3
πρὸς αὐτούς· Τί ὑμῖν δοκεῖ περὶ τοῦ Χριστοῦ; τίνος ἐστὶν υἱός; Λέγουσιν αὐτῷ, Τοῦ ∆αυΐδ. Λέγει αὐτοῖς· Πῶς οὖν ∆αυῒδ ἐν Πνεύματι Κύριον αὐτὸν καλεῖ λέγων· Εἶπεν ὁ Κύριος τῷ Κυρίῳ μου, Κάθου ἐκ δεξιῶν μου; Εἶδες πῶς ζῇ ὁ ∆αυΐδ; Εἰ γὰρ μὴ ἔζη, οὐκ ἂν ἐκάλεσεν αὐτὸν μάρτυρα τῆς θεότητος αὐτοῦ. Καὶ οὐκ εἶπε, Πῶς οὖν ὁ ∆αυῒδ ἐν Πνεύματι Κύριον αὐτὸν ἐκάλεσεν; ἀλλὰ, Κύριον αὐ τὸν καλεῖ; ἵνα δείξῃ ὅτι πάρεστιν ἔτι, καὶ διὰ τῶν γραμμάτων φθέγγεται. Ἔψαλλέ ποτε ὁ ∆αυῒδ ἐν ψαλμοῖς, καὶ ἡμεῖς μετὰ τοῦ ∆αυῒδ σήμερον. Ἐκεῖνος κιθάραν εἶχεν ἀπὸ νευρῶν ἀψύχων· ἡ Ἐκκλησία κιθάραν ἔχει ἀπὸ νευρῶν ἐμψύχων ἐντεταμένην. Αἱ γλῶτται ἡμῶν νευραὶ τῆς κιθάρας εἰσὶ, διάφορον μὲν ἀφιεῖσαι τὸν φθόγγον, σύμφωνον δὲ τὴν εὐσέ βειαν. Καὶ γὰρ καὶ γυναῖκες καὶ ἄνδρες, καὶ πρε σβῦται καὶ νέοι διῄρηνται μὲν κατὰ τὴν ἡλικίαν, οὐ διῄρηνται δὲ κατὰ τὸν τῆς ὑμνῳδίας λόγον· τὴν γὰρ ἑκάστου φωνὴν τὸ Πνεῦμα κεράσαν, μίαν ἐν ἅπασιν ἐργάζεται τὴν μελῳδίαν· καθὼς καὶ αὐτὸς ἐδήλωσεν ὁ ∆αυῒδ, πᾶσαν μὲν ἡλικίαν, ἑκατέραν δὲ φύσιν πρὸς τὴν συμφωνίαν ταύτην καλῶν καὶ λέγων· Πᾶσα πνοὴ αἰνεσάτω τὸν Κύριον. Αἴνει, ἡ ψυχή μου, 55.522 τὸν Κύριον.
Τίνος ἕνεκεν τὴν σάρκα κατέλιπε; τίνος ἕνεκεν πρὸς τὸ σῶμα οὐδὲν διαλέγεται; ἆρα ἔσχισεν εἰς δύο τὸ ζῶον; Οὐδαμῶς· ἀλλὰ τὸν τεχνίτην πρῶ τον διεγείρει. Ὅτι δὲ οὐκ ἀπέσχισε τὴν σάρκα ἀπὸ τῆς ψυχῆς, ἄκουσον ἀλλαχοῦ πῶς φησιν· Ὁ Θεὸς, ὁ Θεός μου, πρὸς σὲ ὀρθρίζω· Ἐδίψησέ σε ἡ ψυχή μου, ποσαπλῶς σοι ἡ σάρξ μου, ἐν γῇ. Ἀλλ' ἐν ὕμνοις δεῖξόν μοι καὶ τὴν σάρκα καλουμένην, φησίν. Εὐλόγει, ἡ ψυχή μου, τὸν Κύριον, καὶ πάντα τὰ ἐντός μου τὸ ὄνομα τὸ ἅγιον αὐτοῦ. Εἶδες καὶ τὴν σάρκα κοινωνοῦσαν τῆς συμφωνίας; Τί ποτέ ἐστι, Καὶ πάντα τὰ ἐντός μου τὸ ὄνομα τὸ ἅγιον αὐτοῦ; Τὰ νεῦρα, φησὶ, τὰ ὀστᾶ, τὰς φλέβας, τὰς ἀρτηρίας, καὶ πάντα τὰ ἔνδον μόρια.
