3
τιμωρία, καὶ κόλασις, τὰ ἐκεῖ γινόμενα ἅπαντα. Τί γὰρ ὄφελος τῆς προσκαίρου ταύτης ἡδονῆς, ὅταν διηνεκὴς ἐντεῦθεν ὀδύνη τίκτηται, καὶ ἡμέρᾳ, καὶ ἐν νυκτὶ κεντούμενος ὑπὸ τῆς ἐπιθυμίας πᾶσιν ᾖς δυσχερὴς καὶ δυσάρεστος; Ἐξέτασον γοῦν σαυτὸν, τίς μὲν γίνῃ ἀπὸ ἐκκλησίας ἀναχωρῶν, τίς δὲ ἀπὸ θεάτρων· καὶ ἑκατέρας δὲ παράβαλε τὰς ἡμέρας, καὶ οὐδὲν δεήσῃ τῶν ἡμετέρων λόγων. Ἀρκέσει γὰρ ἑκατέρας ἡ σύγκρισις τῆς ἡμέρας δεῖξαι τὸ μέγεθος καὶ τῆς ἐντεῦθεν ὠφελείας, καὶ τῆς ἐκεῖθεν βλάβης. Ταῦτα καὶ ἤδη πρὸς τὴν ὑμετέραν ἀγάπην εἶπον, καὶ οὐδέποτε παύσομαι λέγων. Τούς τε γὰρ νοσοῦντας τὰ τοιαῦτα νοσήματα παραμυθησόμεθα, τούς τε ὑγιαίνοντας ἀσφαλεστέρους ποιήσομεν. Ἑκατέροις γὰρ ὁ περὶ τούτων χρήσιμος ὁ λόγος· τοῖς μὲν, ἵνα ἀποστῶσι, τοῖς δὲ, ἵνα μὴ ἐμπέσωσιν. Ἀλλ' ἐπειδὴ χρὴ καὶ τοὺς ἐπιτιμῶντας τοῦτο συμμέτρως ποιεῖν, μέχρι τούτου ταύτην στήσαντες τὴν παραίνεσιν, τὰ ὑπολειφθέντα ἐκ τῆς προτέρας ὑποθέσεως ὑμῖν ἀποδώσομεν, ἐπὶ τὸν πατέρα ἡμῶν Ἀβραὰμ ἐπανελθόντες πάλιν. Καὶ γὰρ τοῖς ζωγράφοις ἔθος, ἐπειδὰν μέλλωσιν ἐμφερῆ τινα ἐργάζεσθαι εἰκόνα, καὶ μίαν καὶ δύο καὶ τρεῖς ἡμέρας τοὺς γράφεσθαι μέλλοντας παρακαθίζουσιν αὐτοῖς, ἵνα τῇ συνεχείᾳ τῆς θεωρίας ἀδιάπτωτον τῆς μορφῆς διασώσωνται τὴν ἀκρίβειαν. Ἐπεὶ οὖν καὶ ἡμῖν ζωγραφῆσαι πρόκειται νῦν, οὐχὶ τύπον μορφῆς σωματικῆς, ἀλλὰ ψυχῆς κάλλος, καὶ νοητὴν εὐμορφίαν, καὶ πολιτείαν ἀκμάζουσαν τοῦ δικαίου, καὶ τὸ πρᾶον, καὶ ἥμερον, καὶ μεγαλόψυχον, καὶ τὴν ἄλλην ἅπασαν αὐτοῦ ἀρετὴν, δέον πλείονα τὴν διατριβὴν πρὸς τοῦτον ποιήσασθαι, ἵνα τῇ συνεχείᾳ τῆς τοῦ λόγου διοπτρίσεως τῆς τοῦ ἀρχετύπου ὁμοιότητος μὴ διαμάρτωμεν. Εἰ γὰρ σώματος εἰκόνες φέρουσί τινα παραμυθίαν τοῖς ὁρῶσι, πολλῷ μᾶλλον αἱ τῆς ψυχῆς εἰκόνες. Κἀκείνας μὲν οὐ δυνατὸν πανταχοῦ ὁρᾷν, ἀλλ' ἀνάγκη διηνεκῶς ἐφ' ἑνὸς ἱδρύσθαι τόπου· ταύτην δὲ ὅπουπερ ἂν θέλῃς περιαγαγεῖν, οὐδὲν τὸ κωλύον. Ἐναποθέμενος γὰρ αὐτὴν τοῖς τῆς διανοίας