1

 2

 3

 4

 5

 6

3

ἀπολαύοντες, κοινὴν ἀναφέρομεν τὴν θυσίαν, κοινὴν τὴν προσφοράν· οὐδ' ἔχει τι πλέον οὗτος ἐκείνου, οὐδὲ ἐκεῖνος τούτου, ἀλλὰ πάντες ἐν τῇ αὐτῇ τιμῇ, καὶ φωνὴ μία ἐκ διαφόρων γλωττῶν πρὸς τὸν τῆς οἰκουμένης ἀναπέμπεται ∆ημιουργόν. Ἡ διαφορὰ δὲ οὐκ ἐν τῷ δούλῳ καὶ ἐν τῷ ἐλευθέρῳ, οὐκ ἐν τῷ πλουσίῳ καὶ ἐν τῷ πένητι, οὐκ ἐν τῇ γυναικὶ καὶ ἐν τῷ ἀνδρὶ, ἀλλ' ἐν τῇ γνώμῃ, ἐν τῇ σπουδῇ καὶ τῇ ῥᾳθυμίᾳ, ἐν τῇ κακίᾳ καὶ τῇ ἀρετῇ. Οὕτω γὰρ καὶ πλούσιον ἐγὼ τὸν πένητα δύναμαι καλεῖν, καὶ πένητα τὸν πλούσιον, καὶ γυναῖκα τὸν ἄνδρα, καὶ ἄνδρα τὴν γυναῖκα, καὶ ἰδιώτην τὸν σοφὸν, καὶ σοφὸν τὸν ἰδιώτην, οὐ συγχέων τῶν πραγμάτων τὴν φύσιν, ἀλλὰ τὸν ἄριστον κανόνα εἰσάγων τὸν πάντα διορθούμενον. Καὶ πῶς ἂν γένοιτο, φησὶν, ὁ ἀνὴρ γυνὴ, πῶς δὲ ἡ γυνὴ ἀνήρ; Οὐ τῆς φύσεως μεταβαλλομένης, ἀλλὰ τῆς προαιρέσεως. Ὅταν γὰρ ἴδω ἄνδρα χρυσοφοροῦντα, καλλωπιζόμενον, τὰς κόμας διατιθέντα, μύρων πνέοντα, μαλακῇ ἱματίων περιβολῇ καὶ βαδίσει θηλυνόμενον, τρυφῇ προσέχοντα, πῶς ἂν δυναίμην ἄνδρα καλέσαι τοῦτον τὸν τὴν εὐγένειαν τῆς φύσεως προδεδωκότα, καὶ πρὸς τὸ θῆλυ μεθαρμοζόμενον; Εἰ γὰρ οὐδὲ γυναῖκα ταῦτα ποιοῦσαν ἐν τοῖς ζῶσιν ὁ Παῦλος ἀριθμεῖν οὐκ ἀξιοῖ, ἀλλ' ἐξορίζει τοῦ τῶν ἐμπνεόντων χοροῦ, καὶ μετὰ τῶν τεθνεώτων ἵστησι, λέγων· Ἡ δὲ σπαταλῶσα ζῶσα τέθνηκεν· πῶς ἂν ὁ ἀνὴρ εἰς τὴν τῶν ἀνδρῶν καταλεχθῇ τάξιν ταῦτα ποιῶν, ἅπερ γυνὴ πράττουσα καὶ τὸ ζῇν ἀπολώλεκε; Τὸν γὰρ ἄνδρα μή μοι ἀπὸ τῆς χλανίδος δείξῃς, μηδὲ ἀπὸ τῆς ζώνης, μηδὲ ἀπὸ τοῦ σοβεῖν κατὰ τὴν οἰκίαν καὶ φοβερὸν εἶναι καὶ ἀπειλεῖν, ἀλλ' ἀπὸ τῆς κατὰ διάνοιαν φιλοσοφίας, ὅταν τῶν παθῶν κατέχῃ, ὅταν τῶν νοσημάτων τῆς ψυχῆς περιγίνηται, ὅταν ἄρχῃ τῆς οἰκίας αὐτοῦ τῆς ἔνδον, τῆς κατὰ ψυχὴν λέγω, καὶ μὴ ὑπὸ τῶν ἀτόπων λογισμῶν παρασύρηται· τοῦτο μάλιστα ἀνήρ. Ἂν