1

 2

 3

 4

4

δικαιοσύνη καὶ εἰρήνη κατεφίλησαν. Ἵνα δὲ ἐντελέστερον μάθωμεν, ὅτι νύμφη τῷ νυμφίῳ συνήφθη, καὶ γάμος ἐγένετο πνευματικὸς, καὶ αὐλὸς ἐκθαλάμιος· ᾄδει αὐτὸν ὁ Ἰωάννης, καὶ λέγει· Ὁ ἔχων τὴν νύμφην, νυμφίος ἐστίν· ὁ δὲ φίλος τοῦ νυμφίου, ἑστὼς καὶ ἀκούων τὴν φωνὴν αὐτοῦ, χαρὰν χαίρει διὰ τὴν φωνὴν τοῦ νυμφίου. Ἐκεῖνον δεῖ αὐξάνειν, ἐμὲ δὲ ἐλαττοῦσθαι. Χρεία ἦν ὡς ἐν γάμῳ καὶ δῶρα γράφεσθαι τῇ νύμφῃ· ἔδει χάρτην ζητηθῆναι, καὶ γραφέα, καὶ κάλαμον. Ὁ χάρτης παρὰ Ἡσαΐου εὑρίσκεται. Ἐπιτάσσει τῷ γραφεῖ τὸ Πνεῦμα τὸ ἅγιον, καὶ λέγει· Λάβε μοι τόμον καινὸν, μέγαν, καὶ γράψον εἰς αὐτὸν γραφίδι ἀνθρώπου. Ἐζητεῖτο ὁ κάλαμος, εὑρέθη παρὰ τῷ ∆αυΐδ. Λέγει γὰρ περὶ αὐτοῦ· Ἡ γλῶσσά μου κάλαμος γραμματέως ὀξυγράφου, ὡραῖος κάλλει παρὰ τοὺς υἱοὺς τῶν ἀνθρώπων. Ταύτην τὴν Ἐκκλησίαν ὁ ∆αυῒδ νυμφοστολεῖ· αὐτὸς αὐτὴν καλλωπίζει, αὐτὸς αὐτὴν νουθετεῖ, καὶ διδάσκει ὡς νυμφοστόλος, ἢ, ὡς ἔθος ἐστὶ λέγειν τοῖς ἀνθρώποις, παράνυμφος. Παραγγέλλει τῇ νύμφῃ· Βλέπε, τέκνον· Ἄκουσον, θύγατερ, καὶ ἴδε, καὶ κλῖνον τὸ οὖς σου, καὶ ἐπιλάθου τοῦ λαοῦ σου· καὶ ἐπιθυμήσει ὁ βασιλεὺς τοῦ κάλλους σου. Μὴ νομίσῃς ὅτι ἴση αὐτοῦ εἶ. Ἄκουσον, θύγατερ, καὶ ἴδε, καὶ κλῖνον τὸ οὖς σου, καὶ ἐπιλάθου τοῦ λαοῦ σου· καὶ ἐπιθυμήσει ὁ βασιλεὺς τοῦ κάλλους σου· ὅτι αὐτός ἐστιν ὁ Κύριός σου· καὶ προσκυνήσουσιν αὐτῷ θυγατέρες Τύρου ἐν δώροις. Ἐάν μου ἀκούσῃς, θύγατερ, Τὸ πρόσωπόν σου λιτανεύσουσιν οἱ πλούσιοι τοῦ λαοῦ τῆς γῆς.

