1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

3

πῶς ἐθεραπεύθη, καὶ ποῖον φάρμακον ἐπέθηκεν. Καὶ οὐ λέγω· Ἄπελθε ἐπὶ τὸν στενωπὸν, ἐρώτησον τόνδε, ἢ τήνδε. Οὐ χρεία καμάτου, οὐ χρεία πόνου, οὔτε ὑπερβῆναί σε προθύρων ἀναγ καῖον, ἀλλ' ἐνταῦθα ἑστῶτα δέξασθαί σε τὸ φάρμακον. Μόνον πρόσεχε τοῖς λεγομένοις. Ἀνάγκη γὰρ τὸν λόγον εἰσαγαγεῖν, καὶ τὸν χρόνον εἰπεῖν, καθ' ὃν ἥμαρτε, καὶ τὸν τόπον, καὶ τὸ πρόσωπον, καὶ τὴν μετάνοιαν, καὶ τὴν διόρθωσιν, καὶ τὸ φάρμακον, ἵνα πάντα μαθόντες μετὰ ἀκριβείας, οὕτως ἀπέλθητε. Οὗτος τοίνυν ὁ ∆αυΐδ, νέος ὢν καὶ μειράκιον κομιδῇ, καὶ πατρὸς ἀσήμου, καὶ τῇ γῇ προσέχων καὶ τοῖς ποι μνίοις, πόλεις μὲν ἔφυγε καὶ χώρας καὶ θορύβους, ἐν δὲ τῇ ἐρημίᾳ τὴν φιλοσοφίαν ἐπεδείκνυτο, οὐδὲν κοινὸν ἔχων μετὰ τῶν βιωτικῶν πραγμάτων, ἀλλ' ἐκ πρώτης ἡλικίας τῇ συντρόφῳ τῆς ἀρετῆς ἡσυχίᾳ συζῶν, καὶ καθάπερ ἐν λιμένι ἐν τῇ ἐρήμῳ καθήμενος, τῇ τῶν προβάτων ἐπιστασίᾳ τὴν βασιλείαν τῶν οὐρανῶν ἐμελέ τησεν. Οὗτος τοίνυν νέος ἦν, κομιδῇ μειράκιον, νέος μὲν τῇ ἡλικίᾳ, πεπολιωμένος δὲ τῇ διανοίᾳ· καὶ τὸ ἀτελὲς τῆς ἡλικίας οὐδὲν ἐνεπόδιζε τῇ τοσαύτῃ ἀρετῇ· ἀλλὰ νέος ὢν σφόδρα ἐνίκα οὐ δυνάμει σώματος, ἀλλὰ δυνάμει πί στεως. Ἀλλὰ πρόσεχε μετὰ ἀκριβείας τῷ λόγῳ· Ἐδέησέ ποτε γενέσθαι βασιλέα τοῖς Ἰουδαίοις, ἐπειδὴ ὁ πρῶτος γενόμενος ἀνάξιος ἦν. Πέμπει ὁ Θεὸς τὸν Σαμουὴλ εὐθέως πρὸς τὸν πατέρα αὐτοῦ.

Ἐλθόντος τοίνυν τοῦ Σα μουὴλ πρὸς τὸν Ἰεσσαὶ τὸν πατέρα ∆αυῒδ, τὸ παιδίον ἦν ἐν τοῖς ποιμνίοις, μικρὸν πάνυ. Οὐ παύομαι συνεχῶς τὴν νεότητα λέγων, ἵνα μηδεὶς μήτε νέον διαβάλλῃ, μήτε γέροντα ἐγκωμιάζῃ. Οὔτε γὰρ ἡ πολιὰ ἀρετὴ, οὔτε ἡ νεότης κακία. Πολλοὶ καὶ ἐν νεότητι φιλοσοφίαν ἐπεδεί ξαντο, καὶ πολλοὶ καὶ ἐν γήρει ὑπεσκελίσθησαν. Καὶ γὰρ οἱ τρεῖς παῖδες ἐν τῷ πυρὶ ἦσαν, καὶ τὴν φλόγα ἔσβεσαν. Καὶ ὁ ∆ανιὴλ δωδεκαετὴς ὢν, τοὺς λέοντας πρόβατα ἐποίησεν, οὐ τὴν φύσιν αὐτῶν μεταβαλὼν, ἀλλὰ τὴν θηριωδίαν αὐτῶν τῇ πίστει χαλινώσας· καὶ τοὺς 55.568 ἀσυνέτους πρεσβυτέρους διελέγξας, κριτὴς τοῦ Ἰσραὴλ ἀναδείκνυται. Καὶ Στέφανος ὁ τῶν διακόνων πρόκριτος, πλήρης χάριτος, καὶ δυνάμεως ἐκ νεότητος πλησθεὶς, τῷ δήμῳ τῷ Ἑβραϊκῷ διελέγετο· Παῦλος δὲ γεγηρακὼς ἦν καὶ πεπολιωμένος, καὶ τὸ μὲν πρότερον σκυλευτὴς τῶν Ἐκκλησιῶν γέγονε, ἀλλὰ μετὰ ταῦτα τὸ βραβεῖον τῆς πίστεως ἥρπασε, καὶ πρόβατον γέγονεν ἀγαθότη τος.

