1

 2

 3

 4

 5

 6

 7

 8

 9

3

τοὺς πολέμους, καὶ τὸ ἀχρησίμευτον γὰρ ἐκείνων καὶ λίαν ἐξέπληξε καὶ μέγα ἐθρόησεν.

7. Ἀλλὰ καὶ τὴν γῆν ἄλλοι ἔσκαπτον ἐκ τῆς παστίας ὄπισθεν, καὶ εἰς βάθος πολὺ ἐκατέβησαν, ὡς ἵνα κάτωθεν ἀπὸ τὴν κάτω ὄψιν τῆς σούδας περάσωσιν ἀθεώρητοι τὴν νύκτα ἄνω ἱσταμένων Ῥωμαίων καὶ μαχομένων, καὶ φθάσωσιν εἰς τὰ τείχη τοῦ καθολικοῦ καὶ μεγίστου κάστρου τῆς πόλεως, καὶ κόψωσι τοῦτο λα θραίως πάντων, καὶ πουντελειάσωσιν κατὰ τὸ ἔθος τῶν πολεμούντων, εἶτα πῦρ εἰς τὰ ξύλα τῶν πουντελείων ἀνάψωσιν, ὅπως τὴν ξυλίνην κατασκευὴν τὴν κρατοῦσαν τὸ κάστρον καταφλέξωσιν, καὶ ἄφνω πεσοῦνται τὰ τείχη τῆς πόλεως, καὶ ἅμα εὐθὺς τῶν Τούρκων τὰ στρατεύματα θρασέως κατὰ τῶν Ῥωμαίων εἰσβάλλουσιν καὶ ἐκ τοῦ χαλάσματος ἐκείνους διώξουσιν καὶ τὴν πόλιν κρατήσουσιν. Ἄλλοι τοὺς ἀγωγοὺς ἀνεγύρευον τοὺς ἔκπαλαι τὸ νερὸν εἰς τὰς στέρνας τῆς πόλεως ἔφερον, ὅπως τινὰ ἐξ αὐτῶν ἐπιτύχωσιν, καὶ λαθραίως τῶν Ῥωμαίων διὰ τοῦ ἀγωγοῦ ἐντὸς γενήσονται τῆς πόλεως νυκτός, καὶ ἀπαραπροσδοκήτως ταύτην κρατήσουσι καὶ αἰχμαλωτίσουσιν.

8. Πλὴν καὶ κήρυκας ἐξαπέστειλε πανταχόθεν ὁ δεσπότης τῶν Τούρκων, καὶ ἐδιελάλησαν οὕτως, καὶ εἶπον ἐνόρκως ὅτι τῆς πόλεώς τε τὸν πλοῦτον καὶ τὸν λαὸν ἅπαντα ὁ ἀμηρᾶς εἰς διαγουμὰν παραδίδη καὶ κοῦρσος τοῖς Μουσουλμάνοις, καὶ φθάσετε εἰς τὸ κέρδος. Ταῦτα μὲν εἶπε, μετὰ τεχνάσματος δὲ τοιούτου ὅπως νὰ συναχθῶσι τὰ στρατεύματα πάντα τῶν Μουσουλμάνων, ὁποῖον καὶ ἐγένετο τότε. Ὡς γὰρ ἐξεχύθη ἡ φήμη εἰς τὰ ἔθνη τῶν Μουσουλμάνων πῶς ἐπαραδόθην ἡ πόλις εἰς διαγουμὰν καὶ αἰχμαλωσίαν, σχεδὸν ἐκ πάσης γῆς καὶ γενεᾶς Μουσουλμάνων ἔφθασαν πρὸς τὸ κέρδος μὴ μόνον οἱ ἐπιστήμονες εἰς τὰ κούρση καὶ τοὺς πολέμους, ἀλλὰ καὶ οἱ ἀνεπιστήμονες καὶ σαρλίδες, τουτέστι πραγματεῦται, καταλλάκται, μυροψοὶ καὶ τζαγκάροι, ἀλλὰ καὶ Τούρκων πολλοὶ καλογέροι. Ὑπὲρ αἰτίας τοιαύτης ἐσυνήχθησαν πάντες, οἱ μὲν στρατιῶται διὰ τὸ κοῦρσος, οἱ δὲ σαρλίδες ἵνα ἀγοράσουν τὰ κουρσιμαῖα, ἤγουν τοὺς αἰχμαλώτους, καὶ οἱ μὲν τὰς γυναῖκας, ἄλλοι τοὺς ἄνδρας, ἄλλοι τὰ βρέφη, καὶ ἄλλοι τὰ ζῶα, καὶ ἄλλοι τὰ πράγματα, οἱ δὲ Τουρκοκαλογέροι τὰς καλογραίας ἡμῶν κέρδος καὶ κοῦρσος εὐεργεσίαν νὰ ἔχουν παρὰ τοῦ δεσπότου τῶν Τούρκων. ∆ιὰ γοῦν τὴν προσδοκίαν ταύτην ἐσυνάχθησαν ἐκ πάσης τῆς γῆς Μουσουλμάνων ἀναρίθμητα πλήθη, ὥστε ἐκατεθαύμαζον πάντες οἱ θεωροῦντες τὴν πλησμονὴν τοῦ φωσάτου.

