1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

5

Παλαιστίνης ἀφετηρίῳ. Ηὐλίζου δὲ σὺ πανημέριος ὑπὸ τῇ δρυῒ, ἀγαθὸς τοῖς ὁδεύουσι προφαινόμενος ἀναπαύσεως ἄγγελος. Ὤφθη σοι Χριστὸς, ὦ θαυμάσιε, ὑπ' ἀγγέλων δορυφορούμενος δύο, καὶ γέγονας διὰ φιλοξενίας καὶ Θεῷ καὶ ἀγγέλοις ὁμόσκηνος. Ὦ μακαρία σκηνὴ, ἡ Θεὸν μετ' ἀγγέλων δι' οἰκονομίαν χωρήσασα! Ὤφθη σοι Χριστὸς ἐν ἀνθρώπου σχήματι, τῆς θείας αὐτοῦ καὶ σωτηρίου ἐπιδημίας παραφαίνων σοι τὰ μυστήρια· ὅμως οὐκ ἔλαθέ σε τοῦ παρόντος ἡ δόξα διὰ τὸ δουλικὸν σχῆμα. Εἶχες γὰρ ὀφθαλμοὺς ἄλλους, οἷς ∆εσπότης γνωρίζεται. Ἐπέγνως τοιγαροῦν μεσίτην Θεοῦ, τὸν ἐν μέσῳ δύο ζώων γνωρίζεσθαι μέλλοντα Υἱόν. Θαυμάζω μέν σου, μακάριε, τὴν περὶ τῶν φανέντων σπουδήν· ἐξὸν γὰρ ἐπιτάξαι θεράποντι καὶ πληρῶσαι τὴν χρείαν προστάγματι, ἔδραμες σὺ εἰς τὰς βόας πρεσβύτης, ἀκμάζοντι πόθῳ παλαιὸν σῶμα στηρίζων. Ἐκοινώνει δέ σοι προθύμως τῶν ἔργων ἡ σύζυγος, καὶ πλήθει ἀζύμων ἄρτων ἐστεφάνου τὴν τράπεζαν· οὐ γὰρ ἀνέμεινε τὴν ζύμωσιν ἡ τῆς φιλοξενίας σπουδή. Πάντα δὲ ἦν φόβου καὶ σεβάσματος τὰ πραττόμενα, οὐχ ὡς ἄνδρας ξενίζοντος, ἀλλ' ὡς Θεῷ θυσίαν προσφέροντος. Καλός σου, μακάριε, διὰ ταῦτα τῆς φιλοξενίας ὁ καρπὸς, καλὴ καὶ τῆς φιλοθεΐας ἡ ἀμοιβή. Λύεται γὰρ παρὰ πάσας ἐλπίδας μήτρας ἐστειρωμένης δεσμὰ, καὶ νεκρὰ πρεσβύτου μέλη πρὸς τέκνου γνησίου σπόρον ἀνθεῖ, καὶ δέχῃ παρὰ μονογενοῦς Θεοῦ περὶ μονογενοῦς υἱοῦ εὐαγγέλια. Κατὰ τὸν καιρὸν γὰρ, φησὶ, τοῦτον ἐλεύσομαι, καὶ ἔσται τῇ Σάῤῥᾳ υἱός. Πῶς σου κατ' ἀξίαν ἐπαινέσω τὴν πίστιν, πανόλβιε; Οὐ γὰρ διεκρίθης πρὸς τὴν ὑπόσχεσιν, οὐδὲ περὶ ἐπαγγελίαν ἐχώλανας, οὐδὲ κατενόησας τὸ ἑαυτοῦ σῶμα νενεκρωμένον, ἑκατονταετής που ὑπάρχων, οὐδὲ ἀπέβλεψας εἰς τὴν στείρωσιν τῆς μήτρας Σάῤῥας, ἀλλ' ἐνεδυναμώθης τῇ πίστει, εἰδὼς ὅτι ὃ ἐπήγγελται ὁ Θεὸς, δυνατός ἐστι καὶ πληρῶσαι. Οὐ γὰρ δουλεύει φύσεως πάθεσιν ὁ φύσεως δημιουργὸς, ὅτι οὐχ ὑπόκειται φύσεως ἀνάγκῃ Θεὸς ἐν οἷς ἐργάζεται, πάσης φύσεως ὑπάρχων