1

 2

 3

 4

 5

3

ἀθετήσας ἀνάξιος γένηται τῆς αἰωνίου ζωῆς. Τί γὰρ ὠφέλησε τὸν Σολομῶντα ταχέως λαβόντα τῆς σοφίας τὴν χάριν καὶ ἀπολέσαντα αὐτήν; Μὴ οὖν ὀλιγοψύχει, ἐὰν μὴ ταχέως λάβῃς τὸ αἴτημά σου. Εἰ γὰρ ᾔδει ὁ ἀγαθὸς δεσπότης, ὅτι ταχέως λαμβάνων τὴν χάριν οὐκ ἀπόλλυς αὐτήν, ἕτοιμος ἦν καὶ πρὸ τῆς αἰτήσεως παρασχεῖν σοι, νυνὶ δὲ κηδόμενός σου τοῦτο ποιεῖ. Εἰ γὰρ ὁ λαβὼν δοῦλος τὸ τάλαντον καὶ σῶον αὐτὸ φυλάξας, διότι μὴ προσειργάσατο, κατεκρίθη, πόσῳ μᾶλλον ὁ ἀπολέσας αὐτὸ κατακριθήσεται;

Τοῦ αὐτοῦ Πρόσεχε σεαυτὸν καὶ πανταχόθεν σεαυτὸν περισκέπτου. Ἀκοίμητον ἔχε πρὸς τὴν σεαυτοῦ φυλακὴν τὸ τοῦ νοὸς ὄμμα. Ἐν μέσῳ παγίδων διαβαίνεις. Κεκρυμμένοι βρόχοι παρὰ τοῦ ἐχθροῦ πανταχόθεν καταπεπήγασι. Πάντα οὖν περισκόπει, ἵνα σῴζῃ, ὥσπερ δορκὰς ἐκ βρόχων· ἐκείνη γὰρ ἀνάλωτός ἐστι τοῖς βρόχοις δι' ὀξύτητα τῆς ὁράσεως, ὅθεν καὶ ἐπώνυμός ἐστι τῆς ὀξυδορκίας. Ὅρα οὖν μὴ χείρων φανῇς τῶν ἀλόγων πρὸς τὴν σεαυτοῦ φυλακὴν μήποτε ταῖς πάγαις ἁλοὺς θήρα γένῃ τοῦ διαβόλου ἐζωγρημένη ὑπ' αὐτοῦ εἰς τὸ ἐκείνου θέλημα. Πρόσεχε οὖν σεαυτόν. Τοῦ αὐτοῦ περὶ τοῦ κατὰ διάνοιαν ἀμετεωρίστου Ἐκεῖνο μέντοι γε γινώσκειν χρή, ὅτι οὔτε ἄλλης τινὸς ἐντολῆς τήρησιν οὔτε αὐτὴν τὴν πρὸς τὸν Θεὸν ἀγάπην οὔτε τὴν πρὸς τὸν πλησίον δυνάμεθα κατορθῶσαι ἄλλοτε περὶ ἄλλα τῆς διανοίας ἀποπλανώμενοι. Ἀλλὰ καὶ ἡ ἄσκησις τῆς κατὰ τὸ Εὐαγγέλιον τοῦ Χριστοῦ πρὸς Θεὸν εὐαρεστήσεως ἐν τῇ ἀναχωρήσει τῶν μεριμνῶν τοῦ κόσμου καὶ τῇ παντελεῖ ἀλλοτριώσει τῶν νοητῶν περισπασμῶν κατορθοῦται. Οὕτω καὶ τοῖς μαθηταῖς ὁ Κύριος μετὰ τὴν εἰλικρινῆ καὶ ἀμετεώριστον διάθεσιν ἐμαρτύρει λέγων· ὑμεῖς οὐκ ἐστὲ ἐκ τοῦ κόσμου τούτου.

