1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

3

καὶ ὁ Υἱὸς, οὓς θέλει ζωοποιεῖ· ὅταν δὲ τὴν ταυτότητα τῆς λατρείας, Ἵνα πάντες τιμῶσι τὸν Υἱὸν, καθὼς τιμῶσι τὸν Πατέρα· ὅταν δὲ τὴν αὐθεντίαν τὴν ἐν ταῖς τῶν νόμων μετασκευαῖς, Ὁ Πατήρ μου, φησὶν, ἐργάζεται, κἀγὼ ἐργάζομαι. Ἀλλ' οὗτοι πάντα ταῦτα παραδραμόντες, καὶ τὸ Υἱὸς ὄνομα οὐ κυρίως ἐκλαβόντες, ἐπειδὴ καὶ αὐτοὶ τετίμηνται τῇ τῶν υἱῶν προσηγορίᾳ, εἰς τὴν αὐτὴν εὐτέλειαν τὸν Υἱὸν κατάγουσι λέγοντες, Ἐγὼ εἶπα, θεοί ἐστε, καὶ υἱοὶ Ὑψίστου πάντες. Οὐκοῦν ἐπειδὴ διὰ τὴν τοῦ υἱοῦ προσηγορίαν φῂς μηδὲν ἔχειν σου πλέον τὸν Υἱὸν, καὶ κατὰ τοῦτο μηδὲ εἶναι 48.759 ἀληθινὸν υἱὸν, καὶ διὰ τὴν τοῦ Θεοῦ προσηγορίαν, ἐπειδή σοι μετέδωκε τοῦ ὀνόματος, φιλονεικήσεις ἴσως μηδὲν ἔχειν σου πλέον τὸν Πατέρα· ὥσπερ γὰρ υἱὸς ἐκλήθης, οὕτω καὶ θεὸς ἐκλήθης· ἀλλ' ὥσπερ θεὸς κληθεὶς οὐ τολμᾷς εἰπεῖν ὅτι ψιλὸν ἐκεῖ τὸ ὄνομα, ἀλλ' ὁμολογεῖς ἀληθῆ Θεὸν εἶναι τὸν Πατέρα· οὕτω μηδὲ ἐπὶ τοῦ Υἱοῦ τόλμα σαυτὸν εἰς μέσον ἄγειν, καὶ λέγειν, ὅτι κἀγὼ υἱὸς κέκλημαι· καὶ ἐπειδὴ τῆς αὐτῆς οὐσίας οὐκ εἰμὶ, οὐδὲ ἐκεῖνος ὀφείλει τῆς αὐτῆς εἶναι· τὰ γὰρ ἀπηριθμημένα ἅπαντα δείκνυσιν ἀληθινὸν ὄντα Υἱὸν καὶ τῆς αὐτῆς οὐσίας τῷ γεγεννηκότι. Ὅταν γὰρ εἴπῃ, ὅτι τῆς αὐτῆς ἐστιν αὐτῷ μορφῆς, καὶ τοῦ αὐτοῦ χαρακτῆρος, τί ἄλλο δηλοῖ, ἢ τὸ ἀπαράλλακτον τῆς οὐσίας; Οὐ γὰρ δὴ μορφὴ περὶ Θεὸν, οὐδὲ πρόσωπον· ἀλλ' ὡς ταῦτα, φησὶ, λέγεις, εἰπὲ καὶ τὰ ἐναντία. Ποῖα ἐναντία; Οἷον ὅτι εὔχεται τῷ Πατρί· εἰ γὰρ τῆς αὐτῆς ἐστι δυνάμεως, καὶ τῆς αὐτῆς οὐσίας, καὶ ἀπὸ ἐξουσίας πάντα ποιεῖ, τίνος ἕνεκεν εὔχεται; γʹ. Ἐγὼ δὲ οὐ ταῦτα ἐρῶ μόνον, ἀλλὰ καὶ ὅσα ἕτερα ταπεινὰ περὶ αὐτοῦ εἴρηται, πάντα παραθήσομαι μετὰ ἀκριβείας, πρότερον ἐκεῖνο εἰπὼν, ὅτι ἐγὼ μὲν τῶν ταπεινῶς εἰρημένων περὶ αὐτοῦ πολλὰς ἔχω καὶ δικαίας αἰτίας εἰπεῖν, σὺ δὲ τῶν ὑψηλῶν καὶ ἐνδόξων οὐδεμίαν ἑτέραν ἔχοις ἂν εἰπεῖν πρόφασιν, ἀλλ' ἢ τὸ βούλεσθαι τὴν εὐγένειαν ἡμῖν αὐτὸν