γʹ. Καὶ πῶς δύναται τὰ ἐντὸς ἡμῶν τὸν Θεὸν εὐλο γεῖν; Φωνὴν οὐκ ἔχει,
στόμα οὐκ ἔχει, γλῶτταν οὐκ ἔχει. Ἡ μὲν γὰρ ψυχὴ δύναται· τὰ δὲ ἐντὸς πῶς δύναται, μήτε φωνὴν, μήτε γλῶτταν, μήτε στόμα ἔχοντα, εὐλογεῖν τὸν Θεόν; Ὥσπερ Οἱ οὐρανοὶ δι ηγοῦνται δόξαν Θεοῦ. Καθάπερ γὰρ οἱ οὐρανοὶ οὐ γλῶτταν, οὐ στόμα, οὐ χείλη ἔχουσιν, ἀλλὰ τῷ κάλ λει τῆς ὄψεως ἐκπλήττοντες τοὺς θεατὰς παραπέμ πουσι τῷ θαύματι πρὸς τὴν εὐφημίαν τοῦ πεποιη κότος αὐτούς· οὕτω δὴ καὶ τὰ ἐντὸς ἡμῶν ἐὰν ἐπέλ θῃς ἅπαντα τῷ λογισμῷ, ἐὰν ἴδῃς τὴν διαφορὰν τῆς ποιότητος, τῆς ἐνεργείας, τῆς δυνάμεως, τῆς συμ φωνίας, τῆς διαπλάσεως, τῆς θέσεως, τοῦ ἀριθμοῦ, τῆς ἁρμονίας, ἐκεῖνο τὸ προφητικὸν ἀναφθέγξῃ ῥῆμα· Ὡς ἐμεγαλύνθη τὰ ἔργα σου, Κύριε! πάντα ἐν σοφίᾳ ἐποίησας. Εἶδες πῶς εὐλογεῖ τὰ ἔγκατα τὸν Θεὸν χωρὶς φωνῆς καὶ στόματος καὶ γλώττης; Τίνος οὖν ἕνεκεν πρὸς τὴν ψυχὴν διαλέγεται; Ἵνα μὴ τῆς γλώττης φθεγγομένης ἐκείνη ῥέμβηται, ὃ πολλάκις καὶ ἐν ταῖς εὐχαῖς πάσχομεν καὶ ἐν ταῖς ὑμνῳδίαις· ἵν' ἑκατέρωθεν ἡ συμφωνία ᾖ. Ὅταν γὰρ εὐχόμενος μὴ ἀκούσῃς τῶν ῥημάτων τοῦ Θεοῦ, πῶς ὁ Θεὸς ἀκουσεταί σου τῆς ἐντεύξεως; Ὅταν οὖν λέγῃ. Αἴ νει, ἡ ψυχή μου, τὸν Κύριον, τοῦτο λέγει, ἔνδον ἐκ βάθους τῆς καρδίας ἀναφερέσθωσαν αἱ ἱκετηρίαι. Καὶ γὰρ ὁ Παῦλός φησι· Ψαλῶ τῷ πνεύματι, ψαλῶ δὲ καὶ τῷ νοΐ μου.
Μουσικός τις ἄριστός ἐστιν ἡ ψυχὴ, τεχνίτης ἐστίν· ὄργανόν ἐστι τὸ σῶμα, κι θάρας καὶ αὐλοῦ καὶ λύρας χώραν ἐπέχον. Οἱ μὲν οὖν ἄλλοι μουσικοὶ οὐ διὰ παντὸς μετὰ πάντων τῶν ὀρ γάνων εἰσὶν, ἀλλὰ ποτὲ μὲν ἀναλαμβάνουσιν αὐτὰ, ποτὲ δὲ ἀποτίθενται· οὐ γὰρ διηνεκὴς ὁ καιρὸς αὐ τοῖς τῆς μελῳδίας ἐστί· διόπερ οὐδὲ διηνεκῶς τὰ ὄργανα μεταχειρίζουσι· σὲ δὲ βουλόμενος ὁ Θεὸς δι δάξαι, ὅτι διὰ παντὸς ὀφείλεις αὐτὸν ὑμνεῖν τε καὶ εὐλογεῖν, ἥνωσε τῷ τεχνίτῃ τὸ ὄργανον διηνεκῶς. Ὅτι γὰρ διαπαντὸς αἰνεῖν δεῖ, ἄκουσον τί φησιν ὁ Ἀπό στολος·