1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

 172

 173

 174

 175

 176

 177

 178

 179

 180

 181

 182

 183

 184

 185

 186

 187

 188

 189

 190

 191

 192

 193

 194

 195

 196

 197

 198

 199

 200

 201

 202

 203

 204

 205

87

ἀπεφοίβασε καὶ τὴν ἰδέαν καὶ ὅτι "εἰ ἄρτι κατὰ τὴν ἀκρόπολιν ἀπελεύσῃ, ἄνδρε σοὶ διττὼ συναντήσονται, καὶ θατέρῳ τούτων, ὃν ἡμίονος φέρει, προσήκουσι τὰ βασίλεια." τούτων ἀκούσας ὁ Θεόδοτος οὐδὲν μὲν τῷ βασιλεῖ πεποίηκεν ἔκπυστον, ἀλλὰ μανίας ἔλεγεν εἶναι ῥήματα τὰ τῆς παιδίσκης, μή τι σαφὲς προμηνύοντα. αὐτὸς δὲ πορευθεὶς κατὰ τὴν ἀκρόπολιν καὶ τῷ Λέοντι ἐντυχὼν καὶ τὰ γνωρίσματα, ἃ τὸ 327 γύναιον εἰρήκει, φωράσας, ἰδίᾳ τὸν ἄνδρα παραλαβὼν καὶ πίστεις δεδωκώς τε καὶ εἰληφώς, προμηνύει τὴν βασιλείαν αὐτῷ, ὡς ἐξ ἐπιπνοίας θειοτέρας αὐτὴν μυηθείς, καὶ ᾔτει μετὰ τὴν ἔκβασιν κείσεσθαί οἱ μισθὸν τῆς προρρήσεως. οὗτος ὁ τρόπος ἐγνώρισε καὶ ᾠκείωσε τῷ Λέοντι τὸν Θεόδοτον, καὶ ἔσχεν εἰς ἀντάμειψιν τῆς προρρήσεως μετὰ τὸν ἱερὸν Νικηφόρον τὸν θρόνον τῆς Κωνσταντινουπόλεως. ὦ θεοῦ κριμάτων ἄβυσσος ἀκατάληπτος· μετὰ τίνα τίς; Ἄρτι δ' ἀναξίως τῆς ἱερᾶς καθέδρας ἐπιβὰς ὁ ἀνόσιος, ἐπεὶ σύμπνουν καὶ τὸν κρατοῦντα ἐκέκτητο, πεπαρρησιασμένως τὴν κατὰ τῶν ἁγίων εἰκόνων τόλμαν μετεχειρίζετο. καὶ ὁ Λέων δὲ ὡς θηρίον τοῖς τὰς σεπτὰς στηλογραφίας τιμᾶν ἐθέλουσι προσεφέρετο. ἠγρίαινε γὰρ τοῦτον αὐτός τε ὁ Θεόδοτος καὶ ὁ τῶν τῷ βασιλικῷ κοιτῶνι κεκληρωμένων τηνικαῦτα ὢν χορολέκτης, ὃν πρωτοψάλτην καλεῖν παρέλαβεν ἡ συνήθεια. οὗτος γὰρ τῆς τῶν εἰκονομάχων αἱρέσεως τὴν θολερὰν ἀνατροπὴν εἰς κόρον πιὼν ἠρέθιζε τὸν βασιλέα πανταχόθεν τὰς 328 εἰκόνας περιελεῖν. καί ποτε τῶν τοῦ Ἠσαΐου θείων φωνῶν ἀναγινωσκομένων ἐπ' ἐκκλησίας, αἳ λέγουσι "τίνι ὡμοιώσατε κύριον; μὴ εἰκόνα ἐποίησε τέκτων ἢ χρυσοχόος ὁμοίωμα κατεσκεύασεν αὐτῷ;" καὶ τὰ ἐφεξῆς, προσελθὼν τῷ βασιλεῖ πρὸς οὖς ἔφη "πρόσσχες τῷ προφήτῃ, ὦ δέσποτα, καὶ τούτῳ πείθου." ἐντεῦθεν ἀπηρυθριασμένως ὁ Λέων τῆς αἱρέσεως εἴχετο καὶ τοὺς μὴ τῇ ἀσεβείᾳ αὐτοῦ ὑποκύπτοντας διασπαράσσειν καὶ λαφύσσειν