ἐνδείκνυσθαι τὴν αὐτοῦ. Ἐπεὶ εἰ μὴ τοῦτο οὕτως ἔχοι, μάχη καὶ πόλεμος ἐν ταῖς Γραφαῖς· τὸ γὰρ λέγειν ὅτι Ὥσπερ ὁ Πατὴρ ἐγείρει τοὺς νεκροὺς καὶ ζωοποιεῖ, οὕτω καὶ ὁ Υἱὸς οὓς θέλει ζωοποιεῖ, καὶ ὅσα ἕτερα εἶπον, καὶ τὸ πάλιν εὔχεσθαι, ἡνίκα ἂν δέῃ τοῦτο ποιεῖν, ἐναντίον· ἀλλ' ἐὰν τὰς αἰτίας εἴπω, πᾶσα ἀνῄρηται λοιπὸν ἀμφισβήτησις. Τίνες οὖν εἰσιν αἱ αἰτίαι τοῦ ταπεινὰ πολλὰ καὶ αὐτὸν καὶ τοὺς ἀποστόλους εἰρηκέναι περὶ αὐτοῦ; Πρώτη μὲν οὖν αἰτία καὶ μεγίστη, τὸ σάρκα αὐτὸν περιβεβλῆσθαι, καὶ βούλεσθαι καὶ τοὺς τότε καὶ τοὺς μετὰ ταῦτα πιστώσασθαι πάντας, ὅτι οὐ σκιά τίς ἐστιν, οὐδὲ σχῆμα ἁπλῶς τὸ ὁρώμενον, ἀλλ' ἀλήθεια φύσεως. Εἰ γὰρ τοσαῦτα ταπεινὰ καὶ ἀνθρώπινα περὶ αὐτοῦ καὶ τῶν ἀποστόλων εἰρηκότων, καὶ αὐτοῦ περὶ ἑαυτοῦ, ὅμως ἴσχυσεν ὁ διάβολος πεῖσαί τινας τῶν ἀθλίων καὶ ταλαιπώρων ἀνθρώπων ἀρνήσασθαι τῆς οἰκονομίας τὸν λόγον, καὶ τολμῆσαι εἰπεῖν, ὅτι σάρκα οὐκ ἔλαβε, καὶ τὴν πᾶσαν τῆς φιλανθρωπίας ὑπόθεσιν ἀνελεῖν· εἰ μηδὲν τούτων εἶπε, πόσοι οὐκ ἂν εἰς τὸ βάραθρον τοῦτο κατέπεσον; Οὐκ ἀκούεις ἔτι καὶ νῦν Μαρκίωνος ἀρνουμένου τὴν οἰκονομίαν, καὶ Μανιχαίου, καὶ Οὐαλεντίνου, καὶ πολλῶν ἑτέρων; ∆ιὰ τοῦτο πολλὰ ἀνθρώπινα καὶ ταπεινὰ φθέγγεται, καὶ τῆς οὐσίας ἐκείνης τῆς ἀποῤῥήτου ἀποδέοντα, ἵνα πιστώσηται τῆς οἰκονομίας τὸν λόγον. Καὶ γὰρ σφόδρα ἐσπούδακεν ὁ διάβολος ταύτην ἐκ τῶν ἀνθρώπων τὴν πίστιν ἀνελεῖν, εἰδὼς ὅτι τῆς οἰκονομίας ἐὰν ἀνέλῃ τὴν πίστιν, τὸ πλέον τῶν καθ' ἡμᾶς οἰχήσεται πραγμάτων. Ἔστι καὶ ἑτέρα μετὰ ταύτην αἰτία, ἡ ἀσθένεια τῶν ἀκουόντων, καὶ τὸ μὴ δύνασθαι τότε πρῶτον αὐτὸν ἰδόντας, καὶ τότε πρῶτον ἀκούοντας, τοὺς ὑψηλοτέρους τῶν δογμάτων δέξασθαι λόγους. Καὶ ὅτι οὐ στοχασμὸς τὸ λεγόμενον, ἀπ' αὐτῶν σοι παραστῆσαι τοῦτο πειράσομαι τῶν Γραφῶν 48.760 καὶ δεῖξαι, ὅτι εἴ ποτέ τι μέγα καὶ ὑψηλὸν καὶ τῆς αὐτοῦ δόξης ἄξιον ἐφθέγξατο· τί λέγω μέγα καὶ ὑψηλὸν, καὶ τῆς αὐτοῦ δόξης ἄξιον; εἴ ποτέ τι τῆς ἀνθρωπίνης φύσεως εἶπε πλέον,