3
καὶ ἀπάνθρωπον ἔχοντες ἦθος, ἀκούσαντες τὴν ἀπόφασιν, εὐθέως ἐπὶ μετάνοιαν τρέπονται, ἐξομο λογούμενοι τὰ πεπραγμένα αὐτοῖς, καὶ ταῦτα μὴ εἰδότες εἰ ἀφεθήσεται αὐτοῖς. Τί γὰρ, ἔλεγον, Τίς οἶδεν, εἰ ἐπιστρέψει ὁ Θεὸς, καὶ μετανοήσει, καὶ σώσει ἡμᾶς; Οὐ γὰρ ἴσασι πρὸς ἑτέρους μετανοήσαντας καὶ σωθέντας ἀποβλέψαι, οὐ πρὸς Νινευίτας ἑτέρους, ἀλλ' ἔτι περὶ τῆς σωτηρίας αὐτῶν ἀμφιβάλλουσιν· ὅμως μετανοοῦσι. Καὶ εὐθέως ὁ βασιλεὺς διάδημα ῥίψας καὶ πορφύραν, σάκκον καὶ σποδὸν περιβάλλεται, καὶ πᾶσα δὲ ἡ πόλις ἀπὸ μικροῦ ἕως μεγάλου αὐτῶν, καὶ οὐ μόνον οἱ ἄνθρωποι, ἀλλὰ δὴ καὶ τὰ κτήνη καὶ οἱ βόες καὶ τὰ πρόβατα. Τί ποιεῖς, ὦ βασιλεῦ; ὅτι ἄνθρωποι ἥμαρτον, τί δὲ καὶ τὰ κτήνη νηστεύειν κατεδίκασας; τί δὲ καὶ αὐτὰ σάκκον καὶ σποδὸν περιβάλλεις;
Ἡμεῖς, φησὶν, πολλαῖς περιεπάρημεν ἁμαρτίαις, καὶ οὐκ ἐσμὲν ἄξιοι παρακαλέσαι Θεόν. Ποίῳ γὰρ προσώπῳ προσελθόντες ἀξιώσωμεν Θεόν; ∆ιὰ τοῦτο τὰ μὴ ἡμαρτηκότα ὑπὲρ ἡμῶν πρεσβεύειν ἐποιήσαμεν. Καὶ γὰρ καὶ ἐπὶ τῶν ἀνθρώπων τοῦτο ἴδοι τις ἂν γενόμενον. Ὅταν γάρ τις προσκεκρουκὼς ᾖ τινι τῶν ἐν ὑπεροχῇ ὄντων, οἱ μὴ προσκεκρουκότες ὑπὲρ αὐτοῦ ἀξιοῦσιν, ὅπως συγχωρηθῇ αὐτοῦ τὸ πλημμέλημα. Τοῦτο καὶ ἡμεῖς ποιοῦμεν. Ἀναπολόγητα ἡμάρτομεν, οὐκ ἐσμὲν ἄξιοι τοῦ παρακαλέσαι περὶ ἑαυτῶν καὶ δυσωπῆσαι Θεόν· καὶ διὰ τοῦτο τὰ κτήνη καὶ τοὺς βόας καὶ τὰ πρόβατα προσκυνεῖν καὶ λιτανεύειν Θεὸν ἐποιήσαμεν. Ὦ μετανοίας ἰσχύς· ὦ ἐξομολογήσεως δύναμις. Ἐστήριξε τὴν πόλιν ἡ μετάνοια, λύσασα τὴν ἀπόφασιν τοῦ Θεοῦ. Ἀλλ' ὅμως πρὸς τούτοις ὁ προφήτης ἐπὶ τὴν Νινευιτῶν σωτηρίαν ἀπιστεῖ· καὶ πορευθεὶς ἀπέναντι τῆς πόλεως ἐκαθέζετο σκοπῶν τί ἀποβήσεται τῇ πόλει· 55.619 πότερον ἡ ἀπόφασις νικήσει, ἢ ἄρα ἡ μετάνοια. Καὶ ἦν ὡς ἐν ζυγῷ καὶ ὡς ἐν ῥοπῇ πλάστιγγος κείμενα τὰ ἀμφότερα· ἔνθεν ἡ ἀπόφασις, κἀκεῖθεν ἡ μετάνοια· καὶ ἡ μετάνοια νικήσασα τὸν θάνατον, τὴν πόλιν ἀνέστησεν. Εἶτα, ἵνα ἐπιτέμω τὸν λόγον, ἐλυπεῖτο