1

 2

 3

 4

 5

 6

 7

3

Ὁρᾷς κατὰ μικρὸν τὸν λόγον αὐξόμενον; Μέγα μὲν τὸ καὶ ἐν τῇ καρδίᾳ ἔχειν, πολλῷ δὲ μεῖζον τὸ καὶ ἐν ταῖς ἁλύσεσιν· ἔστι δὲ μεῖζον τὸ καὶ ἐν τῇ ἀπολογίᾳ καὶ βεβαιώσει τοῦ εὐαγγελίου. Ἐνταῦθα γάρ μοι δοκεῖ τὸν καιρὸν αἰνίττεσθαι, καθ' ὃν πρὸς τοὺς δικάζοντας εἰσήγετο τὸν περὶ τῶν ἐσχάτων ὑπομένων κίνδυνον. Καὶ ἐκεῖ, φησὶν, ἑστὼς, οὐ τοῦτο ἐσκόπουν, ὅπως ἀπαλλαγείην τῶν ἐπικειμένων κινδύνων, οὐδὲ πῶς διακρούσομαι τὰς ἐπιβουλάς· ἀλλ' ἐντρυφῶν [ἦν] ὑμῶν τῇ ἀγάπῃ, καὶ ἀποῦσι διαλεγόμενος· καὶ οὔτε ὁδοῦ μῆκος, οὔτε πραγμάτων ὄχλος, οὔτε κινδύνων μέγεθος, οὔτε ἀρχόντων φόβος, οὐ δήμων ἐπανάστασις, οὐ θάνατος ὁρώμενος, οὐ ξίφη γυμνούμενα, οὐ δημίων πλήθη, οὐκ ἄλλο τῶν τοιούτων 63.496 οὐδὲν ἀπῆγέ με τῆς ὑμετέρας μνήμης. Οὐδὲν γὰρ ἀγάπης τυραννικώτερον, οὐδὲν αὐτῆς ὑψηλότερον· πάντων ἀνωτέρω τῶν βελῶν τούτων ἵπταται, καὶ ὑψηλοτέρα τῶν τοῦ διαβόλου καλάμων ἐστὶν, ἀπὸ τῆς κορυφῆς τῶν οὐρανῶν ἅπαντα κατοπτεύουσα· καὶ καθάπερ ἀνέμου ῥύμη ῥαγδαία προσπίπτουσα ἐνοχλοῦσαν κόνιν ἀποσοβεῖ, οὕτω καὶ ἡ τῆς ἀγάπης ἰσχὺς τῶν παθῶν πάντων τὴν προσβολὴν ἀποσοβεῖν εἴωθεν. Ὃ δὴ καὶ ἐπὶ Παύλου συνέβαινε· καὶ γὰρ ἀρκοῦσαν εἶχεν ἐν ἅπασι παραμυθίαν τῶν ἀγαπωμένων τὴν σωτηρίαν, τὴν μνήμην. Τί δέ ἐστι, Βεβαιώσει τοῦ εὐαγγελίου; Εἰ γὰρ καὶ μία ἡ λέξις, ἀλλὰ πέλαγος ἀχανὲς ἔχει νοημάτων· καὶ ταύτην ἀναπτύξαι πειράσομαι, καὶ πανταχόθεν αὐτὴν περιεργάσασθαι. Μαργαρίτης γάρ ἐστιν ὁ τοῦ Θεοῦ λόγος, διὰ πάντων ἀπολάμπων, οὐκ ἐν τῷ πλήθει τῶν ῥημάτων, ἀλλ' ἐν βραχύτητι πολλὴν ῥημάτων [νοημάτων?] δύναμιν ἐπιδεικνύμενος. Ἀλλὰ διανάστητε, καὶ ὄψεσθε πόσον ἡμῖν θησαυρὸν αὕτη τῆς λέξεως ἡ δύναμις ἀνακαλύπτει.