Ἔδει λοιπὸν γραφῆναι, καὶ τὰ παρ' ἑκάστου αὐτῶν διδόμενα, δούλους καὶ παιδίσκας· παρὰ μὲν τοῦ Χριστοῦ, δούλους· παρὰ δὲ τῆς νύμφης, παιδίσκας· τοὺς δούλους δίδωσιν ὁ Χριστός· ἔρχονται Παῦλος καὶ Σιλουανὸς καὶ Τιμόθεος δοῦλοι Ἰησοῦ Χριστοῦ· ἀπαιτοῦσι καὶ τὰς παρὰ τῆς νύμφης παιδίσκας. Ὁ ∆αυῒδ ὑπαγορεύει· Ἀπενεχθήσονται τῷ βασιλεῖ παρθένοι ὀπίσω αὐτῆς, αἱ πλησίον αὐτῆς ἀπενεχθήσονταί σοι. Γίνεται ὁ γάμος· ἔρχεται ὁ Κύριος μυστικῶς ἐν Κανᾷ τῆς Γαλιλαίας. Κανᾶ δὲ ἑρμηνεύεται κτίσις Θεοῦ· κτίσις δὲ τοῦ Θεοῦ ὁ πᾶς κόσμος. Ὧδε τοὺς γάμους τελεῖ τοὺς πνευματικοὺς, ἔρχεται ἐν Κανᾷ τῆς Γαλιλαίας, καὶ παραγίνεται ἐκεῖ πᾶς ὁ τῶν ἁγίων χορός· προσφέρουσι τῷ νυμφίῳ τὰ δῶρα, ἕκαστος κατὰ τὴν οἰκείαν δύναμιν, ὡς ἐν γάμῳ, Ἀβραὰμ τὸν μόσχον, ἡ τούτου γυνὴ Σάῤῥα τοὺς ἐγκρυφίας, Ἰσαὰκ τὰ ξύλα, Ἰακὼβ τοὺς ἐρίφους, Ἰωσὴφ σιτοδοτεῖ, Μωϋσῆς λαμπαδουχεῖ, Ἡσαΐας ᾄδει, καὶ ∆αυῒδ χορεύει. Καὶ ἐπειδὴ ἔδει καὶ γυναῖκας ἁγίας παρεῖναι εἰς τὸν τοιοῦτον γάμον, κἀκείνας ᾄδειν, ἔρχεται Ἐσθὴρ, Ἰουδὴθ στολίζεται, καλλωπίζεται· καὶ Μαρία ἡ τοῦ Μωϋσέως ἀδελφὴ λαμβάνει τὸ τύμπανον, καὶ λέγει· Ἄσωμεν τῷ Κυρίῳ· ἐνδόξως γὰρ δεδόξασται. Καὶ ἐπειδὴ ἔδει ὡς ἐν γάμῳ τοιούτῳ καὶ ἐγγράφεσθαι ἐπαίνους, Παῦλος ἐπαινῶν τὸν γάμον λέγει· Τίμιος ὁ γάμος ἐν πᾶσι, καὶ ἡ κοίτη ἀμίαντος.

Ὅτι δὲ περὶ Χριστοῦ λέγει καὶ τῆς Ἐκκλησίας, αὐτὸς ἑαυτὸν ἑρμηνευσάτω· Τί γὰρ, φησὶ, γέγραπται; Ἕνεκεν τούτου καταλείψει ἄνθρωπος τὸν πατέρα καὶ τὴν μητέρα, καὶ προσκολληθήσεται τῇ γυναικὶ αὐτοῦ, καὶ ἔσονται οἱ δύο εἰς σάρκα μίαν. Τὸ μυστήριον τοῦτο μέγα ἐστίν· ἐγὼ δὲ λέγω εἰς Χριστὸν καὶ εἰς τὴν Ἐκκλησίαν. Ὃ οὖν ἐκεῖνος ἑρμηνεύει, ἡμεῖς μὴ ἀμφιβάλλωμεν, ἐν Χριστῷ Ἰησοῦ τῷ Κυρίῳ ἡμῶν· ᾧ ἡ δόξα καὶ τὸ κράτος, σὺν τῷ ἀνάρχῳ Πατρὶ, καὶ τῷ παναγίῳ καὶ ζωοποιῷ αὐτοῦ Πνεύματι, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.