ταμιείοις, ὅπουπερ ἂν ᾖς, συνεχῶς εἰς αὐτὴν ὁρᾷν δυνήσῃ, καὶ πολλὴν παρ' αὐτῆς καρποῦσθαι τὴν ὠφέλειαν. Καὶ καθάπερ οἱ τοὺς ὀφθαλμοὺς νοσοῦντες, σπογγιὰς, καὶ ἱματίων ῥάκη κυανιζόντων κατέχοντες, καὶ συνεχῶς εἰς αὐτὰ βλέποντες, καρποῦνταί τινα τοῦ νοσήματος παραμυθίαν ἀπὸ τοῦ χρώματος ἐκείνου, οὕτω καὶ σὺ, ἂν τὴν εἰκόνα τοῦ πατριάρχου Ἀβραὰμ πρὸ ὀφθαλμῶν ἔχῃς τῶν ἑαυτοῦ, καὶ συνεχῶς εἰς αὐτὸν ἀτενίζῃς, κἂν μυριάκις θυμὸς, ἢ ἕτερόν τι τῶν ἀτόπων ἐνοχλῇ καὶ συγχέη τὸν ὀφθαλμὸν τῆς διανοίας, ὁρῶν εἰς ἐκεῖνον τὸν χαρακτῆρα τῆς ἀρετῆς, ὁλόκληρον δέξῃ τὴν ὑγίειαν, καὶ καθαρὰν τὴν φιλοσοφίαν. Λοιπὸν, εἰ δοκεῖ, ἐπὶ τὸ προκείμενον τὸν λόγον χειραγωγήσωμεν.
βʹ. Ὁ μακάριος Μωϋσῆς, ἀγαπητὲ, ὁ τοῖς κατ' εὐσέβειαν ἔργοις οἰκειωθεὶς τῷ Θεῷ, ὁ παρὰ πάντας τοὺς μετ' αὐτὸν προφήτας ἰδικωτέρας ἀξιωθεὶς τῆς τοῦ κτίσαντος 56.545 ὁμιλίας, ὡς καὶ στόμα κατὰ στόμα λαλήσαντος αὐτῷ τοῦ Θεοῦ ἐν εἴδει, καὶ οὐ δι' αἰνιγμάτων, ὁ θείῳ πυρὶ, φωτίζειν μόνον, οὐ καίειν εἰδότι, πρὸς τὴν τοῦ Θεοῦ μυσταγωγηθεὶς θεωρίαν, ὁ θείᾳ βουλῇ θεὸς εἶναι Φαραὼ χρηματίσας, καὶ μετοχῇ σεβασμίου προσηγορίας παρὰ πάντας ἐξαιρέτως τοὺς τότε κοσμούμενος, ὁ τῶν ἐν Αἰγύπτῳ γεγενημένων θεηλάτων πληγῶν διάκονος προχειρισθεὶς φοβερώτατος, καὶ τῆς τοῦ Θεοῦ δραστηρίου δυνάμεως φανεὶς ὑπηρέτης ὀξύτατος, ὁ δᾳδουχίᾳ Πνεύματος ἁγίου τὸν νοητὸν τῆς ψυχῆς φωτισθεὶς ὀφθαλμὸν, καὶ τῶν ἀρχαίων τοῦ Παντοκράτορος ἔργων ἐξηγητὴς γενόμενος ὄψιμος, οὗτος ὁ μακάριος μετὰ τὴν εὔτακτον καὶ καλὴν τῆς κοσμοποιίας διήγησιν, ἐπὶ τὴν τῶν παλαιῶν ἀνδρῶν ἱστορίαν ἐχώρησεν, ἰδίᾳ μὲν τῶν ἀγαθῶν, ἰδίᾳ δὲ τῶν πονηρῶν, καὶ τῶν μὲν ἀγαθῶν τρισμακάριον ὄντως τὸ τέλος, τῶν δὲ ἐναντίων τούτοις ἐπάρατον ἀνεγράψατο, ἵνα ἔχοντες ἐκ μὲν τῆς κοσμοποιίας τὰ περὶ τῆς θεοσεβείας παιδεύεσθαι δόγματα, ἐκ δὲ τῶν προλαβόντων τοῦ βίου καὶ μισεῖν πονηρίαν, καὶ τιμᾷν ἀρετὴν, ῥᾳδίως τὸν θεοφιλῆ καὶ μακάριον διανύωμεν βίον. Πολλὰ μὲν οὖν ἀρετῆς καὶ