γʹ. Τί τοίνυν ἐστὶ βεβαίωσις εὐαγγελίου, καὶ ποίαν βεβαίωσιν εὐαγγελίου

καλεῖ, καὶ τίνος ἕνεκεν ταύτης μέμνηται τῆς λέξεως, δικαστηρίων καὶ δεσμωτηρίων καὶ ἁλύσεως μνημονεύσας; Ἡνίκα τὸ κήρυγμα κατεσπάρη (ἀνάγκη γὰρ ἀνωτέρω τὸν λόγον ἀγαγεῖν, ὥστε σαφεστέραν ποιῆσαι τὴν διδασκαλίαν), πολλῶν θορύβων πάντα ἐπληροῦτο, καὶ ταραχῆς ἦν ἅπαντα μεστά. Ἐπειδὴ γὰρ ἕνδεκα ὄντες μόνοι πρὸς τὴν οἰκουμένην παρετάττοντο, παλαιὰν ἀναμοχλεύοντες συνήθειαν, χρονίαν καταλύοντες πλάνην, πατέρων καὶ πάππων καὶ προγόνων ἀνατρέποντες νόμους, τὰ πάτρια τῶν πόλεων ἔθη διασαλεύοντες καὶ καθαιροῦντες, καὶ ἀπ' ἐναντίας πᾶσι φθεγγόμενοι, φιλοσόφοις, ῥήτορσιν, ἄρχουσι, δικασταῖς, τυράννοις, δήμοις, δούλοις, ἐλευθέροις, γηπόνοις, ναύταις, πόλεμος ἀνεῤῥιπίζετο χαλεπὸς, καὶ, ὅπερ ἔφθην εἰπὼν, ἅπαντα θορύβων ἦν μεστά· πανταχοῦ κρημνοὶ, πανταχοῦ σκόπελοι, καὶ οὐχ οὕτω θάλαττα μαινομένη, καὶ ὑπὸ τῶν ἐναντίων πνευμάτων διακοπτομένη ταράττεται, ὡς ἡ οἰκουμένη τότε ἅπασα κεκίνητο, τῶν μὲν παλαιῶν ἀνασπωμένων ἐθῶν τῶν ἐν τοσούτῳ χρόνῳ παγέντων, καὶ οὐκ ἐν μιᾷ καὶ δύο καὶ τρισὶ πόλεσιν, ἀλλὰ πανταχοῦ τῆς οἰκουμένης, καινῶν δὲ εἰσαγομένων δογμάτων, καὶ ὧν οὐδεὶς οὐδέποτε πρότερον ἤκουσεν.

Ἐντεῦθεν ἀκήρυκτος πρὸς αὐτοὺς ἦν ἅπασι πόλεμος· καὶ γὰρ οἰκίας διῄρουν, καὶ συγγενείας διέσπων· ἡ γὰρ τοῦ κηρύγματος φύσις ὁδῷ βαδίζουσα, καὶ πολλοὺς οἰκειουμένη, πολέμους καθίστη τοῖς μὴ δεχομένοις τὸν τῆς εὐσεβείας λόγον, καὶ πατὴρ υἱὸν ἀπεκήρυττε, καὶ γυναικὸς ἀνὴρ κατεφρόνει, καὶ δεσπόται οἰκέταις ἐπολέμουν, καὶ ἀρχομένοις ἄρχοντες, καὶ παντὸς ἐμφυλίου πολέμου πικρότερος οὗτος ἦν· εἴ γε πόλεμον αὐτὸν καλεῖν χρὴ, ἀλλ' οὐκ ἄλλο τι τούτου βαρύτερον. Ἐν μὲν γὰρ τοῖς πολέμοις ἐξ ἴσης τὰ τῆς παρατάξεως, καὶ βάλλει καὶ βάλλεται ἑκάτερα τὰ στρατόπεδα· τότε δὲ οὐχ οὕτως ἦν, ἀλλ' ὁ μὲν ἐπ' ἐξουσίας ἐπολέμει, οἱ δὲ ἐπολεμοῦντο μόνον, βάλλειν δὲ αὐτοῖς οὐκ ἐχρῆν [ἐξῆν], οὐδὲ ἀμύνεσθαι τοὺς ἐπιβουλεύοντας· οὕτω γὰρ ὁ τῆς παρατάξεως στρατηγὸς ἐκέλευε, λέγων· Ἀποστέλλω ὑμᾶς ὥσπερ πρόβατα ἐν μέσῳ λύκων· γίνεσθε οὖν φρόνιμοι ὡς οἱ ὄφεις,