Καὶ ἀπὸ τοῦ ἐναντίου τὴν τοῦ Θεοῦ ἐπίγνωσιν τὸν κόσμον ἀδύνατον εἶναι δέξασθαι, μηδὲ τὸ ἅγιον χωρῆσαι Πνεῦμα διεμαρτύρατο. Πάτερ, γάρ, φησί, δίκαιε, καὶ ὁ κόσμος σὲ οὐκ ἔγνω καὶ τὸ πνεῦμα δὲ τῆς ἀληθείας, ὃ ὁ κόσμος οὐ δύναται λαβεῖν. Λυθῆναι οὖν δεῖ τῶν δεσμῶν τῆς προσπαθείας τοῦ βίου τόν γε ἀληθινῶς τῷ Θεῷ ἀκολουθῆσαι μέλλοντα. Τοῦτο δὲ διὰ παντελοῦς ἀναχωρήσεως καὶ λήθης τῶν παλαιῶν ἐθῶν κατορθοῦται. Τοῦτο δὲ ποιήσαντας πάσῃ φυλακῇ τηρεῖν προσήκει τὴν ἑαυτῶν καρδίαν, μή ποτε τὴν περὶ Θεοῦ ἔννοιαν ἐκβαλεῖν ἢ τὴν μνήμην τῶν θαυμασίων αὐτοῦ, φαντασίαις τῶν ματαίων καταρρυπαίνειν, ἀλλὰ διὰ τῆς διηνεκοῦς καὶ καθαρᾶς μνήμης ἐντετυπωμένην ἔχειν ταῖς ψυχαῖς ἡμῶν, ὥσπερ σφραγῖδα ἀνεξάλειπτον τὴν ὁσίαν τοῦ Θεοῦ ἔννοιαν περιφέρειν. Οὕτω γὰρ περιγίνεται ἡμῖν ἡ πρὸς Θεὸν ἀγάπη ἅμα τε διεγείρουσα πρὸς τὴν ἐργασίαν τῶν ἐντολῶν τοῦ Κυρίου καὶ ὑπ' αὐτῶν πάλιν αὐτὴ συντηρουμένη πρὸς τὸ διαρκὲς καὶ ἀδιάπτωτον. Καὶ τοῦτο δείκνυσιν ὁ Κύριος, ποτὲ μὲν λέγων, ἐὰν ἀγαπᾶτέ με, τὰς ἐντολάς μου τηρήσητε, ποτὲ δέ, ἐὰν τὰς ἐντολὰς τὰς ἐμὰς τηρήσητε, μενεῖτε ἐν τῇ ἀγάπῃ μου. Καὶ ἔτι δυσωπητικώτερον· καθὼς ἐγὼ τὰς ἐντολὰς τοῦ πατρός μου τετήρηκα καὶ μενῶ αὐτοῦ ἐν τῇ ἀγάπῃ. Ὁ δὲ παραφθείρων ἐν τῇ ἐργασίᾳ τὴν ἀκρίβειαν τῆς ἐντολῆς, δῆλός ἐστι περὶ τὴν μνήμην τοῦ Θεοῦ ἀσθενῶν. Τοῦ αὐτοῦ Συντελεῖ δὲ καὶ τὸ ἀμετεώριστον τῇ ψυχῇ καὶ τὸ ἰδιάζειν κατὰ τὴν οἴκησιν· τὸ γὰρ ἀναμεμειγμένην ἔχειν τὴν ζωὴν βλαβερόν. Οὐκοῦν, ἵνα μὴ δι' ὤτων ἢ δι' ὀφθαλμῶν ἐρεθισμοὺς δεχώμεθα καὶ ἵνα δυνηθῶμεν ἐπιμένειν τῇ προσευχῇ, ἀπιδιάσωμεν πρῶτον κατὰ τὴν οἴκησιν· οὕτω γὰρ καὶ τοῦ προλαβόντος ἔθους περιγενόμεθα, ἐν ᾧ ἀλλοτρίως ἐζήσαμεν τῶν ἐντολῶν τοῦ Θεοῦ καὶ τό· εἴ τις ἔρχεται πρός με, ἀπαρνησάσθω ἑαυτόν. Πότε ἄν τις ἓν τούτων πληρῶσαι δυνηθείη; Χρὴ γὰρ ἡμᾶς ἀπαρνησαμένους ἑαυτοὺς καὶ ἄραντας τὸν σταυρὸν τοῦ Χριστοῦ οὕτως ἀκολουθεῖν αὐτῷ. Ἄρνησις δέ ἐστιν ἑαυτοῦ ἡ παντελὴς τῶν παρελθόντων λήθη καὶ ἡ τῶν θελημάτων αὐτοῦ ἀναχώρησις. Ἐὰν δέ τι ὑπολιπώμεθα ἑαυτοῖς μνήμης γήινον ἐν οὐσίᾳ τινὶ φθαρτῇ ἐνταῦθα τοῦ νοῦ οἷον ἔν τινι βορβόρῳ κατορυγέντος, ἀνάγκη τὴν