεοφιλεῖ ἔργον ἀναμίξαι θεομισές, θεοφιλὲς μὲν τὴν τῶν εἰδώλων καθαίρεσιν ὀνομάζοντες, θεομισὲς δὲ τὴν πίστιν τὴν εἰς Χριστόν· μόνον γὰρ εἶναι θεὸν ἀληθῆ τὸν παρ' αὐτῶν θρησκευόμενον· τὸν Ἰησοῦν δὲ ἄνθρωπον οἱ ἀλιτήριοι κακοῦργον ἀπεκάλουν καὶ γόητα. ἀναφέρει ταῦθ' ἡ μήτηρ τῷ βασιλεῖ καὶ υἱῷ· ὁ δὲ διαλεχθῆναι δεῖν ἔκρινεν ἐπ' ἀκροάσει αὐτοῦ καὶ τῶν τῆς γερουσίας λογάδων τοὺς ταῦτα λέγοντας Ἰουδαίους τῷ Ῥώμης ἐπισκόπῳ Σιλβέστρῳ καὶ τοῖς περὶ αὐτόν, ἵν' οὕτω γνοίη τίνα τὰ παρὰ τῶν Ἰουδαίων εἰσὶν εἰσαγόμενα. γέγονεν ἡ διάλεξις· ἔδοξαν οἱ λόγοι τοῦ ἱεροῦ Σιλβέστρου ἐπικρατέστεροι. ἐκ διαλεκτικῆς δυνάμεως ὑπερτερεῖν οἱ Ἰουδαῖοι τὸν Σίλβεστρον ἔλεγον, σημείων ἐζήτουν ἐπίδειξιν. μᾶλλον δέ τις παρ' αὐτοῖς γόης ἀνὴρ Ζαμβρῆς καλούμενος βοῦν ἐνεχθῆναι ἠξίου, διὰ τούτου λέγων μέλλειν ἐνδείξασθαι τὴν δύναμιν τοῦ οἰκείου θεοῦ. προσήχθη ὁ βοῦς· πεπλησίακεν αὐτῷ ὁ Ζαμβρῆς, ὑπεψιθύρισέ τι αὐτῷ εἰς τὸ οὖς. κἀκεῖνος μέγα τι καὶ γοερὸν μυκησάμενος καὶ τρόμῳ συνδι11 νηθεὶς καταπέπτωκε καὶ νενέκρωτο. ηὔχουν ἐπὶ τούτῳ οἱ Ἰουδαῖοι, τὸ τοῦ σφετέρου θεοῦ ὄνομα μὴ στέγειν λέγοντες τὸν ἀκούοντα. "τί δέ;" φησὶν ὁ Σίλβεστρος, "ὁ λέγων τοῦτο τῷ ζῴῳ πρὸς οὖς οὐκ ἀκούει τοῦ λεγομένου; πῶς οὖν οὐ θνήσκει κἀκεῖνος; καὶ ὁ Ζαμβρῆς "οὐ λόγων" ἔφη "στροφῆς τε καὶ πιθανότητος ἄρτι χρεία, ἀλλ' ἔργων, ἐπίσκοπε." "εἰ οὖν τὸν παρὰ σοῦ νεκρωθέντα τοῦτον ταῦρον" ὁ Σίλβεστρος εἶπε "ζωώσω αὐτὸς τῇ τοῦ Χριστοῦ ἐπικλήσει, οὐκ ἄν τι μεῖζον δόξω ποιεῖν καὶ μεγάλην ἀποδείξω τὴν δύναμιν τοῦ Χριστοῦ;" κἀκεῖνος κατέθετο καὶ κατὰ τῆς σωτηρίας τοῦ βασιλέως εὐθὺς ἐξωμόσατο, εἰ τὸν ταῦρον ἴδοι ἀναβιώσαντα, τὸν Χριστὸν ὁμολογῆσαι θεόν. καὶ ὁ Σίλβεστρος εἰς οὐρανὸν ἀτενίσας καὶ τὸν κύριον ἐπικαλεσάμενος ἔστη τοῦ ταύρου ἐγγὺς καὶ τὴν φωνὴν ἐπάρας ἐβόησεν "εἰ θεὸς ἀληθής ἐστιν ὃν ἐγὼ κηρύττω Χριστόν, ἔγειραι, ταῦρε, καὶ στῆθι ἐπὶ τοὺς πόδας σου." αὐτίκα γοῦν κινηθεὶς ὁ ταῦρος ἀνέθορε. καὶ οἱ παρόντες "μέγας ὁ τοῦ Σιλβέστρου θεός" ἐξεβόησαν. Ἰουδαῖοι δὲ καταπλαγέντες τῷ θαύματι τοῖς ποσὶ τοῦ ἁγίου προσέπιπτον καὶ ἱκέτευον ἱλεώσασθαι αὐτοῖς τὸν θεὸν καὶ τοῦ θείου σφᾶς ἀξιῶσαι βαπτίσματος. καὶ ἡ ἀοίδιμος δὲ τοῦ βασιλέως μήτηρ, ἀμύητος 12 οὖσα, ἠξίου καὶ μυηθῆναι καὶ βαπτισθῆναι· τυχοῦσα τοίνυν τοῦ ἐφετοῦ καὶ τὸν ἀληθῆ ἐπιγνοῦσα θεόν, τοὺς τόπους οὓς οἱ ὡραῖοι πόδες Χριστοῦ, ὡς εἰρήνην εὐαγγελισαμένου, διώδευσαν, θεάσασθαι ἐπεθύμησε. καὶ συμπαραλαβοῦσα τὸν θεσπέσιον Σίλβεστρον εἰς Ἱεροσόλυμα παραγέγονε· καὶ τὸ τοῦ κυρίου προσκυνήσασα μνῆμα καὶ τὸν θεῖον εὑρηκυῖα σταυρόν, ἐν ᾧ προσεπάγη σωματικῶς ὁ θεὸς ἡμῶν, ναούς τε δομησαμένη πολυτελεῖς πρὸς τὸν υἱὸν καὶ βασιλέα ἐπανελήλυθεν. Υἱοὺς δ' ἐκ Φαύστας τῆς τοῦ Μαξιμιανοῦ θυγατρὸς ὁ βασιλεὺς ἐγείνατο τρεῖς, Κωνσταντῖνον, Κωνστάντιον καὶ Κώνσταντα, καὶ θυγατέρα Ἐλένην,