ἠπείγετο· βαρὺς δὲ καὶ ἄλλως καὶ ἀπαραίτητος τὴν ὀργὴν τοῖς πταίουσιν ἦν καὶ ἐπὶ μετρίοις πταίσμασι βαρείας κολάσεις ἀποφαινόμενος. τοιοῦτος μὲν ἦν ὁ Λέων περὶ τοὺς εὐσεβεῖς καὶ τοὺς ἄλλως προσκεκρουκότας αὐτῷ. Τέως δ' οὖν περὶ τὴν τῶν κοινῶν διοίκησιν οὐ νωθὴς ἦν, ἀλλὰ καὶ λίαν ἐγρήγορε καὶ τοὺς ἀδικοῦντας ἀνέστελλε. δεηθέντος γοῦν τινος, ὡς τοῦ γυναίου αὐτοῦ παρά του τῶν τῆς συγκλήτου ἁρπαγέντος, προσθεμένου δὲ καὶ τῷ ἐπάρχῳ προσελθεῖν, μὴ μέντοι τυχεῖν ἐκδικήσεως, ἐπεὶ τὸ ἔγκλημα ἀποδέδεικτο, τὸν ἔπαρχον ἔπαυσεν εὐθὺς τῆς ἀρχῆς, τὸν δὲ τὴν 329 ἁρπαγὴν πλημμελήσαντα ἐξέδοτο νομίμως κολασθησόμενον. ἄρχοντας δὲ καὶ στρατιωτικοὺς καὶ πολιτικοὺς ἀριστίνδην προεχειρίζετο καὶ τὰς τῶν ὑπὸ Ῥωμαίους ἐθνῶν ἡγεμονίας οὔτε χρημάτων ὠνίους προὐτίθει οὔτε πρὸς χάριν ἐδίδου μὴ πρὸς ἀρχὰς πεφυκόσιν ἀνδράσιν ἢ χρημάτων ἥττοσι καὶ τούτοις προδιδοῦσι τὸ δίκαιον. Μιχαὴλ δὲ ὁ τραυλὸς ὁ ἐξ Ἀμορίου ἐπὶ μέγα τύχης ἀρθείς, πρὸς δὲ ταῖς ἄλλαις κακίαις καὶ γλῶσσαν ἔχων ἀκόλαστον, διεβλήθη τῷ βασιλεῖ ὡς κακὰ κατ' αὐτοῦ βυσσοδομεύων καὶ τεκταινόμενος. καὶ ἡ διαβολὴ πρὸ τῆς ἡμέρας ἐγένετο, ἐν ᾗ τὴν ἐν σαρκὶ τοῦ κυρίου γένναν ἑορτάζειν ἡ ἐκκλησία παρέλαβεν. αὐτίκα τοίνυν ὁ μὲν συνελήφθη· ὁ δὲ βασιλεὺς τῶν κατ' αὐτοῦ μηνυθέντων ἐξεταστὴς προεκάθισεν. ἐλέγχεται παρὰ τῶν κατηγορούντων ὁ Μιχαήλ, συντίθεται καὶ αὐτός, κατακρίνεται θάνατον, καὶ θάνατον τὸν διὰ πυρός. ἀπήγετο καυθησόμενος, καὶ τόπος τῆς τιμωρίας ἀφώριστο ἡ τοῦ ἐν τοῖς βασιλείοις λουτροῦ κάμινος. εἵπετο καὶ ὁ βασιλεύς, ἢ μὴ πιστεύων ἑτέρῳ τὴν κατὰ τοῦ Μιχαὴλ ἐπεξέλευσιν ἢ ἐφηδόμενος τῷ 330 ὀλέθρῳ αὐτοῦ. ἡ δέ γε βασίλισσα τοῦτο γνοῦσα τὴν πρᾶξιν ἐκώλυσε, πῇ μὲν δεομένη τοῦ ξυνευνέτου ὑπερθέσθαι διὰ τὴν ἑορτὴν τοῦ κατακρίτου τὴν κόλασιν, πῇ δὲ καὶ θρασύτερον προσφερομένη αὐτῷ καὶ ἄθεον λέγουσα, ὅτι μὴ ὑποστέλλεται τὴν τοῦ φρικώδους μυστηρίου ἡμέραν τῆς τοῦ σωτῆρος γεννήσεως. τούτοις τὸ σκληρὸν ἐκείνου μαλάξασα πέπεικεν ἀνεῖναι τότε τῷ Μιχαὴλ τὴν ἀπώλειαν· ὁ δὲ πρὸς τὴν εὐνέτειραν ἔφη "ἰδοὺ πέπεισμαί σοι, ἀλλά γε σὺ γνώσῃ καὶ τὰ τέκνα τὰ σὰ ὅσα ὑμῖν ἐκ τούτου