γʹ. Μὴ οὖν τὸν νέον διάβαλλε, μηδὲ τὸν γεγηρακότα ἐπαίνει. Οὔτε γὰρ ἐν τῇ

διαφορᾷ τῆς ἡλικίας ἡ ἀρετὴ καὶ ἡ κακία, ἀλλ' ἐν τῇ διαφορᾷ τῆς γνώμης· κἂν ᾖς νηφάλιος, οὐδέν σε καταβλάπτει τὸ ἄωρον τῆς ἡλικίας· κἂν ᾖς ῥᾴθυμος, οὐδέ[ν] σε ὠφελήσει τὸ γῆρας. Πολιὰ γὰρ οὐ τρίχες λευκαὶ, ἀλλὰ ψυχῆς ἀρετή. Οὗτος τοίνυν νέος ὢν ὥριμον τὸν καρπὸν τῆς ἀρετῆς ἐκέκτητο. Ἦλθεν ὁ Σαμουὴλ πρὸς τὸν Ἰεσσαὶ, οὐ πλημμύραν σωμάτων περιβεβλημένος, ἀλλὰ τὸ κέρας, ἔνθα ἦν τὸ ἔλαιον τὸ ἅγιον, ἔχων. Καὶ τί φησιν; Ἔπεμψέ με ὁ Θεὸς ποιῆσαι βασιλέα ἐκ τῶν υἱῶν σου. Ὁ Ἰεσσαὶ ἀκούσας βασιλέα, νομίσας ἐκείνῳ ἐπιτήδειον εἶναι τὸ ἀξίωμα, ἄγει τὸν πρῶ τον υἱόν. Πάραγε αὐτὸν, φησίν· οὐκ εὐδόκησεν ὁ Θεὸς ἐν αὐτῷ. Τὸν δεύτερον· οὐδὲ οὗτος. Τὸν τρίτον, τὸν τέ ταρτον, τὸν πέμπτον. Ἀνηλώθη ὁ χορὸς τῶν παίδων, καὶ ὁ ζητούμενος οὐχ εὑρίσκετο.

Λέγει αὐτῷ· Ἔχεις ἄλ λον; Ἠσχύνθη ὁ πατήρ. Ἔχω ἕνα, φησὶ, μικρότερον καὶ εὐτελῆ, ποιμένα. Βασιλέα ζητεῖς μικρὸν καὶ εὐτελῆ ποιῆ σαι; Ἄνθρωπος ἐξουθενεῖ, ἀλλ' ὁ Θεὸς στεφανοῖ. Οὐ γὰρ ὡς ὄψεται ἄνθρωπος, ὄψεται Θεός· ἄνθρωπος εἰς πρόσωπον, ὁ δὲ Θεὸς εἰς καρδίαν. Μὴ γὰρ πολυσαρ κίαν ζητοῦμεν; Ψυχῆς εὐγένειαν ἐπιποθοῦμεν. Πρόσεχε μετὰ ἀκριβείας τῷ λόγῳ. Οὐκ εἶπεν αὐτῷ ὁ Θεὸς, Ἄπελθε, χρῖσόν μοι τὸν ∆αυΐδ· ἀλλ', Ἄπελθε, χρῖσόν μοι ἕνα τῶν υἱῶν Ἰεσσαί. Καὶ διὰ τί ἀπορεῖ; καὶ διὰ τί οὐ λέγει τὸ ὄνομα; Ἵνα μὴ πάθῃ ∆αυῒδ, ὅπερ ἔπαθεν Ἰωσήφ. Ὥσπερ γὰρ μαθόντες ἐκεῖνοι τὸν ζητούμενον αὐτῶν βασιλέα, ἐπεβούλευσαν,