1

 2

 3

 4

 5

 6

 7

 8

 9

4

οὖσαν ἥρπαξε παρὰ γνώμην ἐκείνου καὶ ἔφθειρε καὶ ἐκράτησε, καὶ ἔσχεν ἐκείνην ἐν τῷ κοιτῶνι καὶ τῷ κλινιδίῳ ἐκείνου, καὶ οὐδεὶς ἐτόλμησεν αὐτὸν σκῶψαι ἤ τι εἰπεῖν πρὸς ἐκεῖνον. Ἀλλὰ καὶ μᾶλλον ὁ ἀμηρᾶς καὶ ἀδελφὸς ὁ τῆς κόρης εἶπεν· «Ἡγίασε ταύτην ἡ συνουσία τοῦ πατριάρχου τοῦ συγγενοῦς τοῦ Μωάμεθ, καὶ τὸ γεννηθὲν ἐξ ἐκείνης ἅγιον ἔστω ὡς ἐξ αἵματος τοῦ Μωάμεθ κατὰ τὸν νόμον καὶ ἁγιασμὸν τοῦ Ῥασοὺλ Μαχουμέτη». Αὐτὸς δὲ ὁ μέγιστος καὶ πολὺς παρ' ἐκείνοις ὁ εὐγενὴς πατριάρχης, ὃν εἶχον προορατικὸν καὶ προφήτην, τοὔνομα Μηρσαΐτης τῇ Περσικῇ διαλέκτῳ ἀπέστειλεν ἀποκρισιαρίους ἀπὸ τῆς Προύσης ἧς ἐκατοί κει πρὸς τὸν δεσπότην τῶν Τούρκων, καὶ εἶπεν· «Ὅρα μήπως συνάψῃς πόλεμον μετὰ τῶν Ῥωμαίων καὶ τὸν στρατὸν ἀπολέσῃς καὶ τὰ γένη τῶν Μουσουλμάνων, ἕως ὅτε ἐγὼ νὰ φθάσω καὶ δηλώσω τὴν ὥραν τῆς συμπλοκῆς τοῦ πολέμου, ὡς ὁ μέγας ἡμῖν διδάσκει Ῥασοὺλ ὁ προφήτης. Καὶ γινώσκω δὲ τοῦτο ὡς προορατικὸς καὶ προφήτης». Ταῦτα δὲ ἀκούσας τῶν Τούρκων ὁ δεσπότης ἔπραξεν ὡς ὡρίσθην, καὶ ἀνέμενε τὸν ψευδοπροφήτην. Καὶ μεθ' ἡμέρας ὀλίγας ἔφθασεν.

