1

 2

 3

 4

3

ἡ ἐξ ἐθνῶν μεμνηστευμένη οὐκ ἔτι βούλομαι διὰ Μωϋσέως, ἢ διὰ Ἡσαΐου, ἢ διὰ Ἱερεμίου καὶ τῶν λοιπῶν προφητῶν, ἀλλ' αὐτὸς ἐλθέτω· βούλομαι στόμα πρὸς στόμα λαλῆσαι αὐτῷ· αὐτὸς ἡκέτω, Φιλησάτω με ἀπὸ φιλημάτων στόματος αὐτοῦ. Ἀκούω Ἱερεμίου λέγοντος περὶ αὐτοῦ· 55.601 Βαθεῖα ἡ καρδία αὐτοῦ παρὰ πάντας, καὶ ἄνθρωπός ἐστι, καὶ τίς γνώσεται αὐτόν; Αὐτὸν ποθῶ, αὐτὸν ἱκετεύω. Φιλησάτω με ἀπὸ φιλημάτων στόματος αὐτοῦ. Ἀκούω τοῦ Ἀμῶς λέγοντος· Ἰδοὺ ἄνθρωποςἑστὼς ἐπὶ τείχους ἀδαμαντίνου, καὶ ἐν τῇ χειρὶ αὐτοῦ ἀδάμας. Αὐτὸν ζητῶ, ἡκέτω, φιλησάτω με ἀπὸ φιλημάτων στόματος αὐτοῦ. Καὶ ὥσπερ γυνὴ φίλανδρος, ἀπόντος τοῦ ἀνδρὸς, παρακύπτουσα διὰ θυρίδων αὐτὸν περιβλέπεται, αὐτὸν περισκοπεῖ, καὶ κατὰ τὴν γῆν, καὶ κατὰ τὴν θάλασσαν· κἂν ἴδῃ πλοῖον ἐρχόμενον, ἐκεῖ τὸν ἑαυτῆς ἄνδρα φαντάζεται· κἂν ἴδῃ ὁδοιπόρους ἐρχομένους πόῤῥωθεν, ἐκεῖ τὸν ἑαυτῆς ἄνδρα λογίζεται εἶναι· πολλάκις γὰρ αὐτοῖς συναντήσασα ἐπερωτᾷ περὶ τοῦ ἰδίου ἀνδρός· Εἴπατέ μοι, ποῦ αὐτὸν ἐάσατε, ἐν ποίᾳ πόλει ἢ κώμῃ, τί λέγοντα, ἢ τί ποιοῦντα, ἢ πότε ἐρχόμενον;

γʹ. Τὸν αὐτὸν τρόπον καὶ ἡ πάνσεμνος Ἐκκλησία φιλήματι ἁγίῳ καὶ ἀγάπῃ

συνεχομένη, πάντας τοὺς προφήτας ἐπερωτᾷ λέγουσα· Ἴδετε αὐτόν; ἆρα ἔρχεται; ἆρα οὐκ ἔρχεται; ἆρα ἐν οὐρανῷ ἐστιν; ἆρα τὰ ἀπλάνητα πρόβατα τὰ ἐνενηκονταεννέα ἐν οὐρανῷ νέμει, καὶ οὐκ ἔρχεται πρὸς τὸ πεπλανημένον πρόβατον; Εἴπατέ μοι, ποῦ ποιμαίνει, ποῦ κοιτάζει, ὃν ἠγάπησεν ἡ ψυχή μου; Ἐπερωτώμενοι δὲ οἱ προφῆται, δι' ἑνὸς φθέγγονται Ἡσαΐου, καὶ λέγουσι· Εἴδομεν αὐτόν· ἀλλ' εἰ ἐκεῖνον ἐκδέχῃ, εἴδομεν αὐτὸν, καὶ οὐκ εἶχεν οὔτε τὸ εἶδος αὐτοῦ, οὔτε τὸ κάλλος, ἀλλὰ τὸ εἶδος αὐτοῦ ἄτιμον καὶ ἐκλεῖπον παρὰ τοὺς υἱοὺς τῶν ἀνθρώπων. Ἀποκρίνεται ἡ πάνσεμνος νύμφη Ἐκκλησία· ἐκεῖνός ἐστιν, αὐτὸν ποθῶ, αὐτὸν ζητῶ, ἱκετεύω, Φιλησάτω με ἀπὸ φιλημάτων στόματος αὐτοῦ. Ἀποκρίνεται πρὸς αὐτὴν Ἡσαΐας· Εἰ αὐτός ἐστιν, ἔρχεται, καὶ μετὰ ἰσχύος πολλῆς ἔρχεται. Κύριος, Κύριος ἔρχεται, καὶ ὁ βραχίων αὐτοῦ μετὰ κυρίας. Ἰδοὺ ὁ μισθὸς αὐτοῦ, καὶ τὸ Ἔργον αὐτοῦ ἐναντίον αὐτοῦ· καὶ ἐν τῇ χειρὶ αὐτοῦ συνάξει ἄρνας, καὶ τὰς ἐν γαστρὶ ἐχούσας παρακαλέσει.

