1

 2

 3

 4

 5

 6

 7

 8

 9

3

ὑπὲρ αὐτῆς τὴν φροντίδα πεποίηται λέγων· «Ἡ δὲ σπαταλῶσα ζῶσα τέθνηκεν· ἡ δὲ ὄντως χήρα καὶ μεμονωμένη ἤλπισεν ἐπὶ τὸν Θεόν, καὶ προσμένει ταῖς δεήσεσι καὶ ταῖς προσευχαῖς ἡμέρας καὶ νυκτός.» Καὶ Κορινθίοις ἐπιστέλλων φησί· «Μακαριωτέρα δ' ἐστὶν ἐὰν οὕτως μείνῃ.» Εἶδες ὅσα τῆς χηρείας τὰ ἐγκώμια, καὶ ταῦτα ἐν τῇ Καινῇ, ὅτε καὶ τὸ τῆς παρθενίας διέλαμψε καλόν; ἀλλ' ὅμως οὐδὲ τότε τὰς μαρμαρυγὰς αὐτῆς ἀποκρύψαι ἴσχυσεν ἡ ταύτης φαιδρότης, ἀλλὰ διαλάμπει καὶ οὕτως τὴν οἰκείαν ἔχουσα ἀρετήν. Ὅταν οὖν μνημονεύωμεν μεταξὺ χηρείας, μὴ καταπέσῃς, μηδὲ ὄνειδος τὸ πρᾶγμα νόμιζε· εἰ γὰρ τοῦτο ἐπονείδιστον, πολλῷ μᾶλλον ἡ παρθενία. Ἀλλ' οὐκ ἔστιν, οὐκ ἔστι, μὴ γένοιτο. Ὅπου γὰρ τὰς ἔτι περιόντων ἀπεχομένας τῶν ἀνδρῶν θαυμάζομεν ἅπαντες καὶ ἀποδεχόμεθα, τὰς καὶ ἀπελθόντων αὐτῶν τὴν αὐτὴν περὶ αὐτοὺς ἐπιδεικνυμένας εὔνοιαν, πῶς οὐκ ἐκπλήττεσθαι δεῖ καὶ ἐπαινεῖν; Ἕως μὲν οὖν, ὅπερ ἔφην, συνῆς τῷ μακαρίῳ Θηρασίῳ, καὶ τιμῆς καὶ προνοίας ἀπέλαυες οἵας παρὰ ἀνθρώπου χρηστοῦ ἀπολαύειν εἰκός· νῦν δὲ εἰς τὴν ἐκείνου τάξιν ἔχεις τὸν ἁπάντων ∆εσπότην Θεόν, ὃς καὶ πάλαι σου προεστὼς μειζόνως καὶ μετὰ πλείονος τοῦτο ποιήσει τῆς σπουδῆς νῦν· καὶ τῆς πολλῆς αὐτοῦ προνοίας οὐ μικρόν, ὥσπερ ἔφθην εἰπών, τεκμήριον ἔδειξεν ἡμῖν ἤδη, ἐν τοσαύτῃ καμίνῳ φροντίδων καὶ λύπης ὑγιῆ καὶ ἀνέπαφόν σε διαφυλάξας καὶ μηδὲν ἀφεὶς τῶν ἀβουλήτων παθεῖν. Ὁ δὲ ἐν τοσούτῳ σάλῳ μὴ συγχωρήσας γενέσθαι ναυάγιον, πολλῷ μᾶλλον ἐν γαλήνῃ διατηρήσει τὴν σὴν ψυχὴν καὶ κούφην ποιήσει τὴν χηρείαν καὶ τὰ ἐκ ταύτης δοκοῦντα εἶναι δεινά. Εἰ δέ σε τὸ τῆς χηρείας ὄνομα οὐ θορυβεῖ, ἀλλὰ τὸ ἄνδρα τοιοῦτον ἀποβαλεῖν, συνομολογῶ σοι κἀγὼ πανταχοῦ γῆς ὀλίγους γεγενῆσθαι τοιούτους ἐν ἀνδράσι βιωτικοῖς φιλοστόργους, ἐπιεικεῖς, ταπεινούς, ἀπλάστους, συνετούς, εὐλαβεῖς. Ἀλλ' εἰ μὲν διελύετο παντελῶς καὶ εἰς τὸ μηδὲν ἔληγεν, ἔδει θορυβεῖσθαι καὶ ἀλγεῖν· εἰ δὲ εἰς τὸν εὔδιον κατέπλευσε