11. Ἦλθεν ὁ Μηρσαΐτης καὶ πατριάρχης τῶν Τούρκων μετὰ πεντακοσίους Τουρκοκαλογέρους, ἐπὶ ἡμιόνου καθήμενος, καὶ τῷ σχήματι σοβαρώτατος καὶ τὸ μεγαλεῖον δεινότατος. Τὰ δὲ πλήθη τῶν Μουσουλμάνων εἰς ὑπαπαντὴν ἐξέδραμον τὴν ἐκείνου, καὶ ὡς ἄγγελον ἐκ τοῦ οὐρανοῦ καταβάντα τὰ μωροθαύμαστα γένη τῶν Τούρκων ὑπεδέξαντο τοῦτον, καὶ μὴ μόνον τοὺς πόδας ἐκείνου ἠσπάζοντο καὶ τὰς χεῖρας, ἀλλὰ καὶ τοῦ ἡμιόνου τοὺς χαλινοὺς καὶ τοὺς πόδας οὗ ἐποχεῖτο. Ὁμοίως καὶ ὁ δεσπότης τῶν Τούρκων δουλοπρεπῶς ὑπεδέξατο τοῦτον. Αὐτὸς δὲ σοβαρὸς καὶ μεγαλουπέροχος ἑωρᾶτο τοῖς πᾶσιν. Πλὴν δὲ ἐπηρμένος καὶ γεγαυριωμένος ὡς ὑψηλός τε καὶ μέγας καὶ ὡς ἀπόγονος τοῦ Μωάμεθ ἐκατεδέξατο μόλις, καὶ ἐφθέγξατο ταῦτα· «Γινώσκετε, Μουσουλμάνοι, καὶ σὺ αὐτὸς ὁ πάντων τούτων δεσπότης. Ἐγὼ μὲν ἀπεστάλην παρὰ τοῦ μεγάλου προφήτου Ῥασοὺλ Μαχουμέτη, ἵνα ὑμῖν εἴπω τοῦ πολέμου τὴν ὥραν, ὡς προορατικὸς καὶ προφήτης, ὅπως δουλώσωμεν τοὺς Ῥωμαίους καὶ αἰχμαλωτίσωμεν καὶ τὴν πόλιν. Ἑτοιμάζεσθε δὲ πρὸς τοῦτο ἕως ὅτου νὰ φθάσει ἡ ὥρα, ὁποίαν ἐγὼ γινώσκω». Καὶ ταῦτα εἰπόντος ἀπέβη τοῦ ἡμιόνου οὗ ἐποχεῖτο, καὶ εἰσῆλθεν εἰς τὴν τένταν τὴν ἱσταμένην ἀπὸ κεντούκλου, καὶ ἤρξατο ἀναγινώσκειν τὰς βίβλους τοῦ Μωάμεθ καὶ τὰ Ῥάμπλια πράττειν. Μετὰ ὑποκρίσεως δὲ ταῦτα ἐποίει, ὡς ἵνα ἀπατῶνται οἱ Τοῦρκοι καὶ προσκυνοῦν καὶ δοξάζουν ὡς προφήτην ἐκεῖνον, καθὰ καὶ ὁ δεσπότης τῶν Τούρκων καὶ πάντες οἱ Μουσουλμάνοι ἀληθῆ καὶ βέβαια κρατοῦσιν πάντα τὰ λαληθέντα ἐκ τούτου, καὶ πάντες τὴν κέλευσιν ἔμενον τὴν ἐκείνου, ἵνα προστάξει τοῦ πολέμου τὴν ὥραν καὶ δράμωσι πάντες καὶ κρατήσουν τὴν πόλιν καὶ τοὺς Ῥωμαίους αἰχμαλωτίσωσι πάντας.

12. Ταύτη δὴ ἡ κενὴ καὶ ματαία ἐλπὶς μέγα θράσος καὶ τόλμην καὶ εὐφροσύνην τοῖς Τούρκοις ἐνέπλησε τότε, καὶ ἀπὸ τούτου ἔχαιρον καὶ ἐσπατάλουν. Ἀλλὰ καὶ καθ' ἡμέραν καὶ νύκτα τὰς παλάμας ἐκρότουν, καὶ τοῦ Μηρσαΐτη τὴν φωνὴν ἀνέμενον ὡς ἀγγέλου ἀληθεστάτου, ὡς ἵνα αἰχμαλωτίσουσι τοὺς Ῥωμαίους. Ἀλλὰ καὶ καθ' ἡμέραν καὶ νύκταν καὶ ὥραν τὴν γλῶσσαν αὐτῶν καθ' ἡμῶν ὡς δίστομον ξίφος ἠκόνισαν καὶ φωνὰς ἀγρίους καὶ ἀνημέρους ἔλεγον ἀναι δῶς καὶ ὑβριστικῶς. Μὴ μόνον κατὰ πατριαρχῶν τε καὶ βασιλέων αἰσχροτάτας φωνὰς ἀνέπεμπον, ἀλλὰ καὶ κατὰ τῆς πίστεως ἡμῶν τολμηρῶς ὀνειδίζοντες καὶ ἀναιδῶς βλασφημοῦντες ἔλεγον· «Ποῦ ὁ Θεός σας ὦ σκοτεινοὶ Ῥωμαῖοι; ποῦ ὁ Χριστός σας; ποῦ εἶναι οἱ ἅγιοί σας νὰ σὰς βοηθήσουν; Αὔριον τὴν πόλιν ἐπέρνομεν, καὶ ἐσᾶς αἰχμαλώτους καὶ σκλάβους ἔχομεν, καὶ τὰς γυναῖκάς σας καὶ τὰ παιδία σας ἔμπροσθεν ὑμῶν ἀτιμάσομεν, καὶ τὰς καλογραίας σας μὲ τοὺς Τουρκοκαλογέρους μας νὰ παντρέψομεν. Μὰ τὴν πίστιν μας ἀλήθεια ὁ προφήτης μας ἔτζη λέγει». Ταῦτα