1

 2

 3

 4

 5

 6

 7

 8

 9

8

22. Ἐπεὶ δὲ καὶ πρὸς δυσμὰς ἐξέκλινε τὸ φῶς τοῦ ἡλίου, καὶ οἱ Ῥωμαῖοι ἀκλονήτως ἵσταντο πρὸς τὴν μάχην τὴν φρικτοτάτην τῶν Τούρκων, καὶ ἠγωνίζοντο καὶ ἀνδρείως, οἱ ἀσεβεῖς ἀπὸ τούτων καὶ ἄπρακτοι εὑρεθέντες καὶ ᾐσχυμμένοι καὶ ἡττημένοι ἀναιδῶς στρα φέντες ἔφευγον. Καὶ δῆλον ὅτι τὰ πολεμικὰ καὶ μάχιμα τούτων ὅπλα τὰ μὲν πλησίον τοῦ κάστρου τοῖς Ῥωμαίοις ἄκοντες καταλείψαντες, τὰ δὲ μακρότερα ἑκόντες τῷ πυρὶ παρέδωκαν. Καὶ τέρας ἔδοξε τοῦτο καὶ ἐξαίσιον ἔργον, πῶς οἱ ἐπηρμένοι καὶ γαυριώμενοι τὸ πρότερον ἄφνω κατηφεῖς εὑρέθησαν καὶ ἀχρεῖοι, καὶ πῶς οἱ πρότερον ἐπεθύμουν τὸν πόλεμον τῶν Ῥωμαίων, ἀπαραπροσδοκήτως τὸ λοιπὸν ἔφυγον ἀπὸ τούτων. Καὶ γὰρ ἀληθῶς τοῦτο ἔργον ἀοράτως ἐπέμφθη ἐκ δυνάμεως θείας. Καὶ οἱ Ῥωμαῖοι τοῦτο ἰδόντες ἐξεπλήττοντο μὲν τὸ θαῦμα, ἔχαιρον δὲ τὴν φυγήν τε τῶν πολεμίων ἐκείνων, καὶ χαίροντες ἔλεγον· «Ὢ γλυκύτητα ἡμέρας ταύτης καὶ ὥρας, ὢ μεταλλαγῆς θαυμασίας καὶ ἐναλλαγῆς ἀνελπίστου, ὢ ἀπαραπροσδοκήτου ἐλευθερίας καὶ εὐφροσύνης, ὢ εὐθυμίας ἀνεκλαλήτου καὶ ἡδονῆς ἀνεκφράστου».

23. Καὶ γὰρ ταῦτα τῶν πολυάθλων Ῥωμαίων λεγόντων ἔχαιρον ἅμα καὶ σκιρτῶντες εὐθύμουν, τὰς παλάμας ἐκρότουν, καὶ τρανῶς τὸν Θεὸν εὐχαρίστουν, καὶ τὴν Παναγίαν ἀνέπεμπον ὕμνους, καὶ ἐκ ψυχῆς δοξάζοντες ἔλεγον· «Τοῦτο τὸ πολυύμνητον καὶ πολυθρύλητον καὶ ἐξαίσιον καὶ ἐξαίρετον καὶ θαυμάσιον καὶ θαύματος ἄξιον θαῦμα τῆς Παναγίας ἀληθῶς καὶ ἀναμφιβόλως ὑπῆρχεν, ὡς καὶ τὰς μαρτυρίας ἔχομεν παρὰ μαρτύρων ἀπαραγράπτων κατὰ τοὺς φιλευσεβεῖς νόμους. Φάσκοντες γὰρ αἱ παρὰ τῶν ἐχθρῶν μαρτυρίαι ἀξιο πιστότεραί εἰσιν. Ἐπειδὴ δὲ οἱ ἐχθροὶ καὶ πολέμιοι ἡμῶν δέδωκαν μαρτυρίαν τοιαύτην, πάνυ ἐστὶν ἀληθέστατον τὸ θαῦμα τῆς Παναγίας. Ἔλεγεν γὰρ Μηρσαΐτης καὶ πατριάρχης τῶν Τούρκων, ὅτι ἡ πόλις ἐπρόκειτο παρ' ἡμῶν αἰχμαλωτισθῆναι, ὡς οἱ σοφοὶ τῆς Περσίας εἰς τὸν καιρὸν τοῦ Μωάμεθ ἐψηφοφόρησαν περὶ τούτου, καὶ εὗρον ὅτι εἰς τὸ ἔτος καὶ τὸν μῆνα καὶ τὴν ἡμέραν ταύτης τῆς ὥρας ἡ πόλις παρ' ἡμῶν πρόκειται κρατηθῆναι. Καὶ ἔμελλε τοῦτο γενέσθαι κατὰ τὴν δύναμιν τῶν ἀστέρων καὶ τὴν τέχνην τῶν ἀστρονόμων».

24. Ἀμὴ ἡ γυναῖκα ἐκείνη ἡ ὀξέα φοροῦσα καὶ περιπατοῦσα τοῦ κάστρου καὶ τῶν προμαχιονίων ἐπάνω ἀφόβως τοῦ πολέμου τὴν ὥραν, ἐκείνη ἀντέπραξε τὰς δυνάμεις τῶν ἄστρων καὶ τὴν τέχνην τῶν ἀστρολόγων. Πλὴν οὐκ ἀπὸ γῆς οὐδὲ ἐξ ἀνθρώπων τὴν δύναμιν εἶχεν, ἀλλ' ἐξ οὐρανοῦ καὶ ἀοράτου δυνάμεως. Ὁμοίως καὶ τὰ στρατεύματα πάντα τῶν Τούρκων ἐσυνεμαρτύρουν ἐνόρκως τὸν Μηρσαΐτην ἐκεῖνον, καὶ ἐδιηγοῦντο πρὸς πάντας ὅτι τοῦ πολέμου τὴν ὥραν, ὅταν μὲ θράσους καὶ ὁρμῆς ἀκρατήτου ἔφθασαν εἰς τὰ τείχη τοῦ κάστρου, ἵνα ἀναβῶσιν ἐπάνω καὶ διώξωσι τοὺς Ῥωμαίους καὶ τὴν πόλιν αἰχμαλωτίσουν, τότε εἶδον γυναῖκαν ὀξέα ῥοῦκα φοροῦσαν καὶ περιπατοῦσαν ἐπάνω τῶν προμαχιονίων τοῦ ἔξω κάστρου. Καὶ ταύτην ἰδόντες, σκότος καὶ ζάλη καὶ τρόμος καὶ φόβος ἄφνω εἰς τὰς ψυχὰς εἰσῆλθε τῶν πάντων, καὶ πρὸς φυγὴν ἔβλεψαν, καὶ εἰς πόλεμον οὐδὲ ὅλως, καὶ ἀπὸ δυνάμεώς τε καὶ τέχνης τῆς γυναικὸς γὰρ ἐκείνης ἔλαβον τὴν δειλίαν, καὶ ἠλευθερώθη ἡ πόλις.

25. Ἐγένοντο δὲ ταῦτα κατὰ τὸν καιρὸν τοῦ ἑξακισχιλιοστοῦ ἐννακοσιοστοῦ τριακοστοῦ ἔτους, μηνὸς Αὐγούστου κδʹ, ἡμέρᾳ δευτέρᾳ, ὥρᾳ τῆς ἡμέρας ἑβδόμῃ. Καὶ παρὰ μὲν τῶν Τούρκων ἐλαβώθησαν καὶ ἀπέθανον ἐπέκεινα μιᾶς χιλιάδος, ἐκ δὲ τῶν ἡμετέρων μετὰ ἀληθείας ἐλαβώθησαν μὲν ἐλάττονες ἀπὸ ἑκατόν, ἀπέθανον δὲ οὐ πλείονες τῶν τριάκοντα. Καὶ χαίρετε, ὦ φίλοι, χαίρετε τὸ μὲν τὴν ἐλευθερίαν τῆς πόλεως, τὸ δὲ τῶν Ῥωμαίων τὸ γενναῖον καὶ ἀκατάπληκτον, τὸ δὲ τὸ πανθαύμαστον θαῦμα τῆς Παναγίας, καὶ ταύτην ὑμνήσατε, δοξολογήσατε, καὶ ὕμνους εὐχαριστηρίους ἀναπέμψατε εἰς τὸ μέγιστον ἔργον τῆς ἐλευθερίας, ἧς