δημιουργός· ἀκολουθεῖ δὲ πρὸς πᾶν εἶδος μεταβολῆς ἡ φύσις τῷ ἐλευθέρῳ τοῦ πεποιηκότος θελήματι. Τοιγαροῦν οὐκ ἐψεύσθης τῶν ἐλπίδων, μακάριε, ἀλλ' ὀνομάζῃ πατὴρ ἐν προθεσμίᾳ ῥητῇ, ἐν ἡλικίᾳ νεκρᾷ. Καὶ πρῶτον βλέπεις ἐκ Σάῤῥας καρπὸν, καὶ θαυμάζεις πῶς ἐπιῤῥέουσι παρ' ἐλπίδας τῇ γεγηρακυίᾳ τοῦ γάλακτος αἱ πηγαὶ, καὶ μετ' ὀλίγον προσψελλίζεις τῷ τόκῳ, καλεῖν πατέρα διδάσκων τὸ γένημα, ταύτην αἰτῶν παρὰ τοῦ τέκνου τὴν κλῆσιν, ἣν προλαβοῦσα δι' ἐπαγγελίας ἡ χάρις ἐκύρωσε. Πῶς τὰ μετὰ ταῦτά σου διηγήσομαι κατορθώματα, θαυμάσιε; πῶς ὑψηλήν σου καὶ περιβόητον ἀπαγγελῶ πίστιν; Ὑπὲρ πίστιν ἡ πίστις σου, ὑπὲρ ἀκοὴν πᾶσαν ἡ πρὸς Θεόν σου καθοσίωσις. Τίς γὰρ πιστεύσει ποτὲ, ὅτι πατὴρ οἰκεῖον τέκνον θυσίαν προσήνεγκε γνησίως τῷ Θεῷ; Τάχα μόνοι πιστεύομεν οἱ μὴ γεγονότες πατέρες, οἱ τέκνων στοργὴν μὴ δεδιδαγμένοι παρὰ τῆς φύσεως. Ἡκέτω δὲ τῶν εἰρημένων μάρτυς καὶ θεία Γραφὴ, καθάπερ κήρυξ ὑψηλὸς, ἐκβοῶσα τοῦ μακαρίου τὴν φιλόθεον γνώμην. Μετὰ ταῦτα, φησὶν, ἐπείραζεν ὁ Θεὸς τὸν Ἀβραάμ. Ἐπείραζε δὲ, οὐχ ἵνα μάθῃ διὰ πείρας τὸ ἀγνοούμενον, μάρτυσι τῆς γνώμης τοῦ ἀνδρὸς τοῖς ἀποτελέσμασι χρώμενος· ἠγνόησε γὰρ οὐδὲν οὐδέπω ὁ Θεὸς, αὐτὸς τῇ ἑαυτοῦ θεωρίᾳ πάντοτε πρὸς τὴν πάντων γνῶσιν ἀρκούμενος· ἀλλ' ὅπως ὃν σαφῶς προεγίνωσκε, τοῦτον διὰ πείρας μαθόντες οἱ ἄνθρωποι, καλὸν ἔχωσι πρὸς μίμησιν θεοσεβείας ὑπογραμμόν. Τίνα δὲ καὶ τὰ τοῦ πειρασμοῦ ῥήματα, φέρε σκοπήσωμεν. Ἀβραὰμ, φησὶν, Ἀβραάμ. Ὁ δὲ εἶπεν, Ἰδοὺ ἐγώ. Ἔφη αὐτῷ· Λάβε τὸυἱόν σου τὸν ἀγαπητὸν, ὃν ἠγάπησας, τὸν Ἰσαὰκ, καὶ πορεύθητι εἰς τὴν γῆν τὴν ὑψηλὴν, καὶ ἀνένεγκέ 56.547 μοι αὐτὸν εἰς ὁλοκάρπωσιν. Ὢ πόσην ὁ Θεὸς διὰ τῶν 56.547 οὕτως εἰρημένων ῥημάτων τῆς πίστεως τοῦ προπάτορος εἰργάσατο βάσανον! Ἤρκει μὲν γὰρ μόνον εἰπεῖν, Λάβε τὸν Ἰσαὰκ, καὶ ἀνένεγκε αὐτὸν εἰς ὁλοκάρπωσιν, μήτε υἱὸν εἰπόντα, μήτε τῇ τοῦ ἀγαπητοῦ μνήμῃ τὰ πατρῷα σπλάγχνα κινήσαντα. Ἀλλ' ἐπειδὴ τοῖς ἔνδον τῶν ἀγαθῶν διακεχυμένοις ἡ τῶν κακῶν αἰφνίδιος φορὰ βαρυτέραν