Ἰωνᾶς ὡς ψεύστης μέλλων φαίνεσθαι. Εἶτα τί ποιεῖ αὐτῷ ὁ πάνσοφος Θεός; Κελεύει τῷ ἡλίῳ πυριφλόγους ἀκτῖνας ἐπὶ τῆς κεφαλῆς αὐτοῦ βαλεῖν, πρὸς τὸ μὴ φέρειν αὐτὸν τὴν τοῦ ἡλίου θερμότητα. Φλεγομένου δὲ αὐτοῦ ἐπὶ πολὺ καὶ ἀποδυσπετοῦντος, διὰ τῆς νυκτὸς κελεύει ὁ Θεὸς κολοκύντῃ ἑωθινῇ ἀναβῆναι καὶ σκιάζειν ἐπὶ τῆς κεφαλῆς Ἰωνᾶ. Ἐνταῦθα ἡδέως ἐροίμην τὸν Ἰουδαῖον, λέγων πρὸς αὐτόν· Εἰπέ μοι, ὦ Ἰουδαῖε, ὁ λέγων, Πῶς ἄνευ ἀνδρὸς ἡ παρθένος ἐγέννησε, καὶ πῶς γεννήσασα, πάλιν παρθένος ἔμεινεν; εἰπέ μοι σὺ πρῶτον, πῶς ἡ γῆ ἐν μιᾷ ὥρᾳ τῆς ἑωθινῆς τὴν κολόκυνταν ἀφ' ἑαυτῆς ἐξέφυσε, καὶ πῶς ἐν μιᾷ ῥοπῇ τοῖς φύλλοις ἐκόμα, καὶ τὸν προφήτην ἐσκίαζε· κἀγώ σοι λέγω πῶς ἡ παρθένος ἔτεκεν, καὶ μετὰ τὸ γεννῆσαι παρθένος ἔμεινεν. Ἀλλὰ μὴ βάλλωμεν τὰ ἅγια τοῖς κυσίν. Ἐκβαλλέσθωσαν τοῦ ἡμετέρου καταλόγου οἱ ἄπιστοι Ἰουδαῖοι. Εἶτα τῆς κολοκύντης σκιαζούσης αὐτὸν, Ἐκέλευσεν πάλιν ὁ Θεὸς σκώληκι ἑωθινῇ, καὶ ἐπάταξεν τὴν κολόκυνταν, καὶ εὐθέως ἐξηράνθη. Ἴδε, Ἰουδαῖε, καὶ μὴ ἀπίστει, ὅταν Θεὸς μέγιστόν τι κατεργάζηται. Ὑπὸ νύκτα ἐγένετο, καὶ ὑπὸ νύκτα ἀπώλετο. Εἶτα ξηρανθείσης τῆς κολοκύντης, ἀπεδυσπέτει ὁ Ἰωνᾶς καὶ ἀπωδύρετο, καὶ ἀπελέγετο τὸ πνεῦμα αὐτοῦ, λυπούμενος ἐπὶ τῇ κολοκύντῃ, καὶ ἔλεγε· Καλόν μοι τὸ ἀποθανεῖν μᾶλλον ἢ ζῇν. Πρὸς ὃν πορευθεὶς ὁ πάνσοφος Θεὸς παραμυθεῖται λέγων· Σφόδρα λελύπησαι σὺ ἐπὶ τῇ κολοκύντῃ; Καὶ εἶπεν ὁ Ἰωνᾶς· Σφόδρα λελύπημαι ἐγὼ ἕως θανάτου. Πάλιν δὲ πρὸς αὐτὸν ὁ Θεός· Σὺ ἐλυπήθης ἐπὶ τῇ κολοκύντῃ, εἰς ἣν οὐκ ἐκακοπάθησας, οὐδὲ ἐξέθρεψας αὐτὴν, ἣ ἐγενήθη ὑπὸ νύκτα, καὶ ὑπὸ νύκτα ἀπώλετο· ἐγὼ δὲ οὐ λυπηθήσομαι ἐπὶ Νινευὶ τῇ πόλει τῇ μεγάλῃ, ἐν ᾗ κατοικοῦσιν πλείους ἢ δώδεκα μυριάδες ἀνδρῶν, οἵτινες οὐκ ἔγνωσαν, ἀπὸ τοῦ πλήθους τῶν οἰκούντων, δεξιὰν ἢ ἀριστερὰν, καὶ κτήνη πολλά; Ὃ δὲ λέγει τοιοῦτόν ἐστι· Φιλάνθρωπος, φησὶν, ἐγὼ τυγχάνω, καὶ μὴ βουλόμενος ἀπολέσαι τὰ ἔργα τῶν χειρῶν μου, ἃ ἀγαπῶν ἐποίησα.