1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

 172

 173

 174

 175

 176

 177

 178

 179

 180

 181

 182

 183

 184

 185

 186

 187

 188

 189

 190

 191

 192

 193

 194

 195

 196

 197

 198

 199

 200

 201

 202

 203

 204

 205

76

λαβὼν καὶ τῇ κεφαλῇ περιθέμενος εὐθὺς ἐλήφθη σφοδρῷ πυρετῷ, καὶ οὗτος αὐτὸν τῆς ζωῆς ὑπεξήγαγε. 285 Τοῦ δὲ θανόντος ἡ Αὐγούστα Εἰρήνη σὺν τῷ υἱῶ Κωνσταντίνῳ δέκατον ἐνιαυτὸν τῆς ἡλικίας ἀνύοντι τὴν βασίλειον ἀρχὴν διεδέξαντο. ἦσαν δὲ ἄμφω τῶν σεβασμίων εἰκόνων προσκυνηταί, ἀλλ' οὔπω τοὺς πόδας τῇ βασιλείᾳ βεβαίως ἐρείσασί τινες αὐτοῖς ἐπεβούλευσαν, ἵνα τὸν Καίσαρα Νικηφόρον τὸν τοῦ θανόντος βασιλέως Λέοντος ἀδελφὸν βασιλεύσωσι. γνωσθείσης δὲ τῆς συνωμοσίας τοὺς μὲν τῆς ἐπιβουλῆς μετασχόντας αἰκισαμένη ἡ βασιλὶς καὶ τὴν τρίχωσιν αὐτοῖς ἀποθρίξασα ὑπερορίαν τούτων κατεψηφίσατο, τοὺς δὲ τοῦ ἀνδρὸς αὐτῆς ἀδελφοὺς τούς τε Καίσαρας καὶ τοὺς νωβελισίμους καρῆναι παρασκευάσασα καὶ ἱερωσύνης ἀξιωθῆναι καὶ μεταδοῦναι τῷ λαῷ τῶν ἁγιασμάτων ἐποίησε κατὰ τὴν ἑορτὴν τῆς τοῦ σωτῆρος γεννήσεως. ἐκείνη δὲ σὺν τῷ υἱῷ προελήλυθε μετὰ τῆς συνήθους τοῖς βασιλεῦσι δορυφορίας καὶ ἐν τῇ μεγάλῃ ἐκκλησίᾳ γενομένη τὸ στέμμα, ὃ ἐκεῖθεν ἀφείλετο ὁ ἀνὴρ αὐτῆς, προσήνεγκε, κόσμῳ πλείονι τοῦτο ἐπικοσμήσασα. ἔστειλε δὲ καὶ κατὰ τῶν Ἀράβων στράτευμα, ἵνα ἀνακόπτῃ τὰς ἐκείνων ἐπιδρομάς. ἐξελθόντες οὖν ἐπὶ λεηλασίαν Ἀγαρηνοὶ συναντῶνται παρὰ τῆς σταλείσης Ῥωμαϊκῆς στρατιᾶς καὶ τρέπονται καὶ ἀναιροῦνται 286 πολλοί. ἐν δέ γε τῇ Θράκῃ κατὰ τὸ Μακρὸν τεῖχος τότε τις ὀρύττων λάρνακι ἐντυγχάνει λιθίνῃ ἀνθρώπου φερούσῃ νεκρὸν καὶ γράμματα ἐγκεκολαμμένα ἐχούσῃ λέγοντα "Χριστὸς μέλλει γεννᾶσθαι ἐκ παρθένου, καὶ πιστεύω εἰς αὐτόν· ἐπὶ δὲ Κωνσταντίνου καὶ Εἰρήνης τῶν βασιλέων πάλιν, ἥλιε, ὄψει με." βουληθεῖσα μέντοι ἡ βασιλὶς Εἰρήνη γυναῖκα μνηστεύσασθαι τῷ υἱῷ, ἔπεμψε πρὸς Κάρουλον τὸν ῥῆγα τῶν Φράγγων, τὴν ἐκείνου παῖδα τῷ οἰκείῳ μνωμένη παιδί. εἶτα τὸ τοιοῦτον κῆδος καταλιποῦσα διὰ φόβον καὶ φιλαρχίαν, ἵνα μὴ δύναμιν ὁ υἱὸς αὐτῆς περιβάληται τὴν τῶν Φράγγων διὰ τὴν ἀγχιστείαν, ἐξ ἑῴας ἤνεγκε κόρην· ἣν οἱ μὲν ἐκ τοῦ τῶν Ἀρμενιακῶν θέματος λέγουσιν, ἕτεροι δ' ἐκ Παφλαγόνων, οὖσαν τοῦ ἐπὶ ἐλεημοσύνῃ διαβοήτου Φιλαρέτου θυγάτριον, καὶ ταύτην τῷ Κωνσταντίνῳ συνέζευξεν ἄκοντι καὶ τὸν γάμον αὐτῆς ἀποστέργοντι, ὅτι τὴν τοῦ Καρούλου παῖδα ἐκτόπως ἀγαγέσθαι ἐβούλετο. Ἀαρὼν δὲ ὁ τῶν Ἀράβων ἀρχηγὸς κατὰ Ῥωμαίων στρα287 τεύσας μέχρι Χρυσοπόλεως ἦλθεν. ὁ δὲ Κωνσταντῖνος στρά287 τευμα πέμψας τὴν λίμνην Βανῆς δι' αὐτοῦ κατέσχε· καὶ τοῦτο μαθόντες οἱ Ἄραβες σπείσασθαι Ῥωμαίοις ᾐτήσαντο. ἀπελθόντες οὖν οἱ τῶν κοινῶν διοικηταὶ πρὸς τὸν Ἀαρών, ἵνα συνθήκας ποιήσωσι, καὶ μὴ φροντίσαντες πρότερον ὁμήρους τῶν παρ' ἐκείνοις ἀναγκαίων λαβεῖν, κατεσχέθησαν παρ' αὐτοῦ καὶ ἐν πέδαις καθείρχθησαν. ὅθεν βιασθέντες οἱ κρατοῦντες διὰ τοὺς ἄρχοντας ἐσπείσαντο, συνθέμενοι φόρους διδόναι τοῖς Ἄραψιν. οἱ μὲν οὖν ἐπὶ τοιαύταις συνθήκαις ἀνέζευξαν. ἡ δὲ βασίλισσα Ἐλπίδιον τὸν πατρίκιον στρατηγὸν Σικελίας προεχειρίσατο· εἶτα μαθοῦσα ὅτι τὰ τῶν Καισάρων φρονεῖ, ἔστειλε τοὺς ἄξοντας ἐκεῖθεν αὐτόν. τῶν δὲ Σικελιωτῶν μὴ παραχωρησάντων τοῖς σταλεῖσι λαβεῖν τὸν Ἐλπίδιον, ἡ Εἰρήνη θυμῷ ληφθεῖσα τὴν ἐκείνου γυναῖκα καὶ τοὺς παῖδας μαστίξασα καὶ τῶν τριχῶν ἀφελομένη ἐν τῷ πραιτωρίῳ καθεῖρξε· κατ' ἐκείνου δὲ ἐκπέπομφε στράτευμα, εὐνοῦχον αὐτοῖς ἐπιστήσασα τῶν πιστοτάτων αὐτῇ. πολέμων δὲ συνεχῶν γενομένων, τρέπεται ὁ Ἐλπίδιος καὶ ἀπέδρα εἰς Ἀφρικὴν καὶ τοῖς Ἄραψι προσεχώρησεν. οἱ δὲ 288 τοῦτον δεξάμενοι βασιλικὴν ταινίαν αὐτῷ περιέθεντο, καὶ ὡς βασιλεὺς ἀνηγόρευτο, εἰ καὶ μηδὲν αὐτῷ κατὰ σκοπὸν προεχώρησε. Τῆς δὲ περὶ τῶν Ἀράβων φροντίδος ἀπαλλαγεῖσα διὰ τὴν εἰρήνην ἡ βασιλὶς ἐξῆλθε σὺν τῷ υἱῷ κατὰ Θρᾴκην, δύναμίν τε πολλὴν ἐπισυρομένη καὶ ὄργανα μουσικά· καὶ ἀπελθοῦσα εἰς Βερόην καὶ τὸ ἐν αὐτῇ φρούριον ἀνοικοδομήσασα καὶ Εἰρηνόπολιν αὐτὸ ὀνομάσασα, ἀλλὰ μὴν καὶ τὴν Ἀγχίαλον δειμαμένη καὶ ἕως Φιλιππουπόλεως προελθοῦσα ὑπέστρεψε. Τοῦ δὲ πατριάρχου Παύλου νοσήσαντος καὶ τῆς ἐκκλησίας ὑποχωρήσαντος καὶ