9. Τότε δὴ καὶ σαγίττας συνῆξαν τοσοῦτον ἀναρίθμητον πλῆθος ὥστε ἐδυσπιστοῦμεν τὸ πρῶτον τὴν φήμην τοῦ λόγου ἕως τοῦ πολέμου τὴν ὥραν. Ἡ δὲ συναγωγὴ τούτων ἐγένετο οὕτως. Πᾶσα οἰκία παντὸς ἀνθρώπου τοῦ εὑρισκομένου εἰς τὴν δεσποτείαν τῶν Τούρκων ἀνατολῆς καὶ δύσεως πάσης δέδωκε τούτων ἑκάστη ἀπὸ δέκα ἕως εἴκοσι σαγίττας τῶν τόξων. Ἀλλὰ καὶ πλείονας τούτων ἐδόξευσαν τοῦ πολέμου τὴν ὥραν, ὁποίας τὸ ἁρματοφυλάκιον εἶχε τοῦ Τούρκου καὶ τὰ ταρφάσια τοῦ φωσάτου. Εἶχε καὶ μετ' αὐτοῦ τότε σιδηροδεσμουμένους τοὺς ἀποκρισιαρίους τοῦ βασιλέως, ὁποίους αὐτὸς ᾐτήσατο μᾶλλον ἵνα πέμψῃ περὶ εἰρήνης τε καὶ ἀγάπης. Αὐτὸς δὲ ὡς βάρβαρος ὠμὸς καὶ ἀπάνθρωπος σίδηρα καὶ φυλακὰς αὐτοὺς κατεδίκασε, καὶ τοὺς ἀναιτίους ὡς ὑπαιτίους ἠπείλει εἰς θάνατον, προβαλλόμενος δὲ τάχα καὶ αἰτίαν, ἀλλὰ ψυχράν· ἔλεγε γάρ· «∆ιότι με οἱ Ῥωμαῖοι ἀναισχύντως συνέτυχον, διὰ τοῦτο αὐτοὺς εἰς φυλακὴν κατεδίκασα».

10. Ἀλλὰ καὶ τότε τις τῶν Μουσουλμάνων ὑψηλός τε καὶ μέγας καὶ φοβερὸς παρ' ἐκείνοις, ὡς ὅτι ἐκ σειρᾶς τε καὶ γένους τοῦ Μουχουμὲτ κατήγετο. Τοῦτον καὶ ὡς πατριάρχην αὐτὸν ἐτιμοῦσαν, καὶ ὡς προφήτην αὐτὸν προσεκύνουν, καὶ ἐσέβοντο τοῦτον ὡς αὐτὸν τὸν Μωάμεθ. Τοσοῦτον καὶ τοιοῦτος μέγιστος ἦν οὖν ἐκεῖνος ὅτι τὴν θυγατέραν τοῦ ἀμηρᾶ καὶ δεσπότου τῶν Μουσουλμάνων παρθένον