δὲ μέθῃ καὶ κραιπάλῃ προσέχῃ, καὶ τὴν ἡμέραν δαπανᾷ καὶ ἀναλίσκῃ εἰς κώμους καὶ παροινίας, κηροῦ παντὸς μαλακώτερος ὑπὸ τοῦ πάθους γινόμενος, πῶς δυνήσομαι τὸν τοιοῦτον ἄνδρα καλεῖν, τὸν αἰχμάλωτον, τὸν δοῦλον τὸν ἀργυρώνητον, τὸν πᾶσιν ἐνδιδόντα τοῖς πάθεσι, τὸν κατακλώμενον, τὸν μαλακιζόμενον, τὸν θρυπτόμενον, τὸν ὑπὸ πάντων καταβαλλόμενον, τὸν οὐδὲ στῆναι ἐπὶ τῆς παρατάξεως δυνάμενον; Ἢ οὐκ ἴστε ὅτι οὐ πρὸς ἀνθρώπους ἡμῖν ὁμογενεῖς ἐστιν ὁ πόλεμος καὶ ἡ παράταξις, ἀλλὰ πρὸς τὰς ἀοράτους δυνάμεις, πρὸς τὰς τῶν δαιμόνων φάλαγγας, κατὰ τὸν μακάριον Παῦλον· Οὐκ ἔστιν ἡμῖν ἡ πάλη πρὸς αἷμα καὶ σάρκα, ἀλλὰ πρὸς τὰς ἀρχὰς, πρὸς τὰς ἐξουσίας; γʹ. Τοῦτο γὰρ μάλιστα ἀνδρός. Ὁ τοίνυν ὡραϊζόμενος, ἀλλ' οὐ νεανιευόμενος, ὁ καλλωπιζόμενος, ἀλλ' οὐκ ἀνδριζόμενος, πῶς ἂν ἐπὶ τῆς παρατάξεως στῇ; ἢ πῶς ἂν ἀνὴρ κληθείη, γυναικὸς πάσης μαλακώτερον διακείμενος; Κατὰ δὴ τὸν αὐτὸν τρόπον, ὥσπερ τοῦτον οὐκ ἂν καλέσαιμι ἄνδρα, ἀλλὰ γυναικὸς μαλακώτερον, οὕτω καὶ τὴν γυναῖκα τὴν ἀνδριζομένην ἀνδρὸς παντὸς στεῤῥοτέραν, ἂν τὰ ὅπλα ἁρπάσασα τὰ πνευματικὰ, καὶ τὸν θώρακα ἐνδυσαμένη τῆς δικαιοσύνης, καὶ τὸ κράνος περιθεμένη τοῦ σωτηρίου, καὶ τὴν ἀσπίδα προβαλλομένη τῆς πίστεως, καὶ τὴν ζώνην ζωσαμένη τῆς ἀληθείας, καὶ τὴν μάχαιραν λαμβάνουσα τοῦ πνεύματος, ἐπὶ τῆς παρατάξεως στῇ λάμπουσα ἀπὸ τῶν ὅπλων, ὑψηλοτέρα τῶν οὐρανῶν ἀπὸ τοῦ φρονήματος γινομένη, διαλύουσα τῶν δαιμόνων τὰς φάλαγγας, καθαιροῦσα τοῦ διαβόλου τὴν τυραννίδα, κατακεντοῦσα τὰ πάθη, πτώματα ἐργαζομένη τῶν ἐν τοῖς πολέμοις πυκνότερα, οὐκ ἀνθρώπων, ἀλλὰ λογισμῶν ἀτόπων. Γυνὴ γὰρ καὶ ἀνὴρ ἐν μὲν τοῖς σωματικοῖς εἰσι διηρῃμένοι, καὶ τῇ μὲν ἱστὸς καὶ ἠλακάτη καὶ καλαθίσκος καὶ τὸ οἰκουρεῖν καὶ θαλαμεύεσθαι καὶ παιδοτροφεῖν ἀφώρισται, ἀνδρὶ δὲ δικαστήρια καὶ βουλευτήρια καὶ