λιμένα καὶ πρὸς τὸν ὄντως αὐτοῦ βασιλέα ἀποδεδήμηκεν, οὐ πενθεῖν ὑπὲρ τούτων, ἀλλὰ καὶ χαίρειν δεῖ. Οὐ γὰρ θάνατος ὁ θάνατος οὗτος, ἀλλ' ἀποδημία καὶ μετάστασίς τις ἀπὸ τῶν χειρόνων ἐπὶ τὰ βελτίω, ἀπὸ τῆς γῆς πρὸς τὸν οὐρανόν, ἀπὸ τῶν ἀνθρώπων πρὸς ἀγγέλους καὶ ἀρχαγγέλους καὶ τὸν τῶν ἀγγέλων καὶ ἀρχαγγέλων ∆εσπότην. Ἐνταῦθα μὲν γὰρ ἐπὶ τῆς γῆς στρατευόμενον βασιλεῖ καὶ κινδύνους ἦν προσδοκᾶν καὶ πολλὰς παρὰ τῶν φθονούντων τὰς ἐπιβουλάς· ὅσῳ γὰρ αὐτῷ τὰ τῆς εὐδοκιμήσεως ηὔξανε, τοσούτῳ καὶ τὰ παρὰ τῶν ἐχθρῶν ἐπλεόναζεν· ἐκεῖ δὲ ἀπελθόντα οὐκ ἔστιν ὑποπτεῦσαι τούτων οὐδέν. Ὥστε ὅσῳπερ ἂν πενθῇς ὅτι χρηστὸν ὄντα καὶ ἐνάρετον ἔλαβεν ὁ Θεός, τοσούτῳ χαίρειν δεῖ ὅτι μετὰ πολλῆς τῆς ἀσφαλείας καὶ τῆς δόξης ἀποδεδήμηκε, καὶ τῆς ἐν τῷ παρόντι κινδύνῳ ταραχῆς ἀπαλλαγείς ἐστιν ἐν εἰρήνῃ καὶ ἡσυχίᾳ πολλῇ. Πῶς γὰρ οὐκ ἄτοπον τὸν μὲν οὐρανὸν πολλῷ βελτίω τῆς γῆς εἶναι ὁμολογεῖν, τοὺς δὲ ἀπὸ ταύτης ἐκεῖ μεταστάντας πενθεῖν; Εἰ μὲν γὰρ τῶν αἰσχρῶς βεβιωκότων καὶ παρὰ τὸ τῷ θεῷ δοκοῦν ὁ μακάριος ἐκεῖνος ἦν, ἔδει κόπτεσθαι καὶ θρηνεῖν, οὐκ ἀπελθόντα μόνον, ἀλλὰ καὶ ζῶντα ἐκεῖνον· ἐπειδὴ δὲ τῶν αὐτῷ φίλων καὶ οὗτος εἷς ἐτύγχανεν ὤν, οὐ ζῶντι μόνον, ἀλλὰ καὶ κοιμηθέντι συνήδεσθαι χρή. Τοῦ μακαρίου Παύλου πάντως ἤκουσας λέγοντος· «Τὸ ἀναλῦσαι καὶ σὺν Χριστῷ εἶναι πολλῷ μᾶλλον κρεῖσσον.» Ἀλλὰ ῥημάτων ἴσως ποθεῖς ἀκοῦσαι τῶν ἐκείνου καὶ φιλίας ἀπολαῦσαι τῆς πρὸς αὐτόν, καὶ συνήθειαν ἐπιζητεῖς καὶ δόξαν τὴν δι' αὐτὸν καὶ λαμπρότητα καὶ τιμὴν καὶ ἀσφάλειαν, καὶ ταῦτά σε πάντα φροῦδα γενόμενα θορυβεῖ καὶ σκοτοῖ.

Τὴν μὲν οὖν φιλίαν τὴν πρὸς ἐκεῖνον ἔξεστί σοι φυλάττειν καὶ νῦν ὁμοίως ὥσπερ καὶ πρότερον. Τοιαύτη γὰρ ἡ τῆς ἀγάπης δύναμις· οὐ τοὺς παρόντας μόνον καὶ πλησίον ὄντας ἡμῶν καὶ ὁρωμένους, ἀλλὰ καὶ τοὺς μακρὰν ἀφεστῶτας περιλαμβάνει καὶ συγκολλᾷ καὶ συνδεῖ· καὶ οὔτε χρόνων πλῆθος, οὔτε ὁδῶν διάστημα, οὔτε ἄλλο τῶν τοιούτων οὐδὲν ψυχῆς φιλίαν διακόψαι δύναιτ' ἂν καὶ