Ἀκούει αὐτὴ, ὅτι ἀκριβῶς τὰ περὶ αὐτοῦ διηγεῖται Ἡσαΐας καὶ λέγει αὐτὸν ποιμένα· Ὡς ποιμὴν ποιμανεῖ τὸ ποίμνιον αὐτοῦ, καὶ ἐν τῇ χειρὶ αὐτοῦ συνάξει ἄρνας, καὶ τὰς ἐν γαστρὶ ἐχούσας παρακαλέσει· καὶ λέγει αὐτῷ· Ποῦ ποιμαίνει, ποῦ κοιτάζει, ὃν ἠγάπησεν ἡ ψυχή μου; Πέμπει αὐτὴν Ἡσαΐας πρὸς Ἰωάννην, καὶ λέγει αὐτῇ Ἰωάννης· Φωνὴ βοῶντος ἐν τῇ ἐρήμῳ· Ἑτοιμάσατε τὴν ὁδὸν Κυρίου, εὐθείας ποιεῖτε τὰς τρίβους αὐτοῦ. Ἀπέρχεται εἰς τὴν ἔρημον πρὸς Ἰωάννην, κρατεῖ αὐτὸν, ἐπερωτᾷ· Εἰπέ μοι, εἰ σὺ εἶ ὁ Χριστός; Ἀποκρίνεται Ἰωάννης· Οὐκ εἰμὶ ἐγὼ ὁ Χριστός. Καὶ λέγει πάλιν αὐτὴ πρὸς αὐτόν· Εἰ οὐκ εἶ ὁ Χριστὸς, διὰ τί βαπτίζεις; Ἀπεκρίνατο πάλιν ἐκεῖνος· Οὐκ εἰμὶ ἐγὼ ὁ Χριστός· Ὀπίσω μου ἔρχεται, ἰσχυρότερός μού ἐστιν· οὗ οὐκ εἰμὶ ἄξιος τὸν ἱμάντα τοῦ ὑποδήματος αὐτοῦ λῦσαι. Ἔτι βραδύναντος αὐτοῦ, ἔλεγεν αὐτή· Οἴμοι, τετρωμένη ἀγάπης ἐγώ. Πάλιν πρὸς αὐτὴν Ἰωάννης· Μὴ στέναζε, παῦσαι, μόνον ἐπίσχες ὀλίγον. Θεωρεῖ Ἰωάννης προσερχόμενον τὸν Κύριον, καὶ λέγει αὐτῇ· Παῦσαι, μηκέτι στέναζε. Πόῤῥωθεν ὑποδεικνύει, τὸν δάκτυλον ἐκτείνας, καὶ λέγει· Ἴδε, ὃν ζητεῖς· Ἴδε, ὁ ἀμνὸς τοῦ Θεοῦ, ὁ αἴρων τὴν ἁμαρτίαν τοῦ κόσμου. Ἀκούσασα αὕτη ἀμνὸν παρὰ Ἰωάννου, καὶ ποιμένα παρὰ Ἡσαΐου, ἀμφιβάλλει λέγουσα ἐν ἑαυτῇ· Τίνι ἄρα πιστεύσω; ἆρα τούτῳ πιστεύσω, ἢ Ἠσαΐᾳ; Θεωρεῖ ὁ ∆εσπότης, ὅτι ἀμφέβαλλε· κράζει καὶ λέγει· Ἐγώ εἰμι ὁ ποιμὴν ὁ καλός· λύει αὐτῆς τὴν ἀμφιβολίαν ἐκ τοῦ ῥήματος.

Προσέρχεται ἐκείνη τῷ νυμφίῳ, περιπτύσσεται αὐτὸν, καὶ φιλεῖ αὐτόν. Καὶ πληροῦται τὸ ἐν τῷ ∆αυῒδ γεγραμμένον· Ἔλεος καὶ ἀλή 55